← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§66.10-68.11

可感觉载体的存续与质变的判准

评注亚里士多德《论生成与毁灭》319b10–319b21,基于底层载体的可感觉性及其固有情状阐明质变与生成的区别,并探讨元素转变中对立面与共同情状持存的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.109

" Ἀλλοίωσις μέν ἐστιν, ὅταν ὑπομένοντος τοῦ ὑποκειμένου αἰσθητοῦ ὄντος μεταβάλλῃ ἐν τοῖς ἑαυτοῦ πάθεσι." Καλῶς προστέθεικε τὸ αἰσθητοῦ ὄντος τοῦ ὑποκειμένου,1 τουτέστι τοῦ ὑποκειμένου αἰσθητοῦ ὄντος καὶ ὑπομένοντος, καθ’ ὃ αἰσθητόν ἐστιν ἐνεργείᾳ τόδε τι καὶ εἰδοπεποιημένον. τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ὕλης. καὶ γὰρ καὶ ἡ ὕλη ὑποκείμενον οὖσα ἡ αὐτὴ ὑπομένει κατὰ τὰς γενέσεις, καὶ ὅμως οὐκ ἀλλοίωσίς ἐστι τότε, ἀλλὰ γένεσις· οὐ γὰρ αἰσθητὸν ἡ ὕλη οὐδὲ ἐνεργείᾳ τόδε τι. ὅμοιον οὖν ὡς εἰ ἔλεγεν· ὅταν τὸ ὑποκείμενον συναμφότερον ὄν, ὕλη καὶ εἶδος, μεῖναν τὸ αὐτὸ μεταβάλλῃ κατά τι πάθος τοῦ συναμφοτέρου καὶ αἰσθητοῦ, τότε ἀλλοίωσίς ἐστιν· ἐπὶ γὰρ τῆς γενέσεως τὸ ὑποκείμενον ὅπερ ὑπομένει ἡ ὕλη ἐστὶ μεταβάλλουσα κατ’ εἶδος.2 τὸ δὲ ἐν τοῖς ἑαυτοῦ πάθεσι πρόσκειται δηλοῦν τὸ κατὰ τὰ ἐν ἑαυτῷ πάθη κινούμενον καὶ ἀλλάσσον ταῦτα τὰ πάθη, οὐ κατὰ τὴν σχέσιν τὴν πρὸς ἄλλο· τὰ γὰρ κατά τι πάθος ἔξωθεν μεταβάλλοντα μετέβαλλε μέν, οὐκ ἠλλοίωται δέ. οἷον τὸ δεξιὸν γινόμενον ἀντὶ ἀριστεροῦ ἤλλαγε μὲν τὸ πάθος, οὐ μὴν ἠλλοίωται· οὐδὲ γὰρ ἡ μεταβολὴ γέγονεν ἐν τοῖς ἐν αὐτῷ πάθεσιν ἃ ἀναδέδεκται· ἢ καὶ ὅταν ὁ δοῦλος γένοιτο δεσπότης ἢ ὁ δεσπότης δοῦλος. δύναται δὲ τὸ ἐν τοῖς ἑαυτοῦ πάθεσι σημαίνειν τὸ ἐφεξῆς μέλλον ῥηθῆναι, ὅπερ καὶ ἤδη προτεθεώρηται· ἐν γὰρ τῇ εἰς ἄλληλα μεταβολῇ τῶν στοιχείων κοινὸν μέν τι ὑπομένει, φησίν, αἰσθητόν, ἀλλ’ εἰς ὃ καὶ καθ’ ὃ ἡ μεταβολὴ οὐκ ἔστι πάθος τοῦ ὑπομένοντος. οἷον ἐν τῇ εἰς ὕδωρ μεταβολῇ τοῦ ἀέρος κοινὸν μὲν ὑπομένει τὸ διαφανὲς αἰσθητὸν ὄν, οὐ μὴν τοῦ διαφανοῦς οὔτε τοῦ ὑγροῦ πάθος ἐστὶ καθ’ ὃ ἡ μεταβολὴ τῷ ἀέρι εἰς τὸ ὕδωρ γίνεται, κατὰ τὸ θερμὸν δὲ καὶ ψυχρὸν ἡ μεταβολή. τὸ δὲ ἐφεξῆς εἰρημένον πρόδηλόν ἐστι. τὰ γὰρ κατὰ τὰ πάθη μεταβάλλοντα ἢ κατὰ τὰ ἐναντία καὶ ἄκρα πάθη ὧν ἔχει μεταβάλλει ἢ κατὰ τὰ μεταξύ. καὶ αὐτὰ δὲ τὰ μεταξὺ τῶν ἐναντίων μετέχοντα κατὰ τὰ ἐναντία ποιεῖται τὴν μεταβολήν· τὸ γὰρ φαιὸν μετέχον λευκοῦ καὶ μέλανος, εἰ μεταβάλοι εἰς μέλαν, οὐχ ᾗ μετέχει τοῦ μέλανος, ἀλλ’ ᾗ τοῦ λευκοῦ μετέχει τὴν εἰς τὸ μέλαν ποιεῖται μεταβολήν.

“当作为可感觉者的底层载体持存,而在其自身的情状中发生变化时,这就是质变。” 他恰当地补充了“底层载体作为可感觉者”,即底层载体作为可感觉者而持存,并且就其在现实中是“这个”且被赋予形式而言是可感觉的。而这是为了区别于质料而说的。因为质料虽也是底层载体,在诸生成中作为同一个东西持存,然而那时却不是质变,而是生成;因为质料既不是可感觉者,也不是现实中的“这个”。因此,这就像是他曾说过的那样:当下层载体作为质料与形式的复合物保持同一,而就复合物且可感觉者的某种情状发生变化时,那时就是质变;因为在生成的情况下,持存的底层载体是在形式方面发生变化的质料。加上“在其自身的情状中”,是为了表明那依据自身之内的情状而运动并改变这些情状的事物,而不是依据对外物的关系;因为那些依据外在某种情状而变化的事物固然是在变化,却没有发生质变。例如,变为右边而不是左边的东西,确实改变了其状态,却绝没有发生质变;因为这种变化并非发生在其所接受的自身之内的情状中;或者当奴隶成为主人,或主人成为奴隶时也是如此。而“在其自身的情状中”也可以指接下来将要谈到的、已经预先考察过的内容;因为他说,在元素向彼此的转变中,某种共同的可感觉者持存着,但变化所朝向并且据以发生变化的那个东西,并不是持存者的情状。例如在空气转变为水的过程中,透明者作为可感觉者共同持存,然而使空气向水发生变化的依据,既不是透明者的情状,也不是湿润者的情状,而变化是依据冷与热。接下来所说的则是显而易见的。因为依据情状而变化的事物,要么依据其所具有的对立而极端的情状发生变化,要么依据中间状态。而分有对立面的这些中间事物本身,也是依据对立面进行变化的;因为灰色分有白色与黑色,如果向黑色变化,并不是就其分有黑色而言,而是就其分有白色而言进行朝向黑色的变化的。

§1.110

"Ὅταν δὲ ὅλον μεταβάλῃ μὴ ὑπομένοντος αἰσθητοῦ τινος." Τὸ ὅλον μεταβάλῃ εἴρηκεν ἀντὶ τοῦ κατ’ οὐσίαν καθ’ ὅ τι [δὲ] ἐστί. τοῦτο δὲ γίνεται, ὅταν μηδὲν ὑπομένῃ αἰσθητὸν ὡς ὑποκείμενον. τὸ δὲ ‘ἐξ ἅπαντος’ καὶ ‘ἐξ ἁπάσης’ τοῦ αὐτοῦ ἐστι σημαντικόν, τὴν καθ’ ὅλον καὶ κατ’ οὐσίαν δηλοῦν μεταβολήν.

“但是,当全体发生变化,没有任何可感觉者持存时。” 他说“全体发生变化”,是用以代替就实体而言、就其所是自身而言[发生变化]。而这发生在没有任何可感觉者作为底层载体而持存的时候。“从整体”与“从全部”表示同一件事,表明就全体而言和就实体而言的变化。

§1.111

"Μάλιστα δ’ ἂν ἡ μεταβολὴ γίνηται ἐξ ἀναισθήτου εἰς αἰσθητὸν ἢ ἁφῇ." Οὐχ ὅτι μάλιστα γένεσις τότε, ἀλλ’ ὅτι δοκεῖ τοῖς πολλοῖς, οἳ τῷ αἰσθητῷ καὶ μὴ αἰσθητῷ τὸ ὂν καὶ τὸ μὴ ὂν ὁρίζονται, ὡς εἴρηκε πρὸ ὀλίγου. ἁφῇ δὲ ἀναίσθητον τὸ μὴ στερεὸν μηδὲ ἀντιτυπίαν ἔχον φησίν, ὥσπερ καὶ τὸ ταῦτα ἔχον αἰσθητὸν ἁφῇ, ὡς ἔχει γῆ καὶ ὕδωρ πρὸς ἀέρα.

“尤其是如果变化是从不可感觉者向可感觉者,或向触觉[可感觉者]发生时。” 这并不是因为那时最是生成,而是因为大众如此认为,正如他不久前所说,他们用可感觉与不可感觉来规定存在与非存在。他称“对触觉不可感觉”是指非坚硬且没有抗拒力的东西,正如具有这些属性的东西是对触觉可感觉的,就像土和水相对于空气那样。

§1.112

"Ἐν δὲ τούτοις ἄν τι ὑπομένῃ τὸ αὐτὸ πάθος ἐναντιώσεως3 ἐν τῷ γενομένῳ καὶ τῷ φθαρέντι." Νῦν μὲν τὴν προειρημένην ἀπορίαν γυμνάζει, ὃ δέ φησι τοῦτό ἐστι· τῶν εἰς τὰ ἐναντία μεταβαλλόντων, ἐὰν κοινόν τι πάθος ὑπομείνῃ, ὡς ἐπὶ τοῦ ὕδατος καὶ ἀέρος * * * ἡ γὰρ ὕλη εἰς τὰ ἐναντία μεταβάλλει ἀὴρ καὶ ὕδωρ γινομένη· εἰς θερμὸν γὰρ καὶ ψυχρόν, ἅπερ ἐναντία τυγχάνει. ἐναντίωσιν δὲ ἢ τὰ σώματα ὑπὸ ἐναντίων διαφορῶν εἰδοποιούμενα εἴρηκεν, ἢ ἐναντίωσιν μὲν ἄκουε αὐτὰς τὰς ἐναντίας διαφοράς, πάθος δὲ ὃ θάτερόν ἐστι μέρος τῆς ἐναντιώσεως, ὅπερ τὸ αὐτὸ μένει ἔν τε τῷ γινομένῳ καὶ τῷ φθαρέντι. κοινῶς δὲ εἰπὼν ἐπὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος τὸ εἰ ἄμφω διαφανῆ, ἐπήνεγκε τὸ ἢ ψυχρά, οὐχ ὡς τοῦ ἀέρος ψυχροῦ τὴν φύσιν ὄντος, ἀλλ’ ὡς ἐπὶ παραδείγματος τὸν λόγον προαγαγών. ἀληθέστερον δὲ ἦν εἰπεῖν ‘ἢ ὑγρά’· ἄμφω γὰρ ὑγρά. δυνατὸν δὲ τὸ ἢ ψυχρὰ ὡς ἐν ὑποδείγματι εἰς ἕτερα στοιχεῖα τοῦ λόγου μεταβαίνοντος ἀκούειν, ὡς ἐπὶ γῆς καὶ ὕδατος· ἄμφω γὰρ ψυχρά. ἐν τῇ εἰς ἄλληλα οὖν τούτων μεταβολῇ ὑπομένει τὸ ψυχρόν.

“而在这些事物中,如果有对立面的某个相同情状在生成者和毁灭者中持存。” 现在他探讨前面提到的疑难,他的意思是:在向对立面变化的事物中,如果有某种共同的情状持存,正如在水和空气的情况中……因为质料在变成空气和水时向对立面变化;即向热与冷变化,而这些恰好是对立面。他所说的“对立”,或者是指被对立差异赋予形式的物体;或者将“对立”理解为那些对立差异本身,而将“情状”理解为对立的一方,它在生成者和毁灭者两者中作为同一个东西保留下来。当他在空气和水的情况中共同说到“如果两者都是透明的”之后,又接着说了“或者[两者都是]冷的”,这并不是因为空气按本性是冷的,而是作为例证推进论证。说“或者[两者都是]湿的”本会更真实,因为两者都是湿的。但是也可以将“或者冷的”理解为论证作为范例过渡到了其他元素,正如在土和水的情况中那样;因为两者都是冷的。因此在它们的相互转变中,冷持存下来。

语法注3 条
  1. 1.109τὸ αἰσθητοῦ ὄντος τοῦ ὑποκειμένου

    中性单数定冠词 τό 将其后整个属格独立结构 αἰσθητοῦ ὄντος τοῦ ὑποκειμένου 名词化作直接宾语,用以引用原文中的词句(“‘底层载体作为可感觉者’这一表述”)。

  2. 1.109ὅπερ ὑπομένει ἡ ὕλη ἐστὶ μεταβάλλουσα κατ’ εἶδος

    关系从句 ὅπερ ὑπομένει(“所持存者”)限定主语 τὸ ὑποκείμενον,谓语为 ἡ ὕλη ἐστὶ μεταβάλλουσα(“是在形式方面发生变化的质料”)。分词 μεταβάλλουσα 与表语名词 ἡ ὕλη 一致,说明其变化中的状态。

  3. 1.112πάθος ἐναντιώσεως

    注疏者对属格 ἐναντιώσεως 提出了两种句法解释:其一,将其理解为领属属格,指被对立差异赋形的物体;其二,将其理解为部分属格,ἐναντίωσις 指对立差异本身,而 πάθος 则是该对立性的两个部分之一(θάτερον μέρος τῆς ἐναντιώσεως)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:66.10-68.11