← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§54.12-56.6

日常惯用法、实体变化与存在非存在

菲洛波诺斯确认了亚里士多德援引日常用法来区分单全的生成消灭与特定的生成消灭(318a31–34),并针对援引巴门尼德存在与非存在说的第一种差异(318b2),驳斥了基于单纯与复合的解释,采纳了亚历山大关于存在与非存在的假定性解释,进而阐释了实体生成消灭的本质特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.87

" Λέγομεν γὰρ ὅτι φθείρεται νῦν μὲν ἁπλῶς, καὶ οὐ μόνον τοδί." Τὴν χρῆσιν νῦν μαρτύρεται διορίζουσαν τὴν ἁπλῆν γένεσιν τῆς τινὸς καὶ οὐ μόνον μετὰ προσθήκης λέγουσαν τάδε τινὰ γίνεσθαι, ἀλλ’ ἔστιν ὅτε καὶ ἄνευ προσθήκης· ὥστε εὔλογον εἶναι ἐπεξελθεῖν τῇ ζητήσει.

“因为我们说,它现在是单全地消灭,而不仅是这个某物[消灭]。” 他现在引用日常用法作为见证,该用法区分了单全的生成与某种特定的生成,并且不仅带有附加语地说某些特定事物生成,而且有时也不带附加语地[如此说];因此推进这一探讨是合情合理的。

§1.88

"Φαμὲν γὰρ τὸν μανθάνοντα γίνεσθαι μὲν ἐπιστήμονα, γίνεσθαι δὲ ἁπλῶς οὔ." Ἐντεῦθέν τινες ἐνόμισαν τὸν λόγον αὐτῷ εἶναι περὶ τῶν οὐσιῶν καὶ τῶν συμβεβηκότων, ἁπλῆν μὲν γένεσιν τὴν τῶν οὐσιῶν λέγοντι,1 τινὰ δὲ γένεσιν τὴν τῶν συμβεβηκότων. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ὁ μὲν λόγος ἐστὶν αὐτῷ, καθὰ προείρηται, περὶ τῶν οὐσιῶν, ὅπως αἱ μὲν ἁπλῶς λέγονται γίνεσθαι αἱ δὲ μετὰ προσθήκης· τὸ δὲ κατὰ τὸν μανθάνοντα παράδειγμα πρὸς μαρτυρίαν ἤγαγε τοῦ τὴν χρῆσιν διορίζειν, καὶ τὰ μὲν ἁπλῶς λέγειν γίνεσθαι τὰ δὲ οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης.

“因为我们说,学习者生成为有知识者,但并不是单全地生成。” 由此,有些人以为他的论述是关于实体和偶性的,认为他把实体的生成称为单全的生成,而把偶性的生成称为某种特定的生成。但实情并非如此,相反,正如先前所说,他的论述是关于实体的,即它们中的一些如何被称为单全地生成,而另一些则带有附加语地[生成];至于他引出关于学习者的例子,则是为了见证日常用法作出了区分,并且说某些事物是单全地生成,而另一些事物则非单全地而是带有附加语地生成。

§1.89

"Διαφέρει γὰρ εἰς ἃ μεταβάλλει τὸ μεταβάλλον, οἷον ἴσως ἡ μὲν εἰς πῦρ ὁδὸς γένεσις μὲν ἁπλῆ, φθορὰ δὲ τινός, οἷον γῆς, ἡ δὲ γῆς γένεσις γένεσις τὶς, φθορὰ δ’ ἁπλῆ, οἷον πυρός, ὥσπερ Παρμενίδης λέγει δύο τὸ ὂν καὶ τὸ μὴ ὄν." Ἐκτίθεται μὲν ἐνταῦθα τὴν διαφορὰν καθ’ ἣν διαστέλλεται ἡ ἁπλῆ γένεσις τῆς τινὸς, τίς δὲ ἡ διαφορά ἐστι ζητητέον· δοκεῖ γὰρ ἀσυμφανῶς παρ’ αὐτοῦ εἰρῆσθαι. ἴσως μὲν οὖν τις λέγει ταύτην κατὰ τὸ ἁπλούστερον καὶ συνθετώτερον εἶναι· τῷ γὰρ τὰ ἁπλούστερα ὑλικώτερα εἶναι καὶ ἐν ὕλης τάξει ὑποτετάχθαι τοῖς συνθέτοις, λέγοιτ’ ἂν ἡ τούτων γένεσις τὶς γένεσις, ἡ δὲ τῶν συνθέτων, ὡς τρανότερον τὸ εἶδος ἐχόντων, ἁπλῆ γένεσις. κατὰ ταύτην τὴν ἔννοιαν καὶ ὁ Παρμενίδης, ἐπειδὴ γῆν καὶ πῦρ ὑποθέμενος στοιχεῖα τὴν μὲν γῆν ὡς ὕλην ὑποκεῖσθαι τὸ δὲ πῦρ ὡς εἰδοποιὸν ἐθεώρει, τὴν μὲν γῆν μὴ ὂν τὸ δὲ πῦρ ὂν ὠνόμασεν. τοιγαροῦν κατ’ ἐκείνην, φησίν, ἡ μὲν τοῦ πυρὸς γένεσις ἁπλῆ γένεσις ἂν εἴη, ἡ δὲ 〈τῆς〉 γῆς τὶς γένεσις καὶ οὐχ ἁπλῆ. δοκεῖ δὲ ἀντιπίπτειν πρὸς ταύτην τὴν ἐξήγησιν τό τε μηδαμοῦ φαίνεσθαι τὸν Ἀριστοτέλην τοῦ ἁπλουστέρου καὶ συνθετωτέρου μεμνημένον, ἔτι μέντοι κἀκεῖνο. εἰ γὰρ τὸ ἁπλοῦν τοῦ συνθέτου τῷ ὑλικωτέρῳ καὶ εἰδικωτέρῳ διαφέρει, ἔσται ἡ αὐτὴ διαφορὰ τῇ ἐφεξῆς καὶ δευτέρᾳ λεγομένῃ, καθ’ ἣν τὴν μὲν μᾶλλον οὐσίαν φησὶν εἶναι τὴν δὲ ἧττον· τὸ γὰρ μᾶλλον εἶναι οὐσίαν καὶ ἧττον ἐκ τοῦ ὑλικωτέρου καὶ εἰδικωτέρου σκοπεῖ. καὶ δηλοῖ τοῦτο σαφῶς αὐτὸς ἐν τῷ περὶ τῆς δευτέρας διαφορᾶς λόγῳ φάσκων “οἷον τὸ θερμὸν κατηγορία τις καὶ εἶδος, ἡ δὲ ψυχρότης στέρησις”, πρὸς τῷ μηδὲν μεμνῆσθαι αὐτὸν τοῦ ὑλικωτέρου2 καὶ εἰδικωτέρου ἐν τῷ περὶ τῆς πρώτης διαφορᾶς λόγῳ, ἀλλὰ μόνον τοῦ ὄντος καὶ μὴ ὄντος. διὰ τοῦτο ἀληθεστέρα μοι δοκεῖ εἶναι καὶ τῇ λέξει σύμφωνος ἡ παρὰ Ἀλεξάνδρῳ ἐξήγησις. φησὶ δὲ ἐκεῖνος τὴν πρώτην διαφορὰν γίνεσθαι κατά τε ὂν καὶ μὴ ὄν, οὐχ ὡς Ἀριστοτέλει δοκοῦσαν, ἀλλ’ ὅτι ὅταν ὑποθῆταί τις εἶναι τὸ ὂν καὶ τὸ μὴ ὄν, καθάπερ ὁ Παρμενίδης ἔλεγε τὸ μὲν πῦρ ὂν τὴν δὲ γῆν μὴ ὄν, ἕψεται κατὰ ταύτην τὴν ὑπόθεσιν τὴν μὲν εἰς τὸ μὴ ὂν ὁδὸν ἐκ τοῦ ὄντος φθορὰν μὲν ἁπλῆν εἶναι γένεσιν δὲ τινά, κατὰ δὲ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ὁδὸν τἀναντία, φθορὰν μὲν τινὰ γένεσιν δὲ ἁπλῆν. ὅλως γὰρ κατὰ Ἀριστοτέλην οὐδεμία οὐσία εἰς τὸ μὴ ὂν μεταβάλλει. ἡ γὰρ ἄλλου, φησί, φθορὰ ἄλλου γένεσις. ὥστε οὐδὲν μεταβάλλει ἐπὶ τῶν οὐσιῶν εἰς στέρησιν ἁπλῶς, ἀλλὰ τὸ εἰς τὴν τοῦδε στέρησιν μεταβάλλον εἰς ἄλλο ὂν μεταβάλλει. τὸ δὲ ἐπὶ τῶν οὐσιῶν προστέθεικα, διότι ἐπὶ τῶν συμβεβηκότων δυνατόν ἐστι· δυνατὸν γὰρ τὸν μουσικὸν εἰς τὸ ἄμουσον καὶ εἰς τὴν στέρησιν μεταβαλεῖν, μηδὲν ἕτερον ἐν τῇ ἀποβολῇ τῆς μουσικῆς προσλαβόντα εἶδος ἢ πάθος, ἀλλ’ ἢ μόνον τὴν στέρησιν,3 διότι πρὸς τὸ εἶναι τὴν ὕλην ἐν ὑποστάσει οὐδὲν συμβάλλεται τὸ μουσικὸν ἢ τὸ ἄμουσον. ἐπὶ δὲ τῶν οὐσιῶν αἱ τῶν εἰδῶν ἀπουσίαι καὶ στερήσεις ἀνυπόστατον τὴν ὕλην ποιοῦσιν, ἂν μὴ εἰς ἄλλο τι ὂν ἐνεργείᾳ καὶ εἶδος γένηται ἡ μεταβολή.

“因为变化之物所转变向的事物有所不同,例如或许通向火的道路是单全的生成,却是某特定之物的消灭,例如土的[消灭];而土的生成是某种特定的生成,却是单全的消灭,例如火的[消灭],正如巴门尼德说存在与非存在是两个东西那样。” 他在此阐明了单全的生成据以同某种特定的生成区分开来的差异,但这究竟是何种差异则必须加以探讨;因为这在他那里似乎表达得并不明晰。因此,或许有人会说这一差异是依照更单纯与更复合而言的;因为由于更单纯的事物更偏质料性,且在质料的位阶上次于复合事物,这些事物的生成可以说是某种特定的生成,而复合事物的生成,因其更清晰地具有形式,则是单全的生成。依据这一观念,巴门尼德也是如此,因为他假设土和火为元素,认为土作为质料而居于底层,火则作为赋予形式者,因而将土命名为非存在,将火命名为存在。他说,因此依照那种观点,火的生成将是单全的生成,而土的生成则是某种特定的而非单全的生成。然而,亚里士多德在任何地方都未曾显出提及更单纯与更复合,此外还有下面那一点,这两点似乎都与这种解释相抵触。因为如果单纯事物与复合事物的区别在于更偏质料与更具形式,那么这就会与接下来所说的第二种差异成为同一差异,在第二种差异中,他说一者更是实体而另一者较少是实体;因为他正是从更偏质料和更具形式来考察更多或更少作为实体的。而且他本人在关于第二种差异的论述中明确地表明了这一点,他说“正如热是某种范畴和形式,冷则是缺失”,此外还在于他在关于第一种差异的论述中丝毫未曾提及更偏质料和更具形式,而仅提及存在与非存在。因此,亚历山大所作的解释在我看来更为真实且切合文句。他说,第一种差异依照存在与非存在而发生,并非因为亚里士多德自己赞同这一点,而是因为当有人假定存在与非存在存在时(正如巴门尼德称火为存在、称土为非存在那样),依照这一假定就会得出:从存在通向非存在的道路是单全的消灭而为某种特定的生成,而依照从非存在通向存在的道路则正相反,是某种特定的消灭而为单全的生成。因为普遍而言,依照亚里士多德,没有任何实体会向着非存在转变。因为他说,一者的消灭即是另一者的生成。因此,在实体中没有任何事物单全地向着缺失转变,而是向着这一事物的缺失转变的事物转变为另一种存在。我之所以加上“在实体中”,是因为在偶性中这是可能的;因为有音乐修养的人可能转变为缺乏音乐修养的人并转变为缺失,在失去音乐修养时并未获得任何其他的形式或情状,而仅获得了缺失,因为对于质料在实体性上的自立存在而言,有音乐修养或无音乐修养毫无作用。但在实体中,形式的缺席和缺失会使质料无法自立存在,除非变化乃是向着现实活动中的某种其他存在和形式而发生。

语法注3 条
  1. 1.88ἁπλῆν μὲν γένεσιν τὴν τῶν οὐσιῶν λέγοντι

    与格分词 λέγοντι 与前文的代词 αὐτῷ(指亚里士多德)一致,表示误解者所认定的前提:“以为他将实体的生成称为单全的生成”。

  2. 1.89πρὸς τῷ μηδὲν μεμνῆσθαι αὐτὸν τοῦ ὑλικωτέρου

    介词 πρός 接与格冠词不定式(τῷ μεμνῆσθαι)表示“除了……之外/加之”,为反驳基于单纯与复合的解释增添了另一条论据。不定式的主语为宾格 αὐτόν,宾语由属格 τοῦ ὑλικωτέρου 充当。

  3. 1.89ἀλλ’ ἢ μόνον τὴν στέρησιν

    短语 ἀλλ’ ἤ 接在否定词 μηδὲν ἕτερον 之后表示排除(“除了……之外别无”),意即“除仅仅获得了缺失外,没有获得任何其他……”。宾格 τὴν στέρησιν 作为分词 προσλαβόντα 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:54.12-56.6