← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§59.18-61.3

一者生成与他者消灭及生成的持续不断

菲洛波庞注疏了亚里士多德关于在实体中一者的生成即是另一者的消灭、以及为何在不断消亡中生成仍未匮乏之疑难的化解(319a20–22)。他借助大众关于感知与存在的见解作为例证,梳理了生成与消灭在何种意义上既来自存在者又来自非存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.101

" Καὶ ἔστιν ἀεὶ ἡ θατέρου γένεσις ἐπὶ τῶν οὐσιῶν ἄλλου φθορά." Εἰκότως προσέθηκε τὸ ἐπὶ τῶν οὐσιῶν, διότι οὐκ ἐπὶ πάντων τῶν ὄντων ἐνεργείᾳ ἡ θατέρου γένεσις ἑτέρου τινὸς ὄντος ἐστὶ φθορά, ὡς ἐπὶ τοῦ μανθάνοντος καὶ ἐπιστήμονος γινομένου· στέρησις γὰρ τὸ ἀνεπιστῆμον.

“而且在实体的情形中,一者的生成总是另一者的消灭。” 他合理地加上了“在实体的情形中”,因为并非在所有现实存在的事物中,一者的生成都是某一其他存在者的消灭,正如在学习并变得有知识的人的情形中那样;因为无知乃是一种缺失。

§1.102

"Ἀλλὰ μὴν οὐδ’ ἀπορῆσαι δεῖ διὰ τί γίνεταί τι ἀεὶ ἀπολλυμένων.1" Ἐν τοῖς προλαβοῦσιν ἀπορήσας τί δήποτε οὐκ ἐπιλείπει ἡ γένεσις, ἀλλ’ ἀεὶ συνείρει, τὸ τῆς ἀπορίας εὔλογον ἐδείκνυεν ἐκ τοῦ ἀεὶ ἀπιέναι τι τῶν ὄντων τῶν φθειρομένων εἰς τὸ μὴ ὂν χωρούντων. δείξας οὖν ἐν τοῖς προλαβοῦσι συντόμως πόθεν οὐκ ἐπιλείπει ἡ γένεσις, καὶ εἰπὼν ὅτι διὰ τὸ τὴν ἄλλου φθορὰν ἄλλου εἶναι γένεσιν, καὶ διὰ τούτου λύσας πάσας τὰς προβεβλημένας ἀπορίας, ὑπομιμνήσκει νῦν τοῦ λόγου τοῦ κατασκευαστικοῦ τῆς ἀπορίας φάσκων μετὰ τὴν λύσιν τὴν εἰρημένην μηκέτι χώραν ἔχειν τὸν κατασκευαστικὸν τῆς ἀπορίας λόγον, τὸν φάσκοντα μὴ δεῖν γένεσιν ἀεὶ εἶναι ἀπολλυμένων τινῶν καὶ εἰς τὸ μὴ ὂν χωρούντων. οὐ ταυτολογῶν δὲ ἐπαναλαμβάνει τὸν λόγον, ἀλλ’ ἐπειδὴ εἶπε2 προσεχῶς ὅτι οἱ πολλοὶ τὸ ἁπλῶς γίνεσθαι καὶ φθείρεσθαι τῷ εἰς αἰσθητὸν ἐξ ἀναισθήτου ἢ ἐξ αἰσθητοῦ εἰς ἀναίσθητον τὴν μεταβολὴν γίνεσθαι κρίνουσι, διότι κατ’ αἴσθησιν ζῶντες ταύτῃ τὸ ὂν καὶ τὸ μὴ ὂν ἐξετάζουσι καὶ τὸ μὴ τῇ αἰσθήσει ὑποπῖπτον ἢ μὴ μᾶλλον οὐδ’ εἶναι οἴονται, αὐτὸ δὴ τοῦτο εἰς ὑπόδειγμα τοῦ οἰκείου λόγου παρέλαβε, τοῦ τὴν ἄλλου γένεσιν ἄλλου εἶναι φθορὰν καὶ ἔμπαλιν, καὶ τοῦ τρόπον μέν τινα ἐξ ὄντος γίνεσθαι τὰ γινόμενα καὶ φθείρεσθαι εἰς ὄν, τρόπον δέ τινα ἐκ μὴ ὄντος γίνεσθαι καὶ εἰς μὴ ὂν ἀναλύεσθαι. καὶ οἱ πολλοὶ γοῦν, φησί, τὴν ἁπλῶς γένεσιν τὴν ἐξ ἀναισθήτου εἰς αἰσθητὸν μεταβολὴν κρίνουσι, καὶ φθορὰν τὸ ἐναντίον, τοῦ ἀναισθήτου οὐ παντελῶς μὴ ὄντος. κοινῷ οὖν λόγῳ καὶ ἁπλῶς πᾶσα γένεσις ἐκ μὴ ὄντος, διότι ἐκ τῆς ὕλης ἥτις πάντων ἔχει τὴν στέρησιν, ἡ δὲ στέρησις τὸ μὴ ὄν· ἐξ ὄντος δὲ πάλιν, διότι δυνάμει πάντα. καὶ τὸ ἐξ οὗ δὲ προσεχῶς ὄν ἐστι καὶ μὴ ὄν, οἷον εἰ ἐξ ἀέρος γένοιτο πῦρ. ἀλλ’ εἰ καὶ ἔστι τι ὂν ὁ ἀήρ, ἀλλ’ οὐκ ἔστι πῦρ, οὐδὲ ὑπομένοντος τοῦ ἀέρος ἡ τοῦ πυρὸς γένεσις. ὥστε καὶ ταύτῃ ἐκ μὴ ὄντος. ἐξ ὄντος δὲ πάλιν, καθ’ αὑτὸ μὲν ἐξ ὄντος διότι ἐκ τοῦ ὑποκειμένου ὅπερ ὄν ἐστι, κατὰ συμβεβηκὸς δὲ διότι ἐξ ἀέρος· συνέβη γὰρ τὸ ἐξ οὗ τὸ πῦρ ἢ ἀέρα εἶναι ἢ ξύλον ἢ ἔλαιον ἢ ὁτιοῦν ἄλλο. τὰ αὐτὰ καὶ ἐπὶ τῆς φθορᾶς ἀντικειμένως. Ἀλλὰ μὴν οὐδ’ ἀπορῆσαι δεῖ διὰ τί γίνεταί τι ἀεὶ ἀπολλυμένων. οὐ δεῖ, φησίν, ἀπορεῖν διὰ τί ἀπολλυμένου τινὸς ἐν τοῖς φθειρομένοις οὐκ ἐπιλείπει ἡ γένεσις· οὐ γὰρ εἰς τὸ πάντῃ μὴ ὂν ἡ φθορά, οὐδὲ ἐκ τοῦ πάντῃ μὴ ὄντος ἡ γένεσις. καὶ παραμυθεῖται τὸν λόγον τοῦτον διὰ τῆς τῶν πολλῶν χρήσεως, οἳ τὸ ὂν καὶ μὴ ὂν τῷ αἰσθητῷ καὶ τῷ ἀναισθήτῳ διορίζουσιν· οὐ γὰρ τὸ μηδαμῶς ὂν μὴ ὂν καλοῦσιν, ἀλλὰ τὸ αὐτοῖς ἀναίσθητον. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἡμεῖς φαμεν κατά τι ἐκ τοῦ ἁπλῶς ὄντος, κατά τι δὲ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος τὴν γένεσιν καὶ τὴν φθορὰν εἰς ὄν τε καὶ μὴ ὂν κατὰ τὸν εἰρημένον τρόπον.

“此外,在事物不断消亡之际,人们也不应困惑于为何总有事物在生成。” 他在先前的内容中曾提出疑难:究竟为何生成未曾匮乏,而是始终连绵不断;他曾根据消灭之物走向非存在从而存在者中总有某物离去这一事实,表明了该疑难的合理性。因此,在先前简要指明了生成因何不曾匮乏,并指出这是由于一者的消灭即是另一者的生成,从而化解了所有被提出的疑难之后,他现在使人回忆起构建该疑难的论据,说明在所言的化解之后,构建疑难的论据——即主张在某些事物消亡并走向非存在之际不可能总有生成存在的论据——已不再有立足之地。然而他并不是以同义反复的方式重述该论据,而是因为他刚才说过,大众是通过变化是由不可感知之物向可感知之物发生,还是由可感知之物向不可感知之物发生,来判定单全的生成与消灭的(因为他们依感知而生活,以此省察存在与非存在,并认为不落入感知或较少落入感知的事物甚至根本不存在),所以他正是把这一点作为他自身论据的例证采纳了进来:即一者的生成是另一者的消灭,反之亦然;以及生成之物在某种方式上是从存在者生成并消灭为存在者,而在某种方式上是从非存在生成并消解为非存在。无论如何,他说,大众也将从不可感知向可感知的变化判定为单全的生成,将相反的变化判定为消灭,尽管不可感知之物绝非全然的非存在。因此,根据共通的界说,并且单全地说,一切生成都是从非存在而来,因为它是从具有一切事物的缺失的质料而来,而缺失即是非存在;但另一方面它又从存在者而来,因为质料在潜能上是一切事物。并且直接作为生成来源的事物,既是存在也是非存在,例如火从空气生成。但即使空气是某种存在者,它却不是火,而且火的生成也不是在空气持存的情况下发生的。因此在这方面也是从非存在而来。但另一方面它又从存在者而来:就自身而言是从存在者而来,因为它是从作为存在者的载体而来;按偶性而言则是由于从空气而来;因为火由之生成的基质无论是空气、木头、油还是其他任何事物,都是偶性的。同样的情况反过来也适用于消灭。“此外,在事物不断消亡之际,人们也不应困惑于为何总有事物在生成。”他说,人们不应困惑于为何在消灭之物中当某物消亡时生成并未匮乏;因为消灭并不是走向完全的非存在,生成也不是从完全的非存在而来。并且他通过大众的用法来支持这一论据,大众以可感知与不可感知来界定存在与非存在;因为他们并不是把绝不存在之物称为非存在,而是把对他们而言不可感知之物称为非存在。因此,如果我们也按所说的方式主张,生成在某种意义上从单全的存在而来而在某种意义上从单全的非存在而来,消灭也是走向存在与非存在,这绝非任何怪事。

语法注2 条
  1. 1.102ἀπολλυμένων

    引文中的分词 ἀπολλυμένων 充当没有明确语法主语的属格独立结构(意为“在[事物]消亡之际”或“尽管[事物]消亡”),表示伴随情况或让步。菲洛波诺斯在正文中将其转述为 τὸν φάσκοντα μὴ δεῖν γένεσιν ἀεὶ εἶναι ἀπολλυμένων τινῶν,由此证实了他补出主语 τινῶν 并将其理解为独立属格句结构。

  2. 1.102οὐ ταυτολογῶν δὲ ἐπαναλαμβάνει τὸν λόγον, ἀλλ’ ἐπειδὴ εἶπε

    长复合句的结构梳理。以否定分词短语 οὐ ταυτολογῶν 开头,接着由 ἀλλ’ ἐπειδὴ εἶπε...(“而是因为他刚才说过……”)引导原因从句,从句内部嵌套了 διότι 从句(διότι κατ’ αἴσθησιν ζῶντες...)。主句的主谓核心位于中段的 αὐτὸ δὴ τοῦτο εἰς ὑπόδειγμα τοῦ οἰκείου λόγου παρέλαβε(“正是把这一点作为他自身论据的例证采纳了进来”),其后接续的带冠词属格不定词短语(τοῦ τὴν ἄλλου γένεσιν...)与 τοῦ οἰκείου λόγου 构成同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:59.18-61.3