← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§68.12-69.25

自身情状与质变及质料的定义

斐洛庞奴斯通过通晓音乐之人的例子阐明,为何唯有依据持存底层载体的自身情状发生的变化才构成质变,并将亚里士多德晦涩的文句重构成倒置结构。随后他区分了数量、性质与位置上的变化,并界定了作为实体基底的严格意义上的质料与作为一切变化底层载体的广义质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.113

" Εἰ μὲν οὖν τούτου μὴ πάθος ἦν καθ’ αὑτὸ ἡ μουσική." Ὃ φησι διὰ τούτων τοιοῦτόν ἐστιν. ἡ μεταβολή, φησί, τοῦ ἀέρος εἰς ὕδωρ οὐκ ἔστιν ἀλλοίωσις, ἐπειδὴ ἐκεῖνο καθ’ ὅ ἐστιν ἡ μεταβολή, κατὰ θερμὸν δὲ καὶ ψυχρὸν δηλονότι, οὐκ ἔστι πάθος τοῦ μεταβάλλοντος καθ’ αὑτό. ἔστι δὲ τὸ μεταβάλλον τὸ διαφανές. τὸ γὰρ θερμὸν καὶ ψυχρὸν πάθος οὐκ ἂν λεχθείη τοῦ διαφανοῦς εἶναι, εἰ μὴ κατὰ συμβεβηκός, τῷ αὐτά, τό τε θερμόν φημι καὶ τὸ ψυχρόν, τῇ αὐτῇ ὑπάρχειν ὕλῃ. ὅταν γὰρ πάθος καθ’ αὑτὸ ὑπάρχῃ τοῦ μεταβάλλοντος τὸ καθ’ ὃ γίνεται ἡ μεταβολή, ἀλλοίωσίς ἐστι τηνικαῦτα, ὡς ἔχει ἐπὶ τοῦ μουσικοῦ ἀνθρώπου καὶ ἀμούσου. κἀνταῦθα γάρ, εἰ μὴ τὸ μουσικὸν πάθος καθ’ αὑτὸ ὑπῆρχε τοῦ ἀνθρώπου, ἀλλ’ ἦν κατὰ συμβεβηκὸς τῷ εἶναι ἐκείνου πάθος οὗ καὶ ἄνθρωπος πάθος ὑπῆρχεν,1 ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ διαφανοῦς ἐλέγετο ὑπάρχειν, οὐκ ἂν ἀλλοίωσις ἡ ἐκ μουσικοῦ εἰς ἄμουσον μεταβολή, ἀλλὰ γένεσις, καθάπερ ἡ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολή. νῦν δὲ ἐπειδὴ ἀνθρώπου πάθος καθ’ αὑτὸ τὸ μουσικὸν καὶ τὸ ἄμουσον, τοῦ μὲν ἀνθρώπου ἀλλοίωσις ὑπάρχει ἡ κατὰ τὸ μουσικὸν καὶ ἄμουσον μεταβολή, τοῦ δὲ ὅλου τούτου τοῦ μουσικοῦ ἀνθρώπου καὶ ἀμούσου ἀνθρώπου γένεσις καὶ φθορά· τὶς γὰρ γένεσις ἡ ἀλλοίωσις ἐλέχθη εἶναι. Τὴν δὲ λέξιν ὑπερβατῶς συντεταγμένην2 καὶ ταύτῃ ἀσαφῆ οὖσαν οὕτως ἀναγνωστέον ‘εἰ μὲν οὖν τούτου μὴ πάθος ἦν καθ’ αὑτὸ ἡ μουσικὴ καὶ ἀμουσία, τοῦ μὲν γένεσις ἦν ἂν τοῦ δὲ φθορά’, εἶτα ἐφεξῆς τὸ ‘νῦν δὲ πάθος τοῦτο τοῦ ὑπομένοντος’, καὶ τότε τὸ ‘διὸ ἀνθρώπου μὲν ταῦτα πάθη, ἀνθρώπου δὲ μουσικοῦ καὶ ἀνθρώπου ἀμούσου γένεσις καὶ φθορά’, εἶθ’ ὕστερον τὸ ‘διὸ ἀλλοίωσις ταῦτα’. ἡ γὰρ τοῦ μουσικοῦ καθὸ μουσικός ἐστι γένεσις λεγομένη ἀλλοίωσίς ἐστιν. ἴσως δὲ καὶ κατὰ γραφικὸν πταῖσμα παρεντεθὲν τὸ διὸ ἀλλοίωσις ταῦτα αἴτιον ἀσαφείας γέγονε, καὶ χωρὶς αὐτοῦ τῆς διανοίας σῳζομένης.

“因此,如果通晓音乐并不是这[基底]本身的自身情状。” 他通过这些话所说的意思是这样的:他说,空气向水的变化不是质变,因为变化所依据的那一方面——显然是依据热与冷——并非变化者自身的自身情状。而变化者是透明者。因为热与冷不会被说是透明者的情状,除非是偶性地,由于它们本身——我指的是热与冷——属于同一质料。因为当变化所依据的那一方面作为自身情状属于变化者时,那时就是质变,正如在有音乐修养的人与无音乐修养的人的情况中那样。因为在那里也是如此,如果音乐修养这一情状并非自身属于人,而是偶性地属于人(由于它是某物的情状,而人也是该物的情状,就像热与冷被说成属于透明者那样),那么从有音乐修养到无音乐修养的变化就不会是质变,而是生成,就像从空气向水的变化一样。但现在,由于有音乐修养与无音乐修养是人的自身情状,因此依据有音乐修养与无音乐修养的变化对人而言是质变,但对有音乐修养的人和无音乐修养的人这整个复合物而言则是生成与毁灭;因为质变曾被说是某种生成。而这段由于倒置排列因而显得不清晰的文句,应当这样来读:“因此,如果通晓音乐与不通晓音乐并不是这[基底]本身的自身情状,那么对一方而言就是生成,对另一方而言就是毁灭”,然后接着是“但现在,这是持存者的情状”,然后再是“因此对人而言这些是情状,但对有音乐修养的人和无音乐修养的人而言则是生成与毁灭”,此后接着是“因此这些是质变”。因为有音乐修养的人就其有音乐修养而言所谓的生成,其实就是质变。也许,“因此这些是质变”这句话是因抄写错误而被插入的,从而成了晦涩的原因,即便没有它,文意也是完备的。

§1.114

"Ὅταν μὲν οὖν κατὰ ποσὸν ᾖ ἡ μεταβολή." Διὰ τούτων νῦν ὁ Ἀριστοτέλης διδάσκει ὅτι οὐ πᾶσα ἡ κατὰ συμβεβηκὸς μεταβολὴ τοῦ ὑποκειμένου καὶ αἰσθητοῦ ἀλλοίωσις, ὡς ἄν τις ἐκ τῶν προειρημένων ἔδοξεν ἀκούειν. καὶ γὰρ τὸ τηλικούτῳ αὐτῷ εἶναι συμβεβηκός ἐστι, καὶ ἡ κατὰ τοῦτο ἐναντίωσις μέγεθός ἐστι καὶ σμικρότης, ταῦτα δὲ τοῦ ποσοῦ, οὐ τῆς ποιότητος. εἰ οὖν κατὰ τὴν ἐν τῷ ποσῷ ἐναντιότητα μεταβάλλει τὸ ὑποκείμενον αἰσθητὸν ὄν, αὔξησις καὶ μείωσις ἡ τοιαύτη μεταβολή· εἰ δὲ κατὰ πάθος καὶ κατὰ τὴν παθητικὴν ποιότητα γένοιτο ἡ μεταβολή, ἀλλοίωσις· εἰ δὲ καὶ κατὰ τόπον καὶ τὴν κατὰ τοῦτον ἐναντίωσιν, φορὰ ἡ τοιαύτη ἔσται μεταβολή. ταῦτα μὲν οὖν τὰ καθ’ ἃ γέγονεν ἡ μεταβολή, ὑπομενούσης τῆς αἰσθητῆς οὐσίας ἡστινοσοῦν, συμβεβηκότα ὑπάρχει· ὅταν δέ, φησί, μηδὲν ὑπομένῃ αἰσθητὸν οὗ πάθος ἢ συμβεβηκός τί ἐστι καθ’ ὃ ἡ μεταβολὴ γέγονε (τὸ γὰρ θάτερον τὸ καθ’ ὃ ἡ μεταβολὴ γίνεται σημαίνει),3 τότε γένεσίς ἐστι καὶ φθορά.

“因此,当变化是就数量而言时。” 通过这些话,亚里士多德现在教导我们,并非可感觉底层载体的每一偶性变化都如有人可能会以为从前文所说的内容中理解到的那样是质变。因为具有如此这般的大小对它而言也是偶性,依据这一点的对立是巨大与微小,而这些属于数量,不属于性质。因此,如果作为可感觉者的底层载体依据数量中的对立发生变化,这样的变化就是增长与减少;如果变化依据情状并依据受动性质而发生,这就是质变;如果也依据位置以及依其而有的对立而发生,这样的变化就是位移。因此,在任何一种可感觉实体持存的情况下,变化据以发生的这些属性作为偶性而存在;他说,但是当没有任何可感觉者持存,使得变化所依据的属性成为其情状或偶性时(因为“另一者”表示变化据以发生的那个属性),那时就是生成与毁灭。

§1.115

"Ἔστι δὲ ἡ ὕλη μάλιστα μὲν κυρίως τὸ ὑποκείμενον." Ἐνταῦθα τὴν ἀκριβῆ δόξαν Ἀριστοτέλους ἔχεις περὶ τοῦ τῆς ὕλης σημαινομένου. κυρίως μὲν γάρ, φησίν, ὕλη λέγεται τὸ τῇ οὐσίᾳ ὑποκείμενον καὶ τῇ κυρίως γενέσει καὶ φθορᾷ, ἤδη δὲ καὶ πᾶν ὕλη ἐστὶν ἐκείνου ᾧτινι εἰς μεταβολὴν ὑπόκειται. ὡς γὰρ τοῦ γίνεσθαι μετέχει πάντα τὰ μεταβάλλοντα, οὕτως καὶ ὕλης· τὸ γὰρ ἐναντίων τινῶν ἐπιδεκτικὸν ὕλη ἐκείνου. ταύτῃ ἄρα καὶ ἡ κατ’ ἐνέργειαν οὐσία καὶ ἡ αἰσθητή, ὕλη ἐστὶν ἀλλοιώσεως καὶ αὐξήσεως καὶ φθορᾶς, ὥσπερ προείρηται.

“而质料最主要、最严格地说是底层载体。” 在这里,你看到了亚里士多德关于“质料”涵义的精确观点。因为他说,严格而言,质料被称为实体的底层载体,以及严格意义上的生成与毁灭的底层载体,但任何事物只要为了变化而作为某物的基底存在,它就已经是该物的质料。因为正如所有变化着的事物都分有“生成”一样,它们也分有质料;因为那能够接纳某些对立面的东西,就是那些对立面的质料。因此就此而言,现实的且可感觉的实体,正如前文所说,也是质变、增长与毁灭的质料。

语法注3 条
  1. 1.113τῷ εἶναι ἐκείνου πάθος οὗ καὶ ἄνθρωπος πάθος ὑπῆρχεν

    带冠词的不定词与格 τῷ εἶναι 表示原因。其表语 ἐκείνου πάθος 受到关系代词 οὗ 引导的从句修饰,先行词为 ἐκείνου,构成嵌套从句结构:“由于它是某物的情状,而人也是该物的情状”(即原初质料或一般物体)。

  2. 1.113Τὴν δὲ λέξιν ὑπερβατῶς συντεταγμένην

    针对亚里士多德原文(319b26–31)中语序倒置(hyperbaton)造成的晦涩,斐洛庞奴斯将其各分句按逻辑顺序重新排布(ἀναγνωστέον:条件从句→归结从句→现实反衬→推论)。他还提出,末尾的 διὸ ἀλλοίωσις ταῦτα 可能是传抄错误(γραφικὸν πταῖσμα)导致的插句。

  3. 1.114τὸ γὰρ θάτερον τὸ καθ’ ὃ ἡ μεταβολὴ γίνεται σημαίνει

    此处注解了亚里士多德文句中 θάτερον(“另一者”)的指代对象。主语是 τὸ θάτερον,动词 σημαίνει 以名词化关系从句 τὸ καθ’ ὃ ἡ μεταβολὴ γίνεται(“变化据以发生的那一方面”,即偶性或情状)为宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:68.12-69.25