← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§56.7-57.26

区分生成的质料差异与可感知性

菲洛波庞解释了第一种差异(存在与非存在)中具体例子的任意性,进而注解了第二种差异(质料本身的优劣,即如热的形式/积极状态与如冷的缺失)以及第三种差异(基于大众看法的、依可感知性对存在与非存在的界定)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.90

" Εἰ δὴ ταῦτα ἢ τοιαῦτα, διαφέρει οὐδέν." Εἴτε πῦρ καὶ γῆν εἴτε ἄλλα τινά, φησίν, ὑπετίθετο ὁ Παρμενίδης, διαφέρει οὐδέν· οὐ γὰρ ζητοῦμεν τὸ ὑποκείμενον περὶ ὃ θεωροῦνται αἱ διαφοραί, ἀλλ’ αὐτὰς τὰς διαφορὰς καὶ τὸν τῆς ἀντιδιαστολῆς τρόπον, καθ’ ὃν ἡ τὶς γένεσις πρὸς τὴν ἁπλῆν διαστέλλεται. τὴν γὰρ διαφορὰν προέθετο τῶν εἰς ἃ μεταβάλλει τὰ μεταβάλλοντα, καθ’ ἃς διαφορὰς διαστέλλομεν τὴν ἁπλῆν τῆς τινὸς γενέσεως.

“因此,如果就是这些或这类事物,也毫无差别。” 他说,无论巴门尼德假设的是火和土还是某些其他事物,都毫无差别;因为我们所探求的并不是在其上观察到差异的底层事物,而是诸差异本身以及据以将某种特定的生成与单全的生成区分开来的对立方式。因为他所提出的是变化之物所转变向的事物的差异,依照这些差异我们将单全的生成与某种特定的生成区分开来。

§1.91

"Οἷς οὖν διώρισται1 εἴτε πυρὶ [εἴτε] καὶ γῇ." Οἵοις ποτέ, φησί, διώρισται τὸ ὂν καὶ μὴ ὄν, εἴτε πυρὶ λέγοις καὶ γῇ διωρίσθαι εἴτε ἄλλοις τισί, τούτων αὐτῶν τὸ μὲν ἕτερον ὂν λεχθήσεται, μὴ ὂν δὲ θάτερον.

“因此,无论由何物界定,无论是由火还是土。” 他说,无论存在与非存在由何种事物界定,无论你说是通过火和土界定还是通过某些其他事物界定,在这些事物本身中,一者都将被称作存在,而另一者将被称作非存在。

§1.92

"Ἄλλον δὲ τῇ ὕλῃ ὁποία τις ἂν ᾖ.2" Ὕλην ὀνομάζει τὰ ἁπλᾶ σώματα, ὡς ὕλη ὑποκείμενα γενέσει καὶ φθορᾷ τῶν συνθέτων. καὶ δόξει ταύτῃ τὰ σύνθετα κατὰ τὸ εἶδος χαρακτηρίζεσθαι μᾶλλον, καὶ ἡ προειρημένη ἐξήγησις συμφωνεῖν τῷ προκειμένῳ, καθ’ ἣν ἐλέγομεν τὸν Ἀριστοτέλην τὴν πρώτην διαφορὰν ἐκτίθεσθαι κατὰ τὸ ἁπλούστερον καὶ συνθετώτερον, διότι τὸ μὲν ὕλῃ ἀναλογεῖ τὸ δὲ σύνθετον εἴδει, νῦν δὲ ὡς καὶ ἐν αὐτῇ τῇ ὕλῃ, λέγω δὲ τοῖς ἁπλοῖς σώμασι, θεωρουμένης διαφορᾶς ἐκτίθεσθαι ταύτην δευτέραν. ἡ δὲ διαφορά ἐστι, καθάπερ προειρήκαμεν, τὸ τὰ μὲν τῶν ἁπλῶν μᾶλλον εἶναι οὐσίαν τὰ δὲ ἧττον, μᾶλλον μὲν τὰ ποιητικὰ μᾶλλον ἔχοντα διαφορὰς καὶ εἴδει ἀναλογούσας, οἵα ἐστὶν ἡ θερμότης. τὸ γὰρ θερμόν, φησί, κατηγορία τις, τουτέστιν ὕπαρξις καὶ ἕξις, ἡ δὲ ψυχρότης οἷον στέρησις, καὶ τὰ κατ’ αὐτὴν εἰδοποιούμενα ἧττον οὐσία καὶ χεῖρον. ὥστε, φησίν, ἐπειδὴ πῦρ καὶ γῆ διαφέρει ταύταις ταῖς διαφοραῖς, τουτέστι τῇ ἕξει καὶ τῇ στερήσει, ἔσται τὸ μὲν πῦρ μᾶλλον οὐσία ἡ δὲ γῆ ἧττον, καὶ ἡ ἀπὸ γῆς εἰς πῦρ μεταβολὴ ἔσται τὶς μὲν φθορὰ γένεσις δὲ ἁπλῆ, ἐπὶ δὲ τῆς ἐναντίας μεταβολῆς τὸ ἀνάπαλιν.

“而以另一种方式,则依据质料,无论它是何种性质。” 他把单纯物体称作质料,因为它们作为质料居于复合事物的生成与消灭之下。在此意义上,复合事物似乎更多是依据形式来刻画的,并且前述的解释似乎与眼下的论题相合,依据该解释,我们曾说亚里士多德是依据更单纯与更复合来阐述第一种差异的,因为一者相当于质料,而复合事物相当于形式,而现在作为在质料本身中(我是指在单纯物体中)观察到的差异,他阐述了这第二种差异。然而,正如我们先前所说,这一差异乃是单纯事物中一些更是实体而另一些较少是实体——那些具有更为能动的、相当于形式的差异的事物更是实体,正如热那样。因为他说,热是某种范畴,即现存与积极状态,而冷如同缺失,依冷而被赋形的事物较少是实体且更为低劣。他说,因此既然火和土由这些差异(即积极状态与缺失)而有所区别,火就将更是实体,而土较少是实体,从土向火的变化将是某种特定的消灭而为单全的生成,而在相反的变化中则反之。

§1.93

"Τὸ γὰρ ὂν καὶ μὴ ὂν τῷ αἰσθάνεσθαι καὶ μὴ αἰσθάνεσθαι διορίζουσιν." Εἰπὼν τὴν τρίτην διαφορὰν κατὰ τὸ τοῖς πολλοῖς δοκοῦν, τῷ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον αἰσθητὰ εἶναι, νῦν τὴν αἰτίαν προστίθησι δι’ ἣν δοκεῖ τοῖς πολλοῖς τὸ μᾶλλον αἰσθητὸν μᾶλλον εἶναι. ἐπειδὴ γὰρ τὴν αἴσθησιν ταὐτὸν οἴονται εἶναι τῇ ἐπιστήμῃ, τῇ δὲ ἐπιστήμῃ καὶ τῇ ἀνεπιστημοσύνῃ κατὰ ἀλήθειαν διορίζεται τὸ ὂν καὶ τὸ μὴ ὄν (τὸ μὲν γὰρ ὂν ἐπιστητόν τε καὶ γνωστόν, τὸ δὲ μὴ ὂν ἄγνωστόν τε καὶ ἀνεπίστητον), νομίζουσι τῇ αἰσθήσει καὶ τῇ ἀναισθησίᾳ διορίζεσθαι τὰ ὄντα καὶ τὰ μὴ ὄντα.

“因为他们是以感知和不感知来界定存在与非存在的。” 在依据大众的看法叙述了第三种差异(即依据某些事物更可感知而另一些事物较少可感知)之后,他现在补充说明了大众为何认为更可感知之物更是存在的原因。因为既然他们认为感知与知识是同一的,而依真理而言存在与非存在乃是由知识与无知来界定的(因为存在是可知和可认识的,非存在则是不可认识与不可知的),所以他们认为存在之物与非存在之物是由感知与不感知来界定的。

§1.94

"Καθάπερ οὖν αὐτοὶ τῷ αἰσθάνεσθαι ἢ τῷ δύνασθαι καὶ ζῆν καὶ εἶναι νομίζουσιν, οὕτως καὶ τὰ πράγματα." Ἑτέρα πίστις τοῦ οἴεσθαι τὰ αἰσθητὰ ὄντα εἶναι, τὰ δὲ μὴ αἰσθητὰ μὴ ὄντα, ἐκ τοῦ ὑπολαμβάνειν καὶ ἑαυτοὺς εἶναί τε καὶ ζῆν καθὸ αἰσθάνονται ἢ δύνανται αἰσθάνεσθαι. ὥσπερ γὰρ τοῖς αἰσθανομένοις τὸ ζῆν καὶ εἶναι τῷ αἰσθάνεσθαι ὁρίζουσιν, οὕτω καὶ τοῖς αἰσθητοῖς τὸ εἶναί φασι τῷ αἴσθησιν κινεῖν δύνασθαι. τὸ γὰρ οὕτως καὶ τὰ πράγματα οὐ ‘τῷ αἰσθάνεσθαι’ δηλοῖ, ἀλλὰ ‘τῷ κινεῖν αἴσθησιν’,3 ὥστε πάντα μὲν ὡρίσθαι αἰσθήσει καὶ ἀναισθησίᾳ, ἀλλὰ τὰ μὲν ζῶντα τῷ αἰσθάνεσθαι, τὰ δὲ ἄλλα τῷ αἰσθητὰ εἶναι.

“因此,正如他们认为自己依于感知或能够感知而既活着且存在着那样,对于事物他们也如此认为。” 认为可感知之物是存在而不可感知之物是非存在的另一根据,源自他们设想自己也是在感知或能够感知的限度内既存在且活着的。因为正如对于能感知者而言,他们以“感知”来界定活着与存在,同样对于可感知之物,他们说存在是在于“能够促动感知”。因为“对于事物他们也如此”并不表示“通过感知”,而是表示“通过促动感知”,以至于一切事物都是由感知与不感知来界定的,只不过有生命之物是通过感知,而其他事物是通过可感知。

语法注3 条
  1. 1.91Οἷς οὖν διώρισται

    关系代词与格 οἷς 表示手段或标准。亚里士多德本文在此处是一不完整的分句,菲洛波诺斯通过 Οἵοις ποτέ... διώρισται(“无论由何种事物……界定”)对其进行了转述与补充解释。

  2. 1.92Ἄλλον δὲ τῇ ὕλῃ ὁποία τις ἂν ᾖ.

    从前文语境可为 Ἄλλον 补出 τρόπον(“方式/途径”),即“而以另一种方式,则依据质料,无论它是何种性质”。τῇ ὕλῃ 为手段或标准的与格。

  3. 1.94τὸ γὰρ οὕτως καὶ τὰ πράγματα οὐ ‘τῷ αἰσθάνεσθαι’ δηλοῖ, ἀλλὰ ‘τῷ κινεῖν αἴσθησιν’

    主语是带有中性定冠词的名词化短语 τὸ ... οὕτως καὶ τὰ πράγματα(“对于事物他们也如此”这一短语),δηλοῖ 作为及物动词(“表示/意指”),以后接的引用短语 οὐ ‘τῷ αἰσθάνεσθαι’ ... ἀλλὰ ‘τῷ κινεῖν αἴσθησιν’ 为其实质宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:56.7-57.26