- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:71.3-72.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节探讨了增长在变化模式上如何不同于位置运动、生成和质变,指出增长虽类似于受锻打的金属或旋转的球体,但其独特之处在于沿全部三个维度的扩展。随后结合引文对“二者”一词的考察,阐明了一切变化都是从潜在向现实的过渡这一共通特征。
ζητεῖ δὲ μήποτε1 καὶ ὁ τρόπος τῆς μεταβολῆς διαφέρει, ὁ τῆς αὐξήσεως τοῦ τῆς γενέσεως καὶ ἀλλοιώσεως. φησὶ δὲ καὶ κατὰ τοῦτον διαφέρειν ἀλλήλων τὰς μεταβολάς, καὶ τὴν διαφορὰν προστίθησι. τὸ μὲν γὰρ ἀλλοιούμενον οὐκ ἐξ ἀνάγκης μεταβάλλει κατὰ τόπον· οὐ γὰρ ἐν τῷ ἀλλοιοῦσθαι μετέρχεται τόπον. τὸ γὰρ ἐν τῇ Φυσικῇ ἀποδεδειγμένον, ὅτι χρὴ πάντως τὴν κατὰ τόπον μεταβολὴν προηγήσασθαι καὶ ἀλλοιώσεως καὶ τῶν ἄλλων μεταβολῶν, ἄλλο τί ἐστι παρὰ τὸ νῦν διδασκόμενον. ἐκεῖ μὲν γὰρ ἐλέγετο ὅτι ἀνάγκη ἐπὶ πάσης μεταβολῆς κατὰ τόπον τινὰ κίνησιν γενέσθαι, οὐ πάντως αὐτοῦ τοῦ ἀλλοιουμένου ἢ γινομένου, ἀλλ’ ἄλλου τινός, οἷον τοῦ ἀλλοιοῦντος (δεῖ γὰρ τὸν ἥλιον κατὰ τόπον κινηθῆναι, ἵνα ἀλλοιώσῃ τὸν περὶ ἡμᾶς ἀέρα), νῦν δὲ ὁ λόγος φησὶν ὅτι ἐν τῷ ἀλλοιοῦσθαι τὸ ἀλλοιούμενον οὐκ ἐξ ἀνάγκης αὐτὸ τόπον ἐκ τόπου ἀμείβει. ὡσαύτως δὲ οὐδὲ τὸ γινόμενον καὶ φθειρόμενον ἐξ ἀνάγκης μεταβάλλει κατὰ τόπον· οὐδὲ γὰρ τὸ ψιμύθιον ἐκ μολίβδου γινόμενον μεταλλάττει τὸν τόπον, οὐδὲ τὸ γάλα ἐξ αἵματος γεννώμενον, οὐδὲ ἄλλα πολλὰ τῶν τοιούτων. τὸ δὲ αὐξόμενον καὶ φθῖνον ἐξ ἀνάγκης καὶ κατὰ τόπον ποιεῖται μεταβολήν, οὐ τῷ τόπον ὅλον ἐκ τόπου ἀμείβειν, ὥσπερ τὸ φερόμενον, ἀλλὰ τῷ προσεπιλαμβάνειν ἕτερον ἐφ’ ᾧ κατεῖχεν ἐξ ἀρχῆς2 κατὰ τὰς αὐξήσεις, ἤγουν εἰς ἐλάττονα συστέλλεσθαι κατὰ τὰς φθίσεις, ἐοικὸς κατά γε τοῦτο τῷ ἐλαυνομένῳ. καὶ ἔχεις ἤδη τὴν αὔξησιν τῆς κατὰ τόπον μεταβολῆς διακεκριμένην. ὥσπερ γὰρ τὸ ἐλαυνόμενον ἐπέχον ὃν ἐξ ἀρχῆς εἶχε τόπον ἐπιλαμβάνει ἕτερον, οὕτως ἔοικε καὶ τὸ αὐξόμενον κατὰ τόπον μεταβάλλειν. οὐ μὴν ἀλλὰ καὶ τούτου διαφέρει. τὸ μὲν γὰρ ἐλαυνόμενον κατὰ μίαν διάστασιν αὐξῆσαν τὸν τόπον κατὰ τὴν ἑτέραν ἐξ ἀνάγκης μειοῖ, καὶ ἔμπαλιν ἐὰν κατὰ μίαν ἢ δύο διαστάσεις πλείονα ἐπιλάβῃ τόπον, κατὰ τὴν λοιπὴν ἢ τὰς λοιπὰς διαστάσεις ἀνάγκη μεθεῖναι τοῦ προτέρου τόπου· τὸ δὲ αὐξόμενον καὶ μειούμενον κατὰ τὰς τρεῖς διαστάσεις ὁμοίως ἔχει, ἢ ἐπιλαμβάνον ἕτερον ἢ μειοῦν τὸν ἐξ ἀρχῆς. ἀλλ’ ἆρα, φησί, μὴ τῇ σφαίρᾳ κύκλῳ κινουμένῃ ἔοικε τὸ αὐξόμενον ἐν τῇ κατὰ τόπον μεταβολῇ; ὥσπερ γὰρ τὸ αὐξόμενον ἐν τῷ ἐξ ἀρχῆς τόπῳ μένον μεταβάλλει κατὰ τὰ μέρη, οὕτω καὶ ἡ σφαῖρα δοκεῖ ἔχειν. ἢ καὶ ταύτης διαφέρει; ἡ μὲν γὰρ σφαῖρα ἐν τῷ ἴσῳ τόπῳ ὅλη μένουσα τὰ μόρια ἔχει μεταβάλλοντα κατὰ τόπον, τὰ δὲ τοῦ αὐξομένου μόρια ἐπὶ πλείω τόπον ἐκτείνεται, εἰς ἔλαττον δὲ συστέλλεται τὰ τοῦ μειουμένου. δῆλον δὲ ὅτι καὶ γενέσεως καὶ ἀλλοιώσεως ἐντεῦθεν διακέκριται. οὔτε γὰρ τὸ γινόμενον ἐξ ἀνάγκης τόπον ἀμείβει, τὸ δὲ αὐξόμενον κατὰ τὸν εἰρημένον τρόπον διάφορον ἐπιλαμβάνει τόπον· καὶ τὸ μὲν γινόμενον ἄλλο γίνεται τὸ δὲ ἀλλοιούμενον ἀλλοῖον, τό γε μὴν αὐξόμενον ἢ φθῖνον οὔτε ἄλλο οὔτε ἀλλοῖον, τῷ ποσῷ δὲ μόνῳ προστίθησιν, ὡς Ἀριστοτέλης ἐν Κατηγορίαις ἔδειξε. τῷ γὰρ τετραγώνῳ γνώμονος περιτεθέντος ηὔξηται μὲν τὸ ὅλον, ἀλλοιότερον δὲ οὐ γέγονεν· ἔμεινε γὰρ πάλιν τετράγωνον.
他也探究是否连变化的模式,即增长的模式,也与生成和质变的模式不同。他说诸变化在这一点上也彼此不同,并补充了这种相异之处。因为受质变之物并非必然依据位置而变化;因为在受质变的过程中它并不迁移位置。在《物理学》中所证明的事情,即依据位置的变化必定在一切情况下都先于质变和其余诸变化,乃是不同于现在所讲授的内容的另一回事。因为在那里所说的是,在一切变化中必然有某种依据位置的运动发生,这绝非必然是受质变者或生成者自身的运动,而是某一他物的运动,比如使之质变者的运动(因为太阳必须依据位置运动,以便使我们周围的空气受质变),而现在的论述则是说,在受质变的过程中,受质变者自身并非必然从一处迁往另一处。同样,生成和毁灭之物也并非必然依据位置而变化;因为由铅生成的铅白并不变换其位置,由血液产生的乳汁以及许多诸如此类的其他事物也是如此。但增长和减退之物则必然也进行依据位置的变化,这不是通过像被携带之物那样将整个位置从一处换到另一处,而是通过在增长时于最初占据的位置之外追加占据另一[位置],或者在减退时缩入更小的[位置],至少在这方面类似于受锻打延展之物。这样你便已经把增长从依据位置的变化中区分开来了。因为正如受锻打延展之物在保持最初所拥有的位置的同时占据另一位置,增长之物似乎也是这样依据位置而变化的。不仅如此,它与此也有所不同。因为受锻打延展之物若依据一个维度增加了位置,就必然依据另一维度减少位置,反之,如果它依据一个或两个维度占据了更多位置,就必然依据其余的一个或多个维度放弃先前的部分位置;而增长和减少之物则在三个维度上是一致的,要么占据另一位置,要么缩减最初的位置。然而,他说,难道增长之物在依据位置的变化中类似于作圆周运动的球体吗?因为正如增长之物停留在最初的位置中却依据其各部分发生变化一样,球体似乎也是如此。抑或它与球体也有所不同?因为球体作为整体停留在相等的空间位置中,其各部分依据位置发生变化,而增长之物的各部分则扩展到更大的位置,减少之物的各部分则缩入更小的[位置]。显然,由此它也与生成和质变区分开来了。因为生成之物并非必然变换位置,而增长之物则依所说的方式占据不同的位置;并且生成之物变成另一事物,受质变之物变成具有另一性状之物,而增长或减退之物既不变为另一事物,也不变为具有另一性状之物,而仅仅在数量上有所增添,正如亚里士多德在《范畴篇》中所指出的那样。因为当拐角石置于正方形周围时,整体虽然增长了,但并没有变成具有另一性状之物;因为它依然保持为正方形。
"Ἀμφότερα δὲ ἐκ δυνάμει ὄντων εἰς ἐντελέχειαν μεταβολὴ τῶν εἰρημένων ἐστίν." Περὶ τριῶν εἰπὼν μεταβολῶν, τῆς γενέσεως τῆς ἀλλοιώσεως τῆς αὐξήσεως, ἐπήγαγεν ἀμφότερα,3 ἢ ταὐτὸν σημαίνων τῷ πάντα, ἢ ἀμφότερα εἶπεν τό τε κατ’ οὐσίαν μεταβάλλον, δι’ οὗ τὸ γινόμενον σημαίνεται, καὶ τὸ κατὰ συμβεβηκός, ὅπερ κοινόν ἐστιν αὐξομένου καὶ ἀλλοιουμένου. κοινὸν οὖν φησιν ἐπὶ ἑκάστης τῶν μεταβολῶν τὸ ἐκ δυνάμει τοιούτου εἰς τὸ ἐντελεχείᾳ μεταβάλλειν· ἐκ δυνάμει γὰρ οὐσίας εἰς ἐντελεχείᾳ οὐσίαν ἡ γένεσις, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. τὸ δὲ ἀλλὰ καὶ ὥς, τουτέστι τῷ τρόπῳ τῆς μεταβολῆς.
“而所说的这二者都是从潜在的存在向现实性的变化。” 在论述了三种变化,即生成、质变、增长之后,他接着用了“二者”,这要么是表达与“一切”相同的意思,要么他所说的“二者”是指依实体而变化者(通过它指示出生成之物)以及依偶性而变化者(这是增长之物和受质变之物所共有的)。因此他说,在每一种变化中,从潜在的如此之物向现实性的变化是共同的;因为从潜在的实体向现实的实体的变化就是生成,其余情况亦是如此。而“而且也以何种方式”,即是说,以变化的模式。
- 1.116ζητεῖ δὲ μήποτε
μήποτε 在此用作引导推测或探讨的间接疑问词,意为“是否可能……”。其后的 ὁ τρόπος 为主语,διαφέρει 为从属分句的动词。
- 1.116ἐφ’ ᾧ κατεῖχεν ἐξ ἀρχῆς
这是由 ἐπὶ τούτῳ ὃν κατεῖχεν ἐξ ἀρχῆς 紧缩而来的结构,先行词 τούτῳ 被省略,关系代词 ὃν 受格吸引变为与格 ᾧ 并与介词 ἐπί 构成 ἐφ' ᾧ,意为“在最初占据的[位置]之外追加”。
- 1.117ἀμφότερα
亚里士多德在刚提到三种变化(生成、质变、增长)之后却使用了“二者”(ἀμφότερα)。对此注文给出了两种句法与语义上的解释:(1) 作为“全部”(πάντα)的代用;(2) 指代两大类:实体上的变化(生成)与偶性上的变化(质变与增长)。
