← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§5.26-7.4

元素的相互转化与全书论述结构

菲洛波诺斯论证了元素互为生成的方式并非基于现实的内在(分离),亦非还原为原子或平面,而是基于彼此之间的转化,并概述了亚里士多德从《论天》过渡至《论生成与灭绝》第一卷和第二卷的论述结构与逻辑意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#4

οὐκ ἄρα ἐξ ἄλλου τινὸς γίνονται· ἐξ ἀλλήλων ἄρα. εἰ δὲ ἐξ ἀλλήλων, ἤτοι δυνάμει ἀλλήλοις ἐνυπαρχόντων ἢ ἐνεργείᾳ.1 ἀλλ’ εἰ μὲν ἐνεργείᾳ ἀλλήλοις ἐνυπάρχοντα γεννᾶται ἐξ ἀλλήλων, κατὰ ἔκκρισιν ἔσται ἡ γένεσις, καθάπερ οἱ περὶ Ἀναξαγόραν ὑπετίθεντο. ἀλλὰ τοῦτο, φησίν, ἀδύνατον· εἰ γάρ, φησί, τῷ ἐκκρίνεσθαι γεννᾶται ταῦτα ἐξ ἀλλήλων, οἷον εἰ τῷ ἐνυπάρχειν ἐν τῷ ὕδατι κατ’ ἐνέργειαν ἀέρος ὁμοιομερείας γεννᾶται [δὲ] ἐξ ὕδατος ἀήρ, καὶ τῶν ἄλλων ἕκαστον, ἀνάγκη ἤτοι στῆναί ποτε τὴν γένεσιν, τῶν μὲν ἄλλων ὁμοιομερειῶν ἐξαναλωθεισῶν (ἀέρος φημὶ καὶ πυρὸς καὶ γῆς) τῶν δὲ τοῦ ὕδατος μόνων ὑπολειφθεισῶν, ὡς μηκέτι ἐξ αὐτῶν ἄλλο τι δύνασθαι τῶν στοιχείων ἐκκρίνεσθαι· ἢ οὖν τοῦτο τὸ εἰρημένον συμβήσεται, τὸ στῆναι τὴν γένεσιν, ἢ εἴπερ εἰσαεὶ δοίης γίνεσθαι ἐξ ἀλλήλων τὰ στοιχεῖα, ἄπειρα ἀνάγκη ὑποθέσθαι σώματα ἐν τῷ αὐτῷ ἐνεργείᾳ ὑπάρχοντα, ὅπερ ἀδύνατον. λείπεται οὖν ἐξ ἀλλήλων γεννᾶσθαι τὰ στοιχεῖα, τῷ δυνάμει ἐνυπάρχειν ἀλλήλοις. δυνάμει δὲ ἀλλήλοις ἐνυπάρχουσιν ἢ τῷ ἀναλύεσθαι εἰς πρῶτα καὶ κοινὰ τῶν πάντων στοιχεῖα, ἅπερ οἱ μὲν ἄτομα σώματα ἔλεγον (καθάπερ οἱ περὶ Λεύκιππον καὶ Δημόκριτον) οἱ δὲ ἐπίπεδα (ὥσπερ Πλάτων), ἢ τῷ δύνασθαι εἰς ἄλληλα μεταβάλλειν. ἀλλ’ ὅτι μὲν οὐ τῷ ἀναλύεσθαι εἰς πρῶτα στοιχεῖα ἔδειξεν (οὔτε γὰρ ἄτομα σώματα δυνατὸν εἶναι, καὶ τὸ εἰς ἐπίπεδα διαλύειν τὸ σῶμα εὔηθες εἶναί φησι· τοῦ γὰρ αὐτοῦ ἂν εἴη σώματα εἰς ἐπίπεδα διαλύειν καὶ ἐπίπεδα εἰς γραμμὰς καὶ ταύτας εἰς σημεῖα,2 ὡς εἶναι τὰ σώματα ἐκ σημείων συγκείμενα, ὅπερ ἔσχατόν ἐστιν ἄτοπον)· λείπεται τοίνυν ἄλλον τρόπον ὑποθέσθαι ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα. Τὸν τρόπον δὲ τῆς ἐξ ἀλλήλων γενέσεως ζητῶν, ἐπὶ τὸν περὶ τῶν δυνάμεων αὐτῶν καὶ παθῶν καὶ κινήσεων ἦλθε λόγον. καὶ εἰπὼν ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου, ὅτι χρὴ πάσας τὰς πρὸς ἄλληλα διαφορὰς αὐτῶν διεξελθεῖν, τάς τε κατὰ τὰς δυνάμεις ἤτοι ῥοπὰς αὐτῶν ἐξεταζομένας καὶ τὰς κατὰ ποιότητα, τάς τε ποιητικὰς καὶ παθητικάς, ἐν τῷ τετάρτῳ βιβλίῳ διαλέγεται περὶ βαρύτητος καὶ κουφότητος, καθ’ ἃς ἡ φυσικὴ κίνησις αὐτῶν γίνεται καὶ τόπον οἰκεῖον ἕκαστον μετείληχε. μέλλων δὲ καὶ περὶ τῶν ἄλλων διαφόρων δυνάμεων αὐτῶν εἰπεῖν, καθ’ ἃς γίνεται αὐτοῖς καὶ ἡ εἰς ἄλληλα μεταβολή, δι’ ὧν καὶ ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως σαφηνίζεται καὶ ὁ ἀριθμὸς αὐτῶν ἀναφαίνεται πόσα τέ ἐστι καὶ τίνα, εἰκότως πρὸ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν στοιχείων περὶ τῆς ἁπλῆς γενέσεως καὶ φθορᾶς ποιεῖται τὴν διδασκαλίαν3 ἐν τῷ πρώτῳ τῆς προκειμένης πραγματείας βιβλίῳ, οὐ ζητῶν εἰ ἔστι γένεσις (τοῦτο γὰρ ἐν τῇ Περὶ οὐρανοῦ παραδέδωκεν), ἀλλὰ διδάσκων τί τέ ἐστι καὶ τίνι τῶν ἄλλων διενήνοχε μεταβολῶν, ἀλλοιώσεώς τε καὶ αὐξήσεως. καὶ γυμνάσας πάντα ὅσα ἐχρῆν ζητῆσαι τὸν περὶ τῆς καθόλου γενέσεως καὶ φθορᾶς ποιούμενον λόγον, ἐφεξῆς προτίθεται περὶ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν ἁπλῶν σωμάτων διαλαβεῖν, ἅπερ στοιχεῖά ἐστι πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ συνθέτων σωμάτων. ἐπειδὴ δὲ πρὸς τὴν τούτων διδασκαλίαν ἀναγκαῖος ὁ περὶ ἁφῆς καὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ μίξεως λόγος, προλαμβάνει τὴν περὶ τούτων ζήτησιν. καὶ ἐν τούτῳ τὸ πρῶτον συμπληρώσας βιβλίον, ἐν τῷ δευτέρῳ λόγῳ εἰς τὴν τῶν στοιχείων ἐμβάλλει διδασκαλίαν, ζητῶν τὰς ποιητικὰς αὐτῶν καὶ παθητικὰς διαφοράς, καὶ διὰ τούτων, καθὼς προείρηται, τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως ἀνευρίσκων καὶ τὴν ἀπόδειξιν τοῦ τοσαῦτα μόνα εἶναι τὰ στοιχεῖα. ἐξ ἀρχῆς 〈γὰρ〉 ἐν τῇ Περὶ οὐρανοῦ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστιν, εἰσύστερον τὴν τούτων ἀπόδειξιν καταλέλοιπε.

因此,它们并非由某种其他事物生成;那么,便是互为生成的。而若是互为生成,则要么是通过以潜能相互内在,要么是通过以现实相互内在。但是,如果它们是通过以现实相互内在而互为生成,生成便将是通过分离发生的,正如阿那克萨哥拉一派所设想的那样。他说,但这绝不可能;因为他说,如果这些元素是通过被分离出来而互为生成的——例如,由于空气的同质部分以现实内在存在于水中,空气由水生成,其余各元素亦是如此——那么要么生成必然在某个时候止息,因为其他的同质部分(我指的是空气、火和土的同质部分)已被耗尽,而唯独留下了水的同质部分,以至于不再能从它们中分离出其他任何元素;那么,要么将发生上述这种情况,即生成止息;要么,如果你假定元素互为生成是永恒持续的,便必然假定有无限的物体以现实存在于同一事物之中,而这是不可能的。因此,剩下的结论便是:元素是通过以潜能相互内在而互为生成的。而它们以潜能相互内在,要么是通过分解为一切事物最初的共同元素——有些人称之为不可分的物体[原子](如留基伯和德谟克利特一派),另一些人则称之为平面(如柏拉图)——要么是通过能够相互转化。然而,他表明了并非通过分解为最初的元素(因为不可分的物体实存是不可能的,而他说将物体分解为平面是荒唐的;因为将物体分解为平面、将平面分解为线、再将线分解为点,以至于物体是由点组合而成的,属于同样的荒谬逻辑,而这是极端的荒谬);因此,剩下的结论便是假定元素互为生成的另一种方式。 在探究它们互为生成的方式时,他进入了关于它们的能力、受动与运动的讨论。在第三卷的末尾,他谈到必须详尽考察它们相互之间的一切差异——包括根据它们的能力即倾向所考察的差异,以及根据性质的差异,即能动的和受动的差异——之后,在第四卷中他讨论了重与轻,它们的自然运动便是据此发生的,且每一元素都由此获得了其特有的处所。由于他还将论述它们的其他各种不同的能力,它们相互之间的转化亦是据此发生的,借助这些能力,它们互为生成的方式得以澄清,且它们的数目——究竟有多少以及是哪些——亦显明出来,因此理所当然地,在论述元素互为生成之前,他在本专著的第一卷中讲授了单纯的生成与灭绝,并非探究生成是否存在(因为这一问题他在《论天》中已经传授过了),而是讲授生成究竟是什么,以及它与其他的变化——即性质变化和生长——有何区别。在对探讨普遍生成与灭绝的论述者所必须探究的一切问题进行了充分的探讨之后,接下来他着手论述单纯物体的互为生成,这些单纯物体是一切处于生成与灭绝之中的复合体的元素。但由于关于接触、能动与受动以及混合的讨论对于这些内容的讲授是必需的,他便预先展开了关于这些论题的探究。以此结束了第一卷之后,他在第二篇论述中着手讲授元素,探究它们能动的与受动的差异,并通过这些差异(如前所述)探明它们互为生成的方式,并证明元素仅有这么多种。因为最初在《论天》中,他将元素为四种作为一个公认的事实接受下来之后,将关于这一点的证明留待后文。

语法注3 条
  1. 1.0εἰ δὲ ἐξ ἀλλήλων, ἤτοι δυνάμει ἀλλήλοις ἐνυπαρχόντων ἢ ἐνεργείᾳ

    在 εἰ δὲ ἐξ ἀλλήλων 中省略了动词 γίνονται。随后的 ἤτοι δυνάμει ἀλλήλοις ἐνυπαρχόντων ἢ ἐνεργείᾳ 是一个省略了主语名词(τῶν στοιχείων)的属格独立结构,表伴随情况或条件:“要么在它们以潜能或现实相互内在的情况下”。

  2. 1.0τοῦ γὰρ αὐτοῦ ἂν εἴη σώματα εἰς ἐπίπεδα διαλύειν καὶ ἐπίπεδα εἰς γραμμὰς καὶ ταύτας εἰς σημεῖα

    τοῦ αὐτοῦ 是与 ἂν εἴη 连用的表特征/属性的述语属格(“属于同一种人/同样的谬误逻辑”),后面由 καί 连接的一系列不定式短语(σώματα εἰς ἐπίπεδα διαλύειν 等)作为整个句子的语法主语。

  3. 1.0μέλλων δὲ καὶ περὶ τῶν ἄλλων διαφόρων δυνάμεων αὐτῶν εἰπεῖν... εἰκότως πρὸ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν στοιχείων περὶ τῆς ἁπλῆς γενέσεως καὶ φθορᾶς ποιεῖται τὴν διδασκαλίαν

    句首的分词 μέλλων 引导一个表原因的分词短语,其中嵌套了两个关系从句(καθ’ ἃς... 与 δι’ ὧν...),并通过长距离倒置(hyperbaton)与主句的主动词 ποιεῖται 相隔。句子的基本骨架为:“由于[亚里士多德]还打算论述其他能力(μέλλων... εἰπεῖν),理所当然地(εἰκότως)……他进行了讲授(ποιεῖται τὴν διδασκαλίαν)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:5.26-7.4