- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:62.28-64.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德《论生成与消灭》319a33–319b3。针对土与火等元素的质料是否相异的问题,指出若质料相异则相互生成将不可能,从而论证载体必为同一;进而解释质料就底层承载者而言是同一的,但就形式、实在存在或受容的定义而言则是相异的双重维度。
" Καὶ ἆρά γε ἑτέρα ἑκατέρου ἡ ὕλη, ἢ οὐκ ἂν γίνοιντο ἐξ ἀλλήλων οὐδ’ ἐξ ἐναντίων;1" Εἰπὼν τὸ ἁπλῶς μὴ ὂν ἕτερον εἶναι τῶν γινομένων, οὐ τὸ δοκοῦν ἧττον εἶναι διὰ τὸ τὰς στερητικὰς ἔχειν διαφοράς, ἀλλὰ τὸ ὑποκείμενον ἀμφοῖν, καὶ τῷ ἧττον ὄντι καὶ τῷ μᾶλλον, νῦν ζητεῖ ἐφεξῆς εἰ ἑκατέρου ἐκείνων, τῆς τε γῆς καὶ πυρὸς ὧν ἐμνημόνευσεν, ἕτερόν ἐστι τὸ ὑποκείμενον. τοῦτο δὲ συντόμως ἀναιρεῖ λέγων ὅτι εἰ ἕτερον ἦν ἑκατέρου καὶ μὴ ταὐτὸν τὸ ὑποκείμενον, οὐκέτ’ ἂν ἐξ ἀλλήλων ἐγίνοντο ὡς ἐξ ἐναντίων· τὰ γὰρ ἐναντία ἐξ ἀλλήλων γίνεται τοῦ αὐτοῦ ὄντος τοῦ ὑποκειμένου. κεῖται δὲ ἐξ ἀρχῆς τὸ τὴν ἄλλου γένεσιν ἄλλου φθορὰν εἶναι· οὐχ ἕτερον ἄρα τὸ ὑποκείμενον τῶν ἐναντίων, γῆς φημι καὶ πυρός. ὅτι δὲ ἐναντίωσις ὑπάρχει γῇ καὶ πυρί, δείξει κατὰ τὸν ἐφεξῆς λόγον· ἐξ ἀλλήλων ἄρα ταῦτα ὡς ἐξ ἐναντίων. εἰ δὲ τοῦτο, κοινὴ καὶ μία ἀμφοτέρων ἡ ὕλη.
“而且,它们各自的质料是不同的,还是说[若不同]它们便不能彼此生成也不能从对立物生成呢?” 在说明了单全的非存在是不同于生成之物的事物——它不是因具有缺失性差异而显得较少存在的那一者,而是两者的载体,既是较少存在之物的载体也是较多存在之物的载体——之后,他现在接着探讨:他所提及的那些事物,即土与火各自的载体是否是不同的。他简明地否定了这一点,指出如果载体对于二者各不相同且不是同一的,它们便不能再像从对立物生成那样彼此生成;因为当载体是同一的时候,对立物才彼此生成。而从一开始就假定了一物的生成即是另一物的消灭;因此对立物——我是指土与火——的载体并不是不同的。而土与火之间存在对立性,他将在接下来的论述中表明;因此这些事物像从对立物生成那样彼此生成。如果是这样,二者的质料便是共同且唯一的。
"Ἢ ἔστι μὲν ὡς ἡ αὐτή, ἔστι δ’ ὡς ἑτέρα." Ἐπεξεργαζόμενος τὸν πρότερον λόγον 〈λέγει〉 ὅτι κατά τι μὲν ἡ αὐτή ἐστιν ὕλη τῶν γινομένων, κατά τι δὲ ἑτέρα· πῶς δὲ ἡ αὐτὴ καὶ πῶς ἑτέρα προστίθησι.
“抑或在某种意义上是同一的,而在某种意义上是不同的?” 在深入阐述前述论点时,〈他说〉生成之物的质料在某种意义上是同一的,但在某种意义上是不同的;随后他又补充说明了在何种意义上是同一的,在何种意义上是不同的。
"Ὃ μὲν γάρ ποτε ὂν ὑπόκειται τὸ αὐτό,2 τὸ δὲ εἶναι οὐ τὸ αὐτό." Ἡ ὕλη, φησί, καθὸ ὕλη ἐστὶ καὶ κατὰ τὴν ἰδίαν φύσιν ὅ ποτε ὄν ἐστιν, ἡ αὐτή ἐστι πᾶσιν οἷς ὑπόκειται. τὸ γὰρ ὅ ποτε ὂν τῷ Ἀριστοτέλει τὸ ὑποκείμενον * * * οὖν καί, ἵν’ οὕτως εἴπω, τὴν αὑτῆς φύσιν μία πάντων ἐστὶν ἡ ὕλη· ὁμοίαν γὰρ ἐπιτηδειότητα καθὸ ὕλη ἐστὶ πρὸς πάντα ἔχει. ἐπειδὴ δὲ τὸ εἶναι καὶ 〈ἡ〉 ὑπόστασις αὐτῇ ἀεὶ μετά τινος ἐστιν εἴδους, οὐχ ἡ αὐτὴ ἔσται ὕλη κατὰ τὸ εἶδος καὶ τὴν ὕπαρξιν ἅπασιν. ἡ δὲ κατὰ τὸ εἶδος θεωρουμένη ἐστὶν ἡ προσεχής, οἷον ἡ μὲν πυρὶ ὑποκειμένη ἀήρ ἐστιν, ἡ δὲ τῷ ἀέρι ὕδωρ ἐνεργείᾳ ἂν οὕτως τύχῃ, ἡ δὲ τῷ ὕδατι γῆ. πυρὶ οὖν καὶ ὕδατι ὑπόκειται γῆ τε καὶ ἀήρ, ταῦτα δὲ κατὰ μὲν τὸν τῆς ὕλης λόγον τὰ αὐτά, κατὰ δὲ τὸ εἶδος διάφορα, οὐκέτι ὡς πρώτη ὕλη ἀλλ’ ὡς προσεχὴς θεωρουμένη. ἔστι δὲ καὶ οὕτως εἰπεῖν· ἐπειδή, ὡς καὶ ἐφεξῆς μέλλει ῥηθῆναι, ἡ ὕλη κατὰ μὲν τὸ ὑποκείμενον ἡ αὐτή ἐστι, κατὰ δὲ τὸν λόγον διάφορος, ὡς ἂν καὶ διαφόρων λόγους ἔχουσα ἐν αὑτῇ, ἐν πυρὶ καὶ γῇ καὶ τοῖς ἄλλοις κατὰ μὲν τὸ ὑποκείμενον ἡ αὐτή ἐστι, κατὰ δὲ τὸν λόγον διάφορος. οὐ γὰρ κατὰ τὸν αὐτὸν λόγον πυρὸς καὶ γῆς καὶ τῶν ἄλλων τὰ εἴδη δέχεται· κατ’ ἄλλον μὲν γὰρ λόγον γῆς, κατ’ ἄλλον πυρὸς εἶδος δέχεται, κατὰ ἄλλους τε λόγους τὰ τῶν ἄλλων εἴδη.
“因为,无论是什么的存在且作为底层承载者,这本身是同一的,但在其存在上却不是同一的。” 他说,质料就其作为质料而言,且就其按照自身本性是无论何种具有存在之物而言,对于它所承载的一切事物都是同一的。因为对于亚里士多德来说,“无论是什么的存在之物”[意味着]底层承载者……因此,可以这么说,就其自身的本性而言,一切事物的质料都是唯一的;因为就其作为质料而言,它对于一切事物都具有相同的受容适宜性。然而,既然对于它而言存在与〈自存〉始终伴随着某种形式,按照形式与实在存在,它对于一切事物而言便不会是同一的质料。而按照形式来考察的[质料]乃是贴近质料,例如在火底下的承载者是气,而在气底下的承载者(若是如此发生的话)是现实中的水,在水底下的承载者是土。因此,土与气是火与水的底层承载者,而这些按照质料的定义而言是同一的,但按照形式而言却是不同的,因为此时它们不再被视为第一质料,而是被视为贴近质料。或者也可以这样说:由于正如接下来即将说明的那样,质料就载体而言是同一的,但就定义而言是不同的,如同在自身之中蕴含着不同事物的定义一样,它在火、土以及其他事物中就载体而言是同一的,但就定义而言是不同的。因为质料并非按照相同的定义去接受火、土及其他事物的形式;而是按照一种定义接受土的形式,按照另一种定义接受火的形式,并按照另外的诸种定义接受其他事物的诸形式。
- 1.105ἢ οὐκ ἂν γίνοιντο ἐξ ἀλλήλων οὐδ’ ἐξ ἐναντίων
在选言连词 ἤ 之后接潜能条件句(反事实归谬)的后件结构。条件从句 εἰ ἑτέρα ἐστίν(如果各物质料相异)根据语境被省略,构成了一个排他性的反诘问句:“抑或[若质料相异]它们便不能彼此生成也不能从对立物生成呢?”
- 1.107Ὃ μὲν γάρ ποτε ὂν ὑπόκειται τὸ αὐτό, τὸ δὲ εἶναι οὐ τὸ αὐτό
亚里士多德特有表述 ὃ ποτε ὄν(“无论是什么的存在之物”,即底层承载者/实体本身)与 τὸ εἶναι(“其存在”,即形式性、定义性的存在样态)相对比的结构。前半句 ὃ μὲν ... ὑπόκειται 作为主语(或关系限制句),后半句 τὸ δὲ εἶναι 作为限制状语宾格,表达了“就底层承载者而言是同一的,但在本性规定/存在样态上不是同一的”这一区分。
