← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§61.4-62.27

生成的无匮乏性与作为单全非存在的质料

评注者阐明了亚里士多德关于无论载体被视为存在还是非存在生成皆不会匮乏的论证,并指明“单全的非存在”并非对立元素中的一者,而是作为潜能存在的质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.103

" Εἴτ’ οὖν ὄντος τινὸς τοῦ ὑποκειμένου εἴτε μή." Τουτέστιν εἴτε ἔχει ὕπαρξίν τινα τοῦτο τὸ ἀναίσθητον καὶ μὴ ὂν λεγόμενον, εἴτε μὴ ἔστιν ὑποκείμενον, οὐδὲν διαφέρει πρὸς τὸν λόγον· καθόλου γὰρ εἰς οἷον χωρεῖ τὸ φθειρόμενον, ἐκ τοιούτου γίνεται τὸ γινόμενον. εἰ τοίνυν φθαρέντος τοῦ ὄντος γίνεται τὸ μὴ ὄν, δῆλον ὅτι καὶ τοῦ μὴ ὄντος φθαρέντος γίνεται τὸ ὄν. καὶ ὅρα ὅπως ἀκριβῶς ἐπὶ τοῦ μὴ ὄντος γένεσιν εἶπε, δηλῶν σαφῶς ὅτι ὅταν εἰς τὸ μὴ ὂν χωρεῖν λέγωμεν τὸ φθειρόμενον, οὐκ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν λέγομεν. Εἴτε οὖν ὄντος τινὸς τοῦ ὑποκειμένου εἴτε μή.1 τὸ φθειρόμενον, φησίν, ἔνιοι εἰς τὸ μὴ ὂν χωρεῖν λέγουσι, τῷ εἰς ἀναίσθητον μεταβάλλειν, οὐ περιεργαζόμενοι τὸ εἴτε ὄντος τινὸς ὑποκειμένου γέγονεν ἡ μεταβολὴ εἰς τὸ αἰσθητὸν εἴτε μή, τουτέστιν εἴτε ἔχοντος ὕπαρξιν τοῦ ἀναισθήτου καὶ μὴ ὄντος λεγομένου εἴτε μή. ἀλλ’ οὐ διότι εἶναι ἢ μὴ εἶναί φασι τοῦτο τὸ ἀναίσθητον, διὰ τοῦτο ἢ ἔστιν ἐξ αὐτοῦ ἡ γένεσις ἢ οὐκ ἔστιν· ἀλλὰ διότι ἔστι καὶ ὑπόκειται, διὰ τοῦτο ἐξ αὐτοῦ τὸ αἰσθητὸν γίνεται. τὸ οὖν εἴτε ὄντος τινὸς τοῦ ὑποκειμένου σημαίνει εἴτε εἶναι λεγομένου παρ’ αὐτῶν εἴτε μὴ εἶναι. οὐδὲ γὰρ ἐκεῖνοι προσδιώριζον τοῦτο τὸ ἀναίσθητον, ἐξ οὗ τὴν γένεσιν ἔλεγον, εἴτε τῶν ὄντων καὶ ἐν ὑπάρξει ἦν εἴτε μή. ὅ τι γὰρ ἂν τούτων ὑπάρχῃ, οὐκ ἐπιλείψει ἡ γένεσις. εἰ μὲν γὰρ τῶν ὄντων ἐστὶ τὸ ἀναίσθητον, εἰς ὃ ἡ φθορὰ καὶ ἐξ οὗ ἡ γένεσις, δι’ αὐτὸ τοῦτο οὐκ ἐπιλείψει, ἐπεὶ μὴ εἰς τὸ πάντῃ μὴ ὂν ἡ φθορά· εἰ δὲ τῶν μὴ ὄντων, ἐπειδήπερ ἡ μὲν φθορὰ τοῦ μὴ ὄντος ἐστὶ γένεσις 〈ἡ δὲ γένεσις2〉 φθορὰ τοῦ μὴ ὄντος, πάλιν οὐκ ἐπιλείψει, διαδεχομένων ἄλληλα τοῦ ὄντος τε καὶ μὴ ὄντος.

“因此,无论载体是某种存在者,还是不是。” 这就是说,无论这个不可感知的、被称为非存在之物具有某种实在存在,还是不存在载体,对论据而言都没有差别;因为总的来说,消灭之物走向何种事物,生成之物便从何种事物生成。因此,如果存在者消灭时非存在生成,显而易见,当非存在消灭时存在者也生成。看哪,他对于非存在多么严谨地使用了“生成”一词,明白地指出:每当我们说消灭之物走向非存在时,我们并不是在说它走向绝无任何方式存在的非存在。“因此,无论载体是某种存在者,还是不是。”他说,有些人说消灭之物因变为不可感知之物而走向非存在,而并不去深究向可感知之物的变化是在载体为某种存在者时发生的,还是不是,也就是说,不可感知的、被称为非存在之物究竟是否具有实在存在。然而,并不是由于他们说这个不可感知之物存在或不存在,生成便因此是从它而来或不是从它而来;而是因为它是存在的且作为底层承载者,可感知之物才因此从它生成。因此,“无论载体是某种存在者〔,还是不是〕”意味着:无论它被他们称为存在还是不被称为存在。因为那些人也并未进一步界定这个他们声称生成由之而来的不可感知之物,究竟是属于存在者并处于实在存在之中,还是不是。因为无论这些情况中的哪一种成立,生成都不会匮乏。因为如果消灭所走向的且生成由之而来的不可感知之物属于存在者,正是因此生成不会匮乏,因为消灭并不是走向完全的非存在;而如果它属于非存在者,既然消灭即是非存在的生成,〈而生成即是〉非存在的消灭,那么生成同样不会匮乏,因为存在者与非存在者彼此相继代兴。

§1.104

"Ἀλλὰ τοῦτο τὸ μὴ ὂν ἁπλῶς πότερον τὸ ἕτερον τῶν ἐναντίων ἐστίν." Ἐν τοῖς προλαβοῦσιν ἐζήτει εἰ ἔστι τι ἁπλῶς γινόμενον,3 τουτέστιν κυρίως, καὶ ἔλεγεν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γίνεσθαι. διδάξας οὖν ἱκανῶς περὶ τῆς ἁπλῆς γενέσεως καὶ τοῦ ἁπλῶς ὄντος καὶ κατὰ πόσα σημαινόμενα λέγεται, νῦν ζητεῖ περὶ τοῦ ἁπλῶς μὴ ὄντος τί σημαίνει. μήποτε τὸ ἕτερον τῶν ἐναντίων, τὸ κατὰ τὴν στερητικὴν διαφορὰν χαρακτηριζόμενον, οἷον γῆς καὶ πυρός; ἆρα τὸ μὴ ὂν τὴν γῆν φαμεν εἶναι ὂν δὲ τὸ πῦρ; ἢ οὐ περὶ τούτων τῶν καταχρηστικῶς λεγομένων ὁ λόγος, ἀλλ’ ἡ ζήτησίς ἐστι καθόλου περὶ τῶν κυρίως ὄντων καὶ κατ’ οὐσίαν, ὅταν φῶμεν αὐτὰ ἐκ μὴ ὄντος γίνεσθαι, ὁποῖόν τι τὸ μὴ ὂν νοοῦμεν εἶναι; ὅπερ οὖν ἀνωτέρω ἔλεγε, φάσκων τὸ μὴ ὂν τοῦτο εἶναι τὸ δυνάμει μὲν ὂν ἐντελεχείᾳ δὲ μὴ ὄν, τοῦτο σαφέστερον ἐνταῦθά φησιν. ἡ ὕλη γάρ, φησίν, ἐστὶ τὸ μὴ ὄν, ἐξ ἧς καὶ τὸ πῦρ καὶ ἡ γῆ γεννᾶται. εἰ δὲ λέγοις ὅτι ἡ ὕλη αὐτὴ καθ’ αὑτὴν οὐχ ὑφίσταται, ἀλλ’ ἔστιν ἀεὶ μετά τινος εἴδους, ὡς μηδέποτε ἐκ μὴ ὄντος ἀλλ’ ἐξ ὄντος γίνεσθαι τὸ γινόμενον, ἐρῶ πρὸς τοῦτο, ὅπερ καὶ ἀνωτέρω προειρήκαμεν, ὅτι τὸ εἶδος τῇ ὕλῃ πρὸς μὲν ὕπαρξιν συντελεῖ, πρὸς μέντοι γένεσιν τοῦ ὅπερ οὐκ ἔστιν οὐδὲν συμβάλλεται. οὐδὲ γὰρ ὡς ἐνεργείᾳ εἰ τύχοι γῆ οὖσα μεταβάλλει εἰς πῦρ, ἀλλ’ ὡς δυνάμει οὖσα πῦρ, τοῦτο δὲ ὡς ὕλη αὐτῇ ὑπάρχει. ἐξ ὕλης ἄρα τὸ γινόμενον. καθάπερ ὁ χαλκός, ἵνα τῷ Ἀλεξάνδρου τοῦ ἐξηγητοῦ χρησώμεθα ὑποδείγματι, εἴπερ ἀδύνατον ἦν χωρὶς τοῦ εἴδους τοῦ ἀνδριάντος ὑποστῆναι, μετέβαλλον δὲ εἰς ἀλλήλους οἱ ἀνδριάντες, οὐ διὰ τοῦτο τῆς ἰδίας ἐστερεῖτο ὑπάρξεως, ἀλλ’ ἦν ἕτερος τοῦ ἀνδριάντος· καὶ ὁ γινόμενος ἀνδριάς, εἰ καὶ μὴ ἐξ ἀργοῦ χαλκοῦ ἐγίνετο ἀλλ’ ἐξ ἀνδριάντος, ὅμως οὐ λέγεται ἐξ ἀνδριάντος γεγονέναι ἀλλ’ ἐκ τοῦ χαλκοῦ τοῦ ἀνδριάντος· οὕτως ἔχει κἀπὶ τῆς ὕλης, ἐπειδὴ ἀεὶ μετά τινος ἐστιν εἴδους (μηδὲν γὰρ οὖσα ἐνεργείᾳ ἀνυπόστατός ἐστι), τὸ γινόμενον ἐξ αὐτῆς ἀεὶ μὲν οὔσης μετά τινος γίνεται ὃ πρὸς ὕπαρξιν αὐτῇ συντελεῖ, οὐ μὴν ἐξ ἐκείνου ὅ ἐστιν ἐνεργείᾳ ἡ ὕλη γίνεται τὸ γινόμενον, ἀλλ’ ἐκ τῆς ὕλης ἥτις δυνάμει ἐστὶ σῶμα.

“然而,这个单全的非存在究竟是对立物中的一者吗?” 他在先前的内容中曾探讨是否存在某种单全生成之物,即本真意义上的[生成之物],并且曾说它是从单全的非存在生成的。因此,在充分讲授了关于单全生成和单全存在及其在多少种意义上被表述之后,他现在探讨单全的非存在意味着什么。它是否可能是对立物中的一者,即以缺失性差异为特征的一者,例如土与火中的〔一者〕?难道我们说土是非存在而火是存在者吗?或者说,论述并不是关于这些被借用而言的事物,而是普遍地探讨本真意义上的以及依实体而言的存在者:当我们说它们从非存在生成时,我们所构想的非存在是何种事物?因此,他前文所说的主张——即这个非存在是潜能上存在而在实现态上不存在之物——在此时此地被他说得更加清楚了。因为他说,火与土皆由之产生的质料本身就是非存在。如果有人说,质料自身就其自身而言并不自存,而是始终伴随着某种形式,以至于生成之物绝非从非存在生成,而是从存在者生成,对此我将重复我们在前文已经说过的话:形式对于质料固然有助于实在存在,但对于生成它所不是的事物而言却毫无助益。因为它并非由于在现实中例如是土而变为火,而是由于其在潜能上是火,而这作为质料归属于它。因此生成之物是从质料而来。正如青铜一样——借用解释家亚历山大的例证——即使青铜不可能脱离雕像的形式而自存,而在诸雕像彼此转化时,它并未因此被剥夺其自身的实在存在,而是不同于雕像;并且生成的雕像,纵然不是从生铜生成而是从雕像生成,却仍旧不被称为从雕像生成,而是被称为从雕像的青铜生成;质料的情形亦是如此,既然它始终伴随着某种形式(因为在现实中如果什么都不是,它便是不可自存的),从它生成之物,虽然生成于它始终伴随着某种有助于其实在存在的事物之时,但生成之物绝非从质料在现实中所是的那一事物生成,而是从潜能上是物体的质料生成。

语法注3 条
  1. 1.103Εἴτε οὖν ὄντος τινὸς τοῦ ὑποκειμένου εἴτε μή.

    关于经文中的属格绝对结构(εἴτε ὄντος ... εἴτε μή),斐洛庞奴斯不仅将其理解为客观上载体是否存在,还进一步将其解释为前人或大众言说中的立场(“无论它被他们称为存在还是不被称为存在”)。

  2. 1.103〈ἡ δὲ γένεσις〉

    底本编者(Vitelli)所作的校勘补充。作为与前句“ἡ μὲν φθορὰ τοῦ μὴ ὄντος ἐστὶ γένεσις”相对偶的并列肢(带 δέ),在句法上补足存在与非存在互为代兴的论述。

  3. 1.104τὸ γινόμενον ἐξ αὐτῆς ἀεὶ μὲν οὔσης μετά τινος γίνεται ὃ πρὸς ὕπαρξιν αὐτῇ συντελεῖ, οὐ μὴν ἐξ ἐκείνου ὅ ἐστιν ἐνεργείᾳ ἡ ὕλη γίνεται τὸ γινόμενον

    这是一个长句,主语“τὸ γινόμενον”统辖着在对比结构“ἀεὶ μὲν ... οὐ μὴν ἐξ ἐκείνου ... ἀλλ’ ἐκ τῆς ὕλης”中被重复的主要动词“γίνεται”。分词短语“ἀεὶ μὲν οὔσης μετά τινος”作为伴随情况属格修饰前置词 ἐκ 的宾语 αὐτῆς(质料)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:61.4-62.27