← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§69.26-71.3

增长的探究课题与诸变化在质料与形式上的差异

费罗波诺斯梳理了亚里士多德关于增长的两项探究课题,并借助制作性技术的类比,论证了各种变化在质料(范畴)和形式(本质作用)两方面都彼此不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.116#1

" Περὶ δὲ αὐξήσεως ἔστιν εἰπεῖν, τίνι τε διαφέρει γενέσεως καὶ ἀλλοιώσεως." Εἰπὼν περὶ γενέσεως καὶ ἀλλοιώσεως, τί τε ἑκατέρα καὶ τίνι ἀλλήλων διαφέρουσι, μέτεισιν ἐπὶ τὸν περὶ αὐξήσεως λόγον, ὅσπερ ἐστὶ τρίτος τρόπος μεταβολῆς. δύο δέ ἐστιν ἃ προτίθεται ζητῆσαι, τίνι τε διαφέρει τῶν ἄλλων μεταβολῶν ἡ αὔξησις καὶ ἡ μείωσις, καὶ πῶς αὔξεται τὰ αὐξόμενα· ἐν ᾧ ζητήσει1 τίς ἡ ὑποκειμένη ὕλη τῇ αὐξήσει, καὶ πῶς ἡ προσθήκη γίνεται τῷ αὐξανομένῳ, καὶ τί τὸ αὐξόμενον, καὶ τί τὸ αὖξον. ἀλλὰ πρῶτον νῦν προτίθεται εἰπεῖν πῇ διαφέρει γενέσεως καὶ ἀλλοιώσεως, προϊὼν δὲ καὶ τῆς κατὰ τόπον μεταβολῆς διακρίνει, εἰ καὶ μὴ κατὰ πρῶτον λόγον, ἀλλ’ οἱονεὶ κατὰ πάρεργον. ὁ γὰρ περὶ τῆς κατὰ τόπον μεταβολῆς λόγος οὐκ ἴδιος τῆς Περὶ γενέσεως καὶ φθορᾶς πραγματείας, διὸ μᾶλλον εὐκαιρότερον ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ τέλειον τὸν περὶ αὐτῆς ἀποδέδωκε λόγον. ζητεῖ δὲ πότερον καθ’ ἕν τι μόνον διαφέρει αὔξησις γενέσεως καὶ ἀλλοιώσεως ἢ κατὰ πλείονα. ἵνα δὲ τοῦτο γνῶμεν, εἰδέναι χρὴ ὡς τῶν ποιητικῶν τεχνῶν αἱ μὲν κατὰ τὴν ὕλην μόνον διαφέρουσιν ἀλλήλων, οὐ μὴν κατ’ εἶδος, ὡς χαλκευτικὴ καὶ ἀργυροχοϊκή (ὕλης γὰρ διαφόρου οὖσαι, τῇ μὲν γὰρ χαλκὸς ὑπόκειται τῇ δὲ ἄργυρος, τοῦ αὐτοῦ σχεδὸν εἴδους εἰσὶ δημιουργικαί· ἑκατέρα γὰρ ξέστην φέρε ποιεῖ καὶ πινάκιον καὶ τὰ παραπλήσια), αἱ δὲ κοινωνοῦσαι κατὰ τὴν ὕλην διαφέρουσι κατ’ εἶδος, ὡς τεκτονικὴ καὶ ναυπηγική (ὕλη μὲν γὰρ ἀμφοῖν κοινὴ τὰ ξύλα, εἶδος δὲ ἡ μὲν τὸ τοῦ πλοίου ποιεῖ ἡ δὲ τὸ τῆς θύρας ἢ τὸ τοῦ ἀβακίου), αἱ δὲ καὶ ὕλῃ διαφέρουσι καὶ εἴδει, αἵτινες καὶ πάντῃ κεχωρισμέναι εἰσίν, ὡς τεκτονικὴ καὶ ἰατρική· ἡ μὲν γὰρ ὕλην ἔχει τὰ ξύλα ἡ δὲ τὰ ἀνθρώπινα σώματα, καὶ ἡ μὲν τὸ τῆς θύρας ἢ τὸ τοῦ θρόνου εἶδος ποιεῖ ἡ δὲ τὴν ὑγίειαν τῶν ἡμετέρων σωμάτων. δεῖ τοίνυν περὶ γενέσεως καὶ αὐξήσεως τίνι διαφέρουσι ζητοῦντα ἰδεῖν * * * ἢ κατ’ ἄμφω διαφέρουσι2 καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος. φημὶ οὖν ὅτι πᾶσαι αἱ μεταβολαὶ καὶ κατ’ ἄμφω ἀλλήλων διαφέρουσιν. ὕλῃ μὲν γὰρ διαφέρουσι, διότι ἄλλη ἐν ἄλλῃ κατηγορίᾳ ὑφίσταται· ἡ μὲν γὰρ αὔξησις καὶ μείωσις ὑπὸ τὸ ποσόν, ἡ δὲ γένεσις περὶ οὐσίαν, ἀλλοίωσις δὲ περὶ τὸ ποιόν. ὅπερ ἐσήμανεν εἰπὼν ἐν τῷ περὶ ὅ·3 περὶ τοῦτο γὰρ ἕκαστον τῶν μεταβαλλόντων μεταβάλλει, ὑφ’ ὃ ὁ τρόπος τῆς μεταβολῆς ἀνάγεται. οἷον τὸ γινόμενον καὶ φθειρόμενον περὶ οὐσίαν δηλονότι μεταβάλλει, ὑφ’ ἣν καὶ ἡ γένεσις καὶ ἡ φθορὰ ἀνάγεται. οὕτως δὲ κἀπὶ τῶν ἄλλων. αὕτη μὲν οὖν προφανὴς αὐτῶν ἡ διαφορά. ὅτι δὲ καὶ κατ’ εἶδος διαφέρουσι, παντὶ δῆλον. τῆς μὲν γὰρ γενέσεως εἶδος τὸ εἰς οὐσίαν ἀγαγεῖν τὸ γινόμενον, τῆς δὲ ἀλλοιώσεως τὸ μεταβολὴν κατὰ τὰς παθητικὰς ἐργάσασθαι ποιότητας, οἷον θερμᾶναι ἢ ψῦξαι ἢ ἐρυθρὸν ἢ λευκὸν ποιῆσαι ἤ τι τῶν παραπλησίων, τῆς δὲ κατὰ τὸ ποσὸν προσθεῖναι τῷ μεγέθει ἢ ὑφελεῖν, τῆς δὲ κατὰ τόπον τὸ ἄνω ποιῆσαι ἢ κάτω ἢ κατά τινα τῶν ἄλλων διαστάσεων. ταῦτα μὲν οὖν ὡς ὡμολογημένα παρῆκε.

“关于增长,应当说明它与生成和质变有何不同。” 在论述了生成与质变、各自是什么以及它们彼此有何不同之后,他转向了关于增长的讨论,这正是变化的第三种方式。而他打算探究的事情有两件:增长和减少与其余变化有何不同,以及增长着的事物是如何增长的;在其中[第二个课题中],他将探讨增长的底层质料是什么,增添是如何在增长者中发生的,什么是增长者,什么是使之增长者。但是现在,他首先打算说明它在何种方面与生成和质变不同,随着论述的展开,他也将其与位置上的变化区分开来,即使这不是作为首要主题,而是犹如附带论及的一样。因为关于位置变化的讨论并不专属于《论生成与毁灭》这部著作,因此他更适时地在《天论》这部著作中给出了关于它的完备说明。他探讨增长是仅在某一单一方面与生成和质变不同,还是在多个方面不同。为了让我们了解这一点,必须知道,在制作性技术中,有些仅在质料上彼此不同,在形式上则绝非不同,比如锻造术和银匠术(因为虽然质料不同,一者以铜为底层,另一者以银为底层,但它们制造的几乎是同一种形式;因为每一者例如都制造杯子、盘子以及类似之物);而另一些技术在分有质料的同时却在形式上不同,比如木工术和造船术(因为对两者而言共同的质料是木材,但在形式上,一者制造船的形式,另一者制造门或桌子的形式);还有一些技术在质料和形式上都不同,它们也是完全分离的,比如木工术和医术:因为一者以木材为质料,另一者以人体为质料,一者制造门或椅子的形式,另一者制造我们身体的健康。因此,探讨生成与增长有何不同的人必须考察,[它们是仅在其中之一上不同,]还是在质料和形式这两者上都不同。所以我说,一切变化彼此之间在两方面都不同。因为它们在质料上不同,是因为一者存在于这一范畴中,另一者存在于另一范畴中;增长和减少属于数量,生成关于实体,质变关于性质。他在“关于何者”〔一语〕中言说时正是指明了这一点;因为变化着的每一事物都是关于该事物而发生变化的,变化的模式被归入该事物之下。例如,生成和毁灭之物显然是关于实体而变化的,生成和毁灭也被归入实体之下。其余情况亦是如此。因此,它们的这一差异是显而易见的。而它们在形式上也不同,这对所有人都是清楚的。因为生成的形式是把生成着的事物引入实体之中,质变的形式是在受动性质方面产生变化,例如加热或冷却,使之变红或变白,或类似的事情,依据数量的变化的形式是向大小增添或从中扣除,而依据位置的变化的形式是使之向上或向下,或依据其余各个维度之一而运动。因此,这些事情作为公认的事实被他略去了。

语法注3 条
  1. 1.116ἐν ᾧ ζητήσει

    关系代词短语 ἐν ᾧ 并非机械地指代紧邻的前行词,而是指亚里士多德提出的两项探究中的第二项(πῶς αὔξεται τὰ αὐξόμενα)这一整个探究过程,即“在其中[第二项课题中]他将探讨……”。

  2. 1.116ἰδεῖν * * * ἢ κατ’ ἄμφω διαφέρουσι

    在文本脱文( *)之后紧接着出现了选言连词 ἤ。根据前文对技术的三分法(仅在质料、仅在形式、或兼具二者),脱文处原应包含表示二者择一的前半部分(如“它们是否仅在其中之一上不同”),残存的 ἤ 则引出与之对应的后半选言支:“还是在两者上都不同”。

  3. 1.116ἐν τῷ περὶ ὅ

    定冠词 τῷ 使介词短语 περὶ ὅ 名词化,直接引用并指示亚里士多德原文中的词句“关于其[发生变化]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:69.26-71.3