- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:57.27-59.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论生成与消灭》318b26–319a18。菲洛庞努斯对比了将感知与存在混同的大众意见与真理,总结了质料差异的三重区分,并阐明如何将单全生成与特定生成的区分从实体的相互生成扩展到范畴论普遍范围。
" Τρόπον τινὰ διώκοντες τἀληθές, αὐτὸ δὲ λέγοντες οὐκ ἀληθές." Τὸ μὲν γὰρ οἴεσθαι1 τὸ μᾶλλον ἐπιστητὸν μᾶλλον ὂν εἶναι, τὸ δὲ ἧττον ἐπιστητὸν ἧττον ὂν εἶναι, καὶ ἁπλῶς ἐπιστήμῃ καὶ ἀγνοίᾳ ὁρίζειν τὸ ὄν τε καὶ μὴ ὄν, ἀληθές (τὸ γὰρ ἐπὶ τῇ ἑαυτοῦ φύσει ἀνεπίστητον οὐδὲ ὄν ἐστι), τὸ δὲ εἰς ταὐτὸν ἄγειν τῇ ἐπιστήμῃ τὴν αἴσθησιν ψευδές.
“在某种方式上追求真理,所说的本身却并不真实。” 因为,认为更可知之物更是存在,而较少可知之物较少是存在,并且单全地以知识与无知来界定存在与非存在,这是真实的(因为在其自身本性上不可知之物甚至连存在都不是);但把感知归为与知识同一,则是虚妄的。
"Συμβαίνει δὴ κατὰ δόξαν καὶ κατὰ ἀλήθειαν ἄλλως τὸ γίνεσθαί τε ἁπλῶς καὶ φθείρεσθαι." Ἡ μὲν ἀλήθεια ἔφασκε τοῦ μᾶλλον ὄντος τὴν γένεσιν ἁπλῆν εἶναι, ἡ δὲ τῶν πολλῶν δόξα οὐ τοῦ μᾶλλον ὄντος, ἀλλὰ τοῦ μᾶλλον αἰσθητοῦ. μάχεται δὲ ταῦτα ἀλλήλοις· τὸ γὰρ πνεῦμα καὶ ὁ ἀὴρ συγκρινόμενος τῇ γῇ τοῖς μὲν πολλοῖς δόξει διὰ τὸ ἧττον αἰσθητὸν εἶναι χεῖρον εἶναι, διὸ καὶ τὰ φθειρόμενα εἰς ἀέρα εἰς μηδέν φασιν ἀναλύεσθαι. οἷον εἰ ὕδωρ φθαρείη, οὐκ εἰώθασι λέγειν ἀέρα γεγονέναι, ἀλλὰ φθορὰν ὕδατος, εἰ μέντοι φθαρεὶς ὁ ἀὴρ ὑετὸν ποιήσει, γένεσιν ὕδατος φασιν, οὐ φθορὰν ἀέρος. ταύτῃ τοίνυν ἡ γῆ ὡς ἁπτὸν οὖσα καὶ ἀντίτυπον, τουτέστι στερεόν, μᾶλλον εἶναι δόξει, διότι μᾶλλον αἰσθητόν· κατὰ ἀλήθειαν δὲ μᾶλλον ὂν ὁ ἀὴρ τῆς γῆς, τῷ περιεκτικὸν αὐτὸν εἶναι τῆς γῆς καὶ εἰδικωτέραν ἔχοντα διαφορὰν τὴν θερμότητα.
“于是依于意见与依于真理,单全地生成与消灭呈现出不同的结果。” 真理主张:更是存在之物的生成乃是单全的生成;而大众的意见则主张:单全的生成不是更是存在之物的生成,而是更可感知之物的生成。而这两者彼此冲突:因为当气与空气同土相比时,在大众看来由于较少可感知而显得更为低劣,所以他们也说消灭为空气之物乃是消解为乌有。例如,如果水消灭了,他们通常不说空气生成了,而是说是水的消灭;然而如果空气消灭而产生降雨,他们就说是水的生成,而不是空气的消灭。因此在这方面,土作为可触知且具抵抗性的(即坚实的),将因更可感知而被认为更是存在;但在真理上,空气比土更是存在,因为空气包容着土,且具有更属形式性的差异,即热。
"Διά τε γὰρ τὸ τὴν ὕλην διαφέρειν ἢ τῷ οὐσίαν εἶναι." Τὰς διαφορὰς ἀναλαμβάνει, καθ’ ἃς ἡ ἁπλῶς γένεσις τῆς τινὸς διωρίζετο. τὸ δὲ τὸ τὴν ὕλην διαφέρειν2 ὡς κοινὸν πασῶν τῶν διαφορῶν εἴρηται, ὡς εἰ λέγοι ὅτι ἡ ἁπλῆ γένεσις τῆς τινὸς διορίζεται τῷ τὴν ὕλην τῶν μεταβαλλόντων διαφέρειν κατά τινα τούτων τῶν διαφορῶν. εἶτα ἐπιφέρει τὰς τρεῖς διαφοράς· ἢ γὰρ τῷ οὐσίαν εἶναι ἢ μὴ εἶναι (ἵνα εἴπῃ τὴν πρώτην διαφορὰν τὴν κατὰ τὸ ὂν καὶ μὴ ὄν), ἢ τῷ μᾶλλον ἢ ἧττον εἶναι (τὴν ὑλικωτέραν λέγων καὶ εἰδικωτέραν, ἢ ἁπλῶς καθὸ ἡ μὲν κρείττων οὐσία ἐστὶν ἡ δὲ χείρων, ἐπεὶ καὶ τὸ εἶδος τῆς ὕλης κρεῖττον, ὡς τοῦ ἕνεκά του τὸ οὗ ἕνεκα), ἢ τῷ μᾶλλον αἰσθητὸν εἶναι ἢ ἧττον.
“因为既由于质料或者通过是实体而有所不同。” 他重新检视据以将单全的生成与某种特定的生成区分开来的诸差异。而“质料有所不同”这一短语是作为对所有差异的共通之点被说出的,仿佛他在说:单全的生成与某种特定的生成之所以被区分开,乃是由于变化之物的质料依据这些差异中的某一种而有所不同。随后他引入了这三种差异:即或者通过是或不是实体(为了说明依据存在与非存在的第一种差异),或者通过更是或较少是[实体](说明更偏质料性与更偏形式性,或者单全地依据一者是较优的实体而另一者是较劣的实体,因为形式也优于质料,正如目的优于为了目的的事物那样),或者通过更可感知或较少可感知。
"Τοῦ δὲ τὰ μὲν ἁπλῶς γίνεσθαι λέγεσθαι, τὰ δέ τι, μὴ τῇ ἐξ ἀλλήλων γενέσει.3" Ζητήσας ἐν τοῖς προλαβοῦσιν ἐπὶ τῶν οὐσιῶν τί δήποτε τὰ μὲν ἁπλῶς γίνεσθαι λέγεται τὰ δὲ μετὰ προσθήκης, νῦν τὴν αὐτὴν ζήτησιν κινεῖ οὐκ ἐπὶ τῶν οὐσιῶν (οὐ γάρ, φησί, περὶ τῶν ἐξ ἀλλήλων γινομένων ποιεῖται τὸν λόγον), ἀλλὰ καθόλου περὶ πάντων, πῶς ποτε τὰ μὲν ἁπλῶς φαμεν γίνεσθαι τὰ δὲ οὐχ ἁπλῶς. λέγει τοίνυν ταῦτα ταῖς κατηγορίαις διωρίσθαι, καὶ τὰ μὲν κατ’ οὐσίαν γινόμενα ἁπλῶς γίνεσθαι, τὶ δὲ γίνεσθαι καὶ οὐχ ἁπλῶς τὰ κατ’ ἄλλην τινὰ τῶν συμβεβηκότων κατηγορίαν γινόμενα.
“而某些事物被说成单全地生成,另一些则被说成在某种特定意义上[生成],并非由于它们彼此间的生成。” 在先前论及实体的内容中,探讨了究竟为何某些事物被说成单全地生成,而另一些事物则带有附加限定[地生成]之后,他现在不再关于实体(因为他说,他并不是就彼此生成的事物展开论述),而是普遍地关于一切事物发起同样的探究:究竟我们是如何说某些事物单全地生成,而另一些并非单全地生成。因此他说,这些是由范畴界定的,依实体而生成的事物乃是单全地生成,而依偶性中的某种其他范畴生成的事物则是某种特定的生成而非单全地生成。
"Οὐ μὴν ἀλλ’ ὁμοίως 〈ἐν πᾶσι〉." Ἐν ἁπάσαις ταῖς κατηγορίαις. κοινόν φησιν εἶναι ἐν πάσαις ταῖς κατηγορίαις, εἴτε ἁπλῆ γένεσις θεωροῖτο καθάπερ ἐν ταῖς οὐσίαις, εἴτε τὶς γένεσις καθάπερ ἐν ταῖς λοιπαῖς κατηγορίαις, τὸ τὴν μὲν ἐπὶ τὰ τιμιώτερα μεταβολὴν γένεσιν λέγεσθαι, τὴν δὲ ἐπὶ τὰ ἀτιμότερα καὶ χείρονα φθοράν· γένεσις μὲν γὰρ ἡ τοῦ λευκοῦ, ἡ δὲ τούτου εἰς τὸ μέλαν μεταβολὴ οὐ γένεσις μέλανος, ἀλλὰ φθορὰ λευκοῦ. οὕτως Ἀλέξανδρος ἐξηγήσατο συμφώνως τοῖς ἐν τῇ Φυσικῇ εἰρημένοις.
“然而同样地[在一切之中]。” 在所有的范畴之中。他说在所有的范畴中都是相通的(无论像在实体中那样考察的是单全的生成,还是像在其余范畴中那样考察的是某种特定的生成):朝向更为尊贵之物的变化被称为生成,而朝向更为低贱和低劣之物的变化则被称为消灭;因为向白的转变是生成,而从白向黑的变化不是黑的生成,而是白的消灭。亚历山大便是这样解释的,这与在《物理学》中所说的相一致。
"Καὶ ὅλως καὶ ἐν ταῖς οὐσίαις." Ἐζήτησε γὰρ κἀπὶ τῶν οὐσιῶν τὴν διάκρισιν τῆς ἁπλῶς γενέσεως καὶ τῆς τινός· ἐζήτησε καὶ καθόλου ἐπὶ πάντων, ὅπερ δηλοῖ τὸ ὅλως.
“普遍地,也在实体之中。” 因为他既在实体之中探究了单全生成与特定生成的区分,也在一切事物之上普遍地作了探究,这就是“普遍地”一词所表明的意思。
- 1.95Τὸ μὲν γὰρ οἴεσθαι
句首带有 μέν 的冠词不定式结构与后文的“τὸ δὲ εἰς ταὐτὸν ἄγειν”形成对比:认为越可知之物越是存在是真实的(ἀληθές),但将感知与知识等同则是虚妄的(ψευδές)。括号内的“τὸ γὰρ ἐπὶ τῇ ἑαυτοῦ φύσει...”为插入句,用以说明前者为真的理由。
- 1.97τὸ δὲ τὸ τὴν ὕλην διαφέρειν
双重中性定冠词结构“τὸ δὲ τὸ ...”中,外层的 τό 将引用的短语“τὴν ὕλην διαφέρειν”整体名词化,作为被动语态动词 εἴρηται 的主语(即“‘质料有所不同’这一短语被说成是……”)。
- 1.98μὴ τῇ ἐξ ἀλλήλων γενέσει
亚里士多德引文中的与格短语,作为表原因或方式的与格修饰前文:单全生成与特定生成的区分“不是由彼此间的生成(即单纯物体的相互转化)造成的”,而是基于范畴的差异。
