← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§64.3-65.6

生成与变异的区别及元素转化的疑难

亚里士多德在《论生成与消灭》中基于载体与情态的区别界定生成与变异的差异,菲洛波诺斯对此提出了关于元素相互转化中的疑难(因某些性质留存从而可能被视为变异),并阐述了其解决之道,即热与冷并非留存性质的固有情态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.108#1

" Περὶ δὲ γενέσεως καὶ ἀλλοιώσεως λέγωμεν τίνι διαφέρουσι." Τίνι διενήνοχε γένεσις ἀλλοιώσεως εἴρηται μὲν αὐτῷ ἐπὶ βραχὺ καὶ πρόσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἀναλαβὼν πάλιν ἐν τάξει περὶ αὐτῶν λέγει. εἰρηκὼς γὰρ ὅσα περὶ γενέσεως ἐχρῆν ζητῆσαι, τί τέ ἐστι καὶ εἰ ἔστιν ὅλως καὶ ἐκ τίνος καὶ πόθεν γίνεται τὰ γινόμενα καὶ διὰ τί οὐκ ἐπιλείπει ἡ γένεσις, εὐκαίρως νῦν ζητεῖ τίνι διενήνοχε τῶν ἄλλων μεταβολῶν, καὶ πρῶτον τῆς ἀλλοιώσεως, διακρίνων αὐτὰς ἀλλήλων τοῦτον τὸν τρόπον. ἐπειδὴ γάρ, φησίν, ἔστι τὸ μέν τι ὑποκείμενον ὅπερ σημαίνει τὴν οὐσίαν, τὸ δὲ πάθος ὅπερ καὶ συμβεβηκὸς ὀνομάζεται, ἔστι δὲ κατὰ ἀμφότερα μεταβολή (καὶ κατὰ τὴν οὐσίαν, ὅπερ καλεῖ ὑποκείμενον, καὶ κατὰ τὸ πάθος, τουτέστι τὸ συμβεβηκός), ἡ μὲν κατὰ τὸ ὑποκείμενον μεταβολὴ γένεσίς ἐστιν, ἡ δὲ κατὰ τὰ πάθη μένοντος τοῦ ὑποκειμένου ἀμεταβλήτου ἀλλοίωσις. ταῦτα εἰπὼν ἀπορίαν τινά, ἣν ἄν τις ἀπερισκέπτως προήγαγε πρὸς τὰ εἰρημένα, ταύτην καὶ τίθησι γυμνάζων καὶ ἐπιλύεται. εἰ γὰρ ἡ περὶ τὸ ὑποκείμενον αἰσθητὸν ὂν καὶ τὸ αὐτὸ μένον γινομένη μεταβολή, τουτέστιν εἰ ἡ περὶ εἰδοπεποιημένον ὑποκείμενον γινομένη μεταβολὴ ἀλλοίωσίς ἐστιν, ἐπειδὴ ἐν τῇ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολῇ τὸ μὲν διαφανὲς καὶ ὑγρότης μένει, ἡ δὲ μεταβολὴ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν γίνεται, ἔσται ἡ τοῦ ἀέρος εἰς ὕδωρ μεταβολὴ ἀλλοίωσις· περὶ γὰρ ὑποκείμενον εἰδοπεποιημένον, τὸ διαφανές φημι καὶ ὑγρόν, γίνεται ἡ μεταβολή. κατὰ τὸν αὐτὸν δὲ λόγον ἔστιν ἀπορῆσαι κἀπὶ τῶν ἄλλων στοιχείων. πάντα γὰρ τὰ ἐφεξῆς ἀλλήλων τὴν μὲν ἔχουσι κοινὴν διαφοράν, τὴν δὲ ἑτέραν ἐναντίαν· πῦρ μὲν γὰρ καὶ ἀὴρ κοινωνοῦντα κατὰ τὸ θερμὸν διαφέρει κατὰ τὸ ὑγρὸν καὶ ξηρόν, ἀὴρ δὲ καὶ ὕδωρ τὴν αὐτὴν ἔχοντα ὑγρότητα ἐναντία ἐστὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. κοινὴ τοίνυν ἐπὶ τῶν ἐφεξῆς ἀλλήλων ἡ ἀπορία. πρὸς δὲ ταύτην ἀπαντῶν τὴν ἀπορίαν ὁ Ἀριστοτέλης φησὶν ὅτι εἰ μὲν πάθος ὑπῆρχε τοῦ ὑπομένοντος ὑγροῦ καὶ διαφανοῦς τὸ θερμὸν καὶ τὸ ψυχρόν, καθ’ ἃ ἡ εἰς ἄλληλα μεταβολὴ αὐτῶν γίνεται, ἀλλοίωσις ἦν ἄν,1 ὡς ἔχει ἐπὶ τοῦ θερμαινομένου ὕδατος καὶ ψυχομένου. ἐκεῖσε γάρ, ἐπειδὴ ἡ ἐγγινομένη τῷ ὕδατι ποιότης πάθος ἐστὶ καὶ συμβεβηκὸς μηδὲν συμβαλλομένη πρὸς τὸ εἶναι τῷ ὕδατι, ἀλλοίωσίς ἐστι τὸ γινόμενον· ἐπὶ δὲ τῆς ἐξ ἀέρος εἰς ὕδωρ μεταβολῆς τὸ θερμὸν καὶ τὸ ψυχρὸν οὐκ ἔστι πάθη τοῦ ὑγροῦ καὶ διαφανοῦς, εἰ μή τι ἄρα κατὰ συμβεβηκός, τῷ εἶναι ἀμφότερα τοῦ αὐτοῦ πάθη.2 ὡς ὅταν ἐπὶ Σωκράτους τὸ φαλακρὸν ὑπάρχειν φαίημεν τῷ λευκῷ κατὰ συμβεβηκός, τῷ ἀμφότερα καὶ τὸ λευκὸν καὶ τὸ φαλακρὸν τῷ αὐτῷ ὑπάρχειν· Σωκράτους γὰρ ἀμφότερα πάθη.

“关于生成与变异,让我们来谈谈它们因何而不同。” 生成与变异因何不同,他此前固然也简要地谈及过,然而现在他重新拾起,按次序来论述它们。因为在阐明了关于生成所应当探讨的诸项内容——它是什么,是否根本存在,生成之物由何且从何而来生成,以及生成为何不致停歇——之后,他现在适时地探讨它因何不同于其他变化,并且首先是不同于变异,以如下方式将它们彼此区分开来。他说,因为一方面存在着指称实体的载体,另一方面存在着也被称为偶性的状态,而变化乃是依据二者发生(既依据他称为载体的实体,也依据状态即偶性),所以依据载体的变化是生成,而当载体保持不变时依据诸状态的变化则是变异。在说明了这些之后,对于某人可能会对上述说法轻率提出的某一疑难,他既将其提出进行考察,又予以化解。因为,如果发生在可感知且保持同一的载体周围的变化——也就是说,发生在已被赋予形式的载体周围的变化——是变异,那么既然在从气到水的变化中透明性与湿润性得以保持,而变化是依据冷与热发生的,那么从气到水的变化就将是变异;因为变化乃是发生在一个被赋予形式的载体——即透明且湿润之物——周围。依据相同的论理,也可以在其他元素上提出这一疑难。因为凡彼此顺次相连者都具有一个共同的差异,而另一差异则是对立的:火与气在热上共有而在湿与干上相异,而气与水具有相同的湿性却在另一种对立关系上互相对立。因此这一疑难在彼此顺次相连的元素中是普遍存在的。面对这一疑难,亚里士多德回应说,如果它们借以互相转化的热与冷是作为情态属于那留存下来的湿润且透明之物,那么这就会是变异,正如在水被加热和被冷却的情形中那样。因为在那里,既然产生在水中的性质是情态和偶性,对水的存在毫无助益,所发生的事情便是变异;但在从气到水的变化中,热与冷并不是湿润且透明之物的情态,除非或许是偶性地如此,即因二者皆是同一事物的情态而偶性地归属。正如在苏格拉底的情形中,我们可能会说秃顶偶性地属于苍白,因二者——苍白与秃顶——都属于同一者;因为二者都是苏格拉底的情态。

语法注2 条
  1. 1.108εἰ μὲν πάθος ὑπῆρχε τοῦ ὑπομένοντος ὑγροῦ καὶ διαφανοῦς τὸ θερμὸν καὶ τὸ ψυχρόν, καθ’ ἃ ἡ εἰς ἄλληλα μεταβολὴ αὐτῶν γίνεται, ἀλλοίωσις ἦν ἄν

    采用未完成过去时直陈式的反事实条件句结构(条件从句 εἰ ... ὑπῆρχε,主句 ἦν ἄν)。它表明冷与热作为留存载体的固有情态这一假设是与事实相反的,表达了“如果……曾是情态,那就会是变异(但事实并非如此)”的逻辑推论。

  2. 1.108τῷ εἶναι ἀμφότερα τοῦ αὐτοῦ πάθη

    带与格定冠词 τῷ 加不定词 εἶναι 的实质化不定词结构,在此充当表示原因或根据的与格(原因与格):“因二者皆是同一事物的情态”。不定词的主语为宾格 ἀμφότερα,谓语名词为支配属格 τοῦ αὐτοῦ 的 πάθη。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:64.3-65.6