- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:65.6-66.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论证了在元素相互转化中,冷、热、湿是构成无形式质料的形式差异而非偶性情态,进而指出这些性质自身在种或数目上已被更新,因此留存的唯有质料,转化是生成而非变异。
οὕτως οὖν κἀνταῦθα τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ μὲν ὑγροῦ οὐκ ἂν εἴη πάθη, εἰ μὴ κατὰ συμβεβηκός, τῆς δὲ ὕλης αὐτά τε ταῦτα, τὸ θερμὸν καὶ τὸ ψυχρόν φημι, καὶ ἡ ὑγρότης πάθη ὑπάρχουσι τῆς ὕλης τῆς ἀνειδέου,1 πάθη δὲ εἰδοποιὰ καὶ τελειωτικά· εἰ γὰρ πάθος καὶ συμβεβηκὸς τοῦ ὑγροῦ τὸ ψυχρόν, τὸ ὕδωρ οὐκ ἔχει τὸ εἶναι κατὰ τὴν ὑγρότητα καὶ ψυχρότητα, ἀλλὰ κατὰ τὴν ὑγρότητα μόνον. ὁμοίως δὲ καὶ τοῦ ἀέρος οὐχὶ ὑγρότης καὶ θερμότης, ἀλλ’ ἡ ὑγρότης μόνη ἐστὶ συμπληρωτική. εἰ δὲ ἡ ὑγρότης ἀμφοτέρων συμπληρωτικὴ τῆς οὐσίας ἐστί, τοῦ ὕδατος καὶ τοῦ ἀέρος, οὐχ ἕξουσι διαφορὰς αἷς χωρισθήσονται κατ’ οὐσίαν· τὰ γὰρ πάθη οὐ ποιεῖ διαφορὰς οὐσιώδεις. οὐκ ἄρα πάθη τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ ἀέρος καὶ τοῦ ὕδατος, καθ’ ἃ καὶ μεταβάλλουσιν ἐν τῇ ἐξ ἀλλήλων γενέσει. ἀλλ’ οὐδὲ τοῦ ὑγροῦ πάθος καὶ συμβεβηκὸς τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἐπεὶ οὐκ ἂν συνδυασθέντα μίαν ἀπετέλεσαν οὐσίαν. εἰ δὲ μὴ πάθος, οὐδὲ ἀλλοίωσις, ὥσπερ ἔφασκεν ἡ ἀπορία· ἀλλοίωσις γὰρ ἐρρέθη εἶναι, ὅταν πάθος καὶ συμβεβηκὸς ὑπάρχῃ, καθ’ ὃ μεταβάλλει τὸ μεταβάλλον. Προσθείη δ’ ἄν τις τοῖς εἰρημένοις καὶ τοῦτο, ὅτι οὐδὲ κυρίως ἡ αὐτὴ ὑγρότης ἐν ἀέρι καὶ ἐν ὕδατι, οὐδὲ διαφάνεια ἀπαραλλάκτως ἡ αὐτή· ὁ γὰρ ἀὴρ καὶ διαφανέστερός ἐστι τοῦ ὕδατος καὶ ὑγρότερος. ὥστε οὐκ ἔμεινεν ἀπαθὴς ἐν τῇ εἰς ἀέρα ἐξ ὕδατος μεταβολῇ οὔτε ἡ ὑγρότης τοῦ ὕδατος οὔτε ἡ διαφάνεια, ἐπεὶ οὐδ’ ἡ ἐν ἀέρι καὶ ἐν πυρὶ θερμότης κατ’ εἶδος ἡ αὐτή ἐστι. καὶ ἐν τοῖς συνθέτοις δὲ πολλά ἐστι κατὰ γένος θερμὰ τῷ εἴδει διαφέροντα· ἄλλη γὰρ ἡ ἐν οἴνῳ θερμότης, καὶ ἄλλη ἡ ἐν πέπερι ἢ καστορείῳ ἢ βαλσάμῳ καὶ τοῖς παραπλησίοις. δεῖ οὖν εἰδέναι ὅτι ὥσπερ εἰ ἐξ οἴνου αἷμα γένοιτο, ὅλη ἡ τοῦ οἴνου ἰδέα φθείρεται καὶ ἄλλη τις κατ’ εἶδος ἡ ἐν τῷ αἵματι θερμότης γίνεται, οὕτως καὶ ἐπὶ τῆς τῶν στοιχείων ἐξ ἀλλήλων συμβαίνει γενέσεως. καὶ εἴ τίς γε μὴ κατ’ εἶδος διάφορον εἶναι βούλοιτο τὴν ἐν πυρὶ καὶ ἀέρι θερμότητα ἢ τὴν ἐν ὕδατι καὶ ἀέρι ὑγρότητα, κατ’ ἐπίτασιν δὲ μόνον καὶ ἄνεσιν διαφέρειν, ἐκείνῳ γοῦν ἐξ ἀνάγκης συγχωρήσει, ἀριθμῷ διαφόρους εἶναι ταύτας.2 ὡς γὰρ τὸ σίνηπι ἢ τὸ πέπερι σπειρόμενον, εἰ καὶ τὴν αὐτὴν κατ’ εἶδος γεννᾷ θερμότητα ἐν τοῖς ἐξ αὐτῶν βλαστάνουσιν ὁμοειδέσιν οὖσιν, ἀλλ’ οὖν γε ἀριθμῷ διάφορος εἶναι ὡμολόγηται ἥ τε ἐν τῷ σπέρματι καὶ ἡ ἐν τῷ ἐξ αὐτοῦ γενομένῳ καρπῷ ποιότης, οὕτως ἀνάγκη καὶ ἐπὶ τῶν στοιχείων ἐννοεῖν ὅτι πάσης τῆς τοῦ ἀέρος ἰδέας φθειρομένης γίνεται τὸ ὕδωρ. εἰ οὖν καί τις συγχωρήσει καὶ ἐν τῷ ὕδατι κατ’ εἶδος τὴν αὐτὴν ὑγρότητα καὶ διαφάνειαν γεννᾶσθαι, ἀριθμῷ γοῦν ἑτέραν εἶναι λέγειν ἀναγκασθήσεται. ὥστε οὐδὲν ὑπομένει τοῦ ἀέρος πλὴν τῆς ὕλης. οὐκ ἄρα ἐξ εἰδοπεποιημένου εἰς εἰδοπεποιημένον ἡ μεταβολή, ἀλλ’ ἐξ ἀνειδέου εἰς εἰδοπεποιημένον, εἴπερ μόνον τὸ ἀνείδεον ὑπέμεινεν. ὥστε οὐδὲ ἀλλοίωσις ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή.
因此,在这里同样地,热与冷不可能属于湿润之物的情态,除非是偶性地归属;但对于质料而言,正是这些本身——我指的是热与冷——以及湿性,乃是作为无形式质料的情态而归属于它,而且是作为赋予形式和促成完满的情态。因为如果冷是湿润之物的情态与偶性,水就不会是依据湿性与冷性而具有存在,而只会是依据湿性具有存在。同样地对于气而言,不是湿性与热性,而唯有湿性是实体的构成要素。但如果湿性构成了二者——即水与气——的实体,它们便不会拥有赖以在实体上区分开来的差异;因为情态并不能构成实体性的差异。因此,热与冷并不是气和水的情态,尽管气与水在彼此的生成中是依据它们而发生变化的。但热与冷也不是湿润之物的情态与偶性,否则它们结合起来就不会促成一个单一的实体。而如果不是情态,那也就不是变异,正如疑难所声称的那样;因为变异曾被说成是:当变化之物借以改变的情态与偶性存在时,所发生的变化。 人们还可以在上述论述之外加上这一点:严格说来,在气中与在水中的湿性并不是同一种,透明性也并非毫无差别地同一;因为气比水更加透明,也更加湿润。因此在从水到气的变化中,水的湿性与透明性都没有保持未受影响,因为就连在气中与在火中的热性在种形式上也并非同一。而在复合事物中,也存在许多在属上属热而在种上相异的事物:因为在酒中的热性是一回事,而在胡椒、海狸香、香脂及类似物中的热性又是另一回事。因此应当知晓,正如如果由酒生成血,酒的整个形式便毁灭,而另一种在种形式上相异的热性在血液中产生那样,在元素彼此之间的生成中发生的情况也是如此。即使有人不愿承认在火与气中的热性、或者在水与气中的湿性在种形式上相异,而认为它们仅依据增强与减弱而有所不同,他也至少必然会让步于那一主张,即承认这些在数目上是相异的。因为正如被播种的芥菜或胡椒,即使在由它们萌发出的同种之物中生成了种形式上相同的热性,但在种子中的性质与在由此产生的果实中的性质在数目上相异乃是公认的,同样在元素的情形中也必然要认识到,随着气的整个形式的毁灭,水得以生成。因此,即使有人承认在水中也生成了种形式上相同的湿性与透明性,他也至少会被迫承认它们在数目上是相异的。因此,除了质料之外,气的任何东西都没有留存下来。所以,这一变化并非是从已被赋予形式之物走向已被赋予形式之物,而是从无形式之物走向已被赋予形式之物,如果留存下来的确实唯有那无形式之物的话。因此,从水到气的变化也绝非变异。
- 1.108τῆς δὲ ὕλης αὐτά τε ταῦτα, τὸ θερμὸν καὶ τὸ ψυχρόν φημι, καὶ ἡ ὑγρότης πάθη ὑπάρχουσι τῆς ὕλης τῆς ἀνειδέου
句首的属格 τῆς δὲ ὕλης 是前置的提引属格,并在后文的 τῆς ὕλης τῆς ἀνειδέου 中得以重述,作谓语动词 ὑπάρχουσι 的所属补足成分。句子的主语是 αὐτά τε ταῦτα ... καὶ ἡ ὑγρότης,πάθη 则作表语名词。
- 1.108ἐκείνῳ γοῦν ἐξ ἀνάγκης συγχωρήσει, ἀριθμῷ διαφόρους εἶναι ταύτας
ἐκείνῳ 为中性单数与格代词,作为 συγχωρήσει 的宾语,对后接的带不定词的宾格结构 ἀριθμῷ διαφόρους εἶναι ταύτας 进行先行指示(即“必会向那一事实让步,即承认它们在数目上相异”)。若将其误作指代人物的阳性代词,则句意无法贯通。
