- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:72.20-74.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯针对320a27的词条,开始探讨所提出的三个课题中的第一个,即“增长的质料是什么”。他论证了将增长的质料假定为独立自存且分离的“潜在物体”(无论是点、虚空还是无性质的物体)都会导致荒谬,从而表明它不能依自身自存,必须进而探究它是否存在于他物之中。
" Περὶ δὲ ὃ ἡ μεταβολή ἐστι καὶ τῆς αὐξήσεως καὶ τῆς φθίσεως." Εἰπὼν τὴν διαφορὰν ᾗ διαφέρει αὔξησις γενέσεως καὶ ἀλλοιώσεως, ἐπὶ τὰ λοιπὰ τῶν προτεθέντων μέτεισιν. ἦσαν δὲ τρία τὸν ἀριθμόν, τίς τε ἡ τῆς αὐξήσεως ὕλη, καὶ τί τὸ ποιητικὸν αἴτιον καὶ τὸ γινόμενον (τουτέστι τί τὸ αὖξον καὶ αὐξόμενον), καὶ τίς ὁ τρόπος καὶ αὐτὴ ἡ ἐνέργεια καθ’ ἣν ἡ αὔξησις γίνεται. καὶ πρότερον ζητεῖ τί ποτέ ἐστι τὸ ποσὸν τοῦτο ὅπερ ὕλη τῆς αὐξήσεως γίνεται, πότερον δυνάμει σῶμα καὶ μέγεθος ἐνεργείᾳ δὲ ἀσώματόν τε καὶ ἀμέγεθες, ἢ ἐνεργείᾳ σῶμα, ὅπερ ἀκόλουθον ὂν ἐπαγαγεῖν παρῆκεν ὡς ἐξ ἀνάγκης προσυπακουόμενον.1 καὶ δείκνυσι κατὰ πάντα τρόπον ἀδύνατον ὂν δυνάμει μὲν εἶναι σῶμα ἐντελεχείᾳ δὲ ἀσώματον, ὡς ὑπολείπεσθαι ἐξ ἀνάγκης τὸ ἕτερον, τὸ ἐνεργείᾳ εἶναι σῶμα τὴν τῆς αὐξήσεως ὕλην. εἰ γάρ, φησί, δυνάμει σῶμα ἐνεργείᾳ δὲ ἀσώματον λέγοιμεν εἶναι τὸ ἐξ οὗ ἡ κατὰ ποσὸν μεταβολὴ γίνεται, ἀνάγκη τοῦτο ἢ αὐτὸ καθ’ αὑτὸ ὑφεστηκέναι χωριστὴν ἔχον φύσιν, ἢ ἐν ἑτέρῳ τινὶ εἶναι σώματι. εἰ μὲν οὖν ἐνεργείᾳ χωριστὸν εἴη μὴ ὂν σῶμα, ἢ στιγμὴ ἢ κενὸν ἔσται τόπον μηδένα κατέχον, ἢ σῶμα οὐκ αἰσθητόν, τουτέστι μηδεμίαν ἔχον αἰσθητὴν διαφοράν. τὸ μὲν οὖν στιγμὴν ἢ κενὸν ὑποτίθεσθαι προφανὲς ἔχει τὸ ἀδύνατον. οὔτε γὰρ αὐτὸ καθ’ αὑτὸ ὑποσταίη ἂν σημεῖον ἢ κενόν (ἀποδέδεικται γὰρ μὴ εἶναι κενὸν ὅλως, καὶ τὸ σημεῖον ἀεὶ ἐν σώματι καὶ μεγέθει ἔχει τὸ εἶναι), ἄλλως τε δὴ ἄτοπον ἐκ σημείου φάσκειν τὸ μέγεθος αὔξεσθαι· καὶ οὕτως γὰρ πάλιν κενὸν εἰσάξομεν. εἰ γὰρ τὸ αὐξόμενον μείζονα ἐπιλαμβάνει τόπον, δῆλον ὅτι ὁ τόπος ὃν ἐπελάβετο αὐξηθὲν ἢ κενὸς ἦν2 πρὸ τούτου, καὶ οὕτως πάλιν ἐνεργείᾳ τὸ κενὸν ἔσται, ἢ ἔσται σῶμα μὴ ὂν ἐν τόπῳ, ὧν ἑκάτερον ἀδύνατον. πῶς δ’ ὅλως τὸ σημεῖον τῷ αὐξομένῳ προστεθὲν μεῖζον τὸ ὅλον ἐποίησεν; εἴπομεν γὰρ πολλάκις ὡς μυρία ἀμερῆ ἐπισυντιθέμενα ἀλλήλοις μέγεθος οὐ ποιήσει. ὅλως δὲ τὸ σημεῖον δυνάμει σῶμα οὐκ ἔστι, σώματος δέ τι. οὔτε ἄρα κενὸν οὔτε στιγμὴν ἐνδέχεται εἶναι τὸ ἐξ οὗ ἡ αὔξησις γίνεται, ὅπερ δυνάμει εἶναι σῶμα ὑπόκειται. εἰ δὲ οὐκ αἰσθητὸν εἴη ἀλλ’ ἄποιον σῶμα, ὁποῖόν ἐστι τὸ τριχῇ διαστατόν, ἀνάγκη τοῦτο ἐν τόπῳ εἶναι· πᾶν γὰρ σῶμα ἐν τόπῳ ἐστί. καὶ ἄλλως ἐπεὶ καὶ τὸ ᾧ προσκρίνεται τόπον τινὰ προσλαμβάνει, καὶ τὸ προσκριθὲν ἄρα τόπον τινὰ ἐπεῖχε καὶ ἄποιον ἦν, καὶ διὰ τοῦτο ἀναίσθητον· οὐδὲ γὰρ ᾗ πεποίωται καὶ αἰσθητά ἐστι τὰ σώματα, ἐν τόπῳ ἐστίν (ἀσώματοι γὰρ καὶ ἀμεγέθεις αἱ ποιότητες), ἀλλ’ ᾗ τριχῇ διαστατά ἐστιν. ὥστε κἂν μὴ αἰσθητόν τι εἴη σῶμα μηδὲ ποιότητος μετέχῃ, ἐν τόπῳ εἶναι αὐτὸ ἀνάγκη. τῷ γὰρ σώματι τὸ εἶναι ἐν τόπῳ παρὰ τοῦ διαστήματος ὑπάρχει·3 ἀπὸ μὲν γὰρ τῆς ποιότητος ἡ τῶν τόπων διαφορὰ τοῖς σώμασιν ὑπάρχει (διὰ ταύτας γὰρ τὰ μὲν ἄνω ἐστὶ τὰ δὲ κάτω), τὸ δὲ ὅλως ἐν τόπῳ εἶναι ἀπὸ τοῦ διαστήματος· ἴσον γὰρ δεῖ τὸ ἐν τόπῳ σῶμα εἶναι τῷ περιέχοντι αὐτὸ τόπῳ, τὸ δὲ ἴσον τοῦ ποσοῦ. ἀνάγκη ἄρα, κἂν ἄποιον εἴη τι σῶμα καὶ ἀναίσθητον, ἐν τόπῳ εἶναι. πάλιν δ’ αὖ εἰ ἐν τόπῳ εἴη, ἀνάγκη πᾶσα ἢ ἄνω εἶναι ἢ κάτω, καὶ ἢ κατὰ φύσιν ἐν ἑκατέρῳ ἢ παρὰ φύσιν, καὶ οὕτως ἕν τι τῶν πεποιωμένων εἶναι σωμάτων. εἶπον γὰρ ὡς ἀπὸ τῆς ποιότητος ἔχουσι τὰ σώματα τὸ ἢ ἄνω εἶναι ἢ κάτω, καὶ ἐν ἑκατέρῳ ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν. ἄνω μὲν οὖν ὑπάρχον κατὰ φύσιν ἢ ἀὴρ ἔσται ἢ πῦρ, παρὰ φύσιν δὲ ὕδωρ ἢ γῆ. ὡσαύτως καὶ εἰ κάτω εἴη, ἢ κατὰ φύσιν ἂν γῆ ἢ ὕδωρ ἔσται, ἢ παρὰ φύσιν ἀὴρ ἢ πῦρ ὑπάρχει. εἰ δὲ τοῦτο, οὐκέτι ἄποιον ἔσται σῶμα, ἀλλ’ αἰσθητόν τε καὶ τῶν τεσσάρων ἕν τι. ταῦτα δὲ ὡς σαφῆ ὄντα παρῆκεν ὁ Ἀριστοτέλης. ἀδύνατον ἄρα ἄποιον εἶναι σῶμα ὡς χωριστὸν ὂν τὸ τῇ αὐξήσει ὡς ὕλη ὑποκείμενον. Ἰτέον οὖν ἐπὶ θάτερον μέρος τῆς διαιρέσεως, ζητοῦντας μήποτε δυνάμει ὂν σῶμα ἔν τινι ἐστὶ καὶ οὐ καθ’ αὑτὸ ὑφεστηκός.
“以及增长和减退的变化所关涉的东西。” 在说明了增长不同于生成和质变的差异之后,他进而探讨所提出的诸课题的其余部分。这些课题在数量上有三个:增长的质料是什么,动力因与所生成之物是什么(即增长的引发者与被增长者是什么),以及增长依之发生的模式与活动本身是什么。首先他探究,这个作为增长质料的量究竟是什么:究竟是在潜在上是物体与大小而在现实上是非物体且无大小的,还是在现实上是物体——后者作为顺理成章的追加项,他作为必然被默认补充的东西而略去了。他表明,在潜在上是物体而在现实上是非物体在任何方式下都是不可能的,以至于必然留下另一项,即增长的质料在现实上是物体。因为他说,如果我们说依据量的变化由之产生的东西在潜在上是物体而在现实上是非物体,那么这个东西就必然要么依其自身自存、具有分离的本性,要么存在于某一其他物体之中。因此,如果它在现实上是分离的而非物体,它要么是点,要么是不占据任何位置的虚空,要么是不可感觉的物体,即没有任何可感觉差异的物体。那么,假设它是点或虚空,显然包含着不可能性。因为点或虚空不可能依其自身自存(因为已经证明完全不存在虚空,而点总是在物体和大小之中具有其存在),尤其荒谬的是声称大小由点增长而来;因为这样我们又将引入虚空。因为如果增长之物占据了更大的空间位置,显然它在增长之后所占据的位置在此之前要么是虚空的——这样在现实上又将存在虚空——要么将存在一个不在位置之中的物体,而这两者都是不可能的。而且一般而言,点添加到增长之物上,怎么可能使整体变得更大呢?因为我们多次说过,一万个无部分之物复合在一起也不会产生大小。再者,一般而言,点并不是潜在的物体,而是物体的某种东西。因此,增长由之产生的、被假定为潜在是物体的东西,既不可能是虚空,也不可能是点。但如果它是一个不可感觉却无性质的物体,比如具有三维延展之物,那么它必然存在于位置之中;因为一切物体都在位置之中。此外,既然与它相结合之物也额外占据了某个位置,那么结合之物也就占据了某个位置并且是没有性质的,并因此是不可感觉的;因为物体之所以在位置之中,并不是因其具有性质且可感觉(因为诸性质是非物体且无大小的),而是因其具有三维延展。因此,即使某一物体不是可感觉的,也不分有性质,它也必然在位置之中。因为对物体而言,在位置之中乃是由于间距而具有的;因为物体所具有的位置的差异是由于性质(因为由于这些性质,一些物体在上方,另一些在下方),而全然在位置之中则是由于间距;因为在位置之中的物体必须等于包容它的位置,而相等属于数量。因此,即使某一物体是无性质且不可感觉的,它也必然在位置之中。但是反过来,如果它在位置之中,就全有必然性要么在上方,要么在下方,且在每一个位置中要么顺应自然,要么违背自然,从而必然是具有性质的诸物体中的某一个。因为我说过,物体之所以要么在上方要么在下方,以及在每一位置中顺应自然还是违背自然,都是从性质而来的。因此,顺应自然而在上方的要么是空气要么是火,违背自然的则是水或土。同样,如果它在下方,顺应自然的将是土或水,违背自然而存在的则是空气或火。如果是这样,它就不再是无性质的物体,而是既可感觉又是四元素之一了。亚里士多德把这些作为显而易见的事项略去了。因此,作为质料承载增长的东西,绝不可能是一个作为分离之物而存在的无性质物体。因此我们必须走向划分的另一肢,探究潜在是物体的东西是否或许存在于某物之中,而非依其自身自存。
- 1.118ὅπερ ἀκόλουθον ὂν ἐπαγαγεῖν παρῆκεν ὡς ἐξ ἀνάγκης προσυπακουόμενον
关系代词 ὅπερ 的先行词是紧接在前的析取支后半项,即“在现实上是物体”(τὸ ἐνεργείᾳ σῶμα εἶναι)。主词是亚里士多德;注释者指出,亚里士多德略去了本应顺理成章补充的后一选项,因为这在语境中是必然被默认理解的。
- 1.118καὶ ἄλλως ἐπεὶ καὶ τὸ ᾧ προσκρίνεται τόπον τινὰ προσλαμβάνει, καὶ τὸ προσκριθὲν ἄρα τόπον τινὰ ἐπεῖχε καὶ ἄποιον ἦν
ἐπεὶ 从句(原因)与主句(καὶ ... ἄρα)构成的呼应结构。其论证逻辑在于:既然被添加的对象额外占据了空间位置,那么所添加之物(τὸ προσκριθέν)在结合前也必然占据了某种空间位置,即使它被假定为无性质的。
- 1.118τῷ γὰρ σώματι τὸ εἶναι ἐν τόπῳ παρὰ τοῦ διαστήματος ὑπάρχει
与格 τῷ σώματι 的谓述结构,主语是冠词加不定词短语 τὸ εἶναι ἐν τόπῳ。介词短语 παρὰ τοῦ διαστήματος 表示原因或根据,意为“由于(三维延展的)间距”。
