- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:53.11-54.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯详细阐明了在实体中区分单全生成与特定生成的三种差异(质料性/形式性、更优/更劣、以及基于大众观念的可感觉程度),进而解释了单全生成与带附加语生成的区分如何适用于包含偶性在内的诸范畴。
τῶν μὲν γὰρ ἁπλῶν στοιχείων ἡ γένεσις, ὡς ἂν ὑλικωτέρων καὶ ἐν ὕλης τάξει ὑποκειμένων τοῖς συνθέτοις,1 τὶς γένεσις, τῶν δὲ συνθέτων, οἷον ἀνθρώπου καὶ ἵππου, ἁπλῆ γένεσις. ἀλλὰ δὴ καὶ κατ’ αὐτὰ τὰ ὑλικώτερα, λέγω δὲ τὰ ἁπλᾶ σώματα (ὕλη γὰρ ταῦτα, καθὼς εἴρηται, τῶν συνθέτων), ἔστι τις ἑτέρα διαφορά, καθ’ ἣν τὰ μὲν μᾶλλον ἢ κρεῖττον οὐσία, τὰ δὲ ἧττον ἢ χεῖρον.2 τὰ μὲν γὰρ ἔχοντα ποιητικὰς διαφορὰς μᾶλλον οὐσία καὶ κρεῖττον οὐσία, τὰ δὲ ἔχοντα παθητικὰς καὶ στερητικὰς ἧττον οὐσία καὶ χεῖρον. ἔστι δὲ ἡ μὲν θερμότης δραστικὴ μᾶλλον καὶ εἶδος, ἡ δὲ ψυχρότης παθητικὴ μᾶλλον καὶ στέρησις. οὐκοῦν ἔσται τὸ μὲν πῦρ μᾶλλον οὐσία, καὶ ἡ τοῦδε γένεσις ἁπλῆ γένεσις· ἡ δὲ γῆ ἧττον οὐσία, καὶ ἡ ταύτης γένεσίς τις οὐχ ἁπλῆ. τοῦ οὖν πυρὸς μεταβάλλοντος εἰς γῆν φθορὰ μὲν ἁπλῆ ἔσται, γένεσις δὲ τὶς, τῆς δὲ γῆς εἰς πῦρ μεταβαλλούσης ἔμπαλιν φθορὰ μὲν τὶς, γένεσις δὲ ἁπλῆ. τρίτη δέ ἐστι διαφορὰ ἐκ τῆς τῶν πολλῶν ἐννοίας εἰλημμένη, οὐκ ἐκ τῆς ἀληθείας. δοκεῖ γὰρ τοῖς πολλοῖς τὸ μᾶλλον αἰσθητὸν μᾶλλον ὂν εἶναι, τὸ δὲ ἧττον αἰσθητὸν ἧττον ὂν εἶναι. ὥστε κατ’ ἐκείνους ἡ τῶν μᾶλλον αἰσθητῶν, οἷον γῆς, ἁπλῆ γένεσις, ἡ δὲ τοῦ ἀέρος τὶς γένεσις (ἧττον γὰρ αἰσθητὸν ὁ ἀήρ), κατὰ δὲ τὴν ἀλήθειαν ἔμπαλιν· μᾶλλον γὰρ ὂν ὁ ἀὴρ τῆς γῆς, εἴπερ ἡ θερμότης μὲν ποιητικὴ καὶ εἰδικωτέρα, ὡς εἴρηται, ἡ δὲ ψῦξις οἷον στέρησίς τις. τρεῖς μὲν αὗται διαφοραὶ ἐπὶ τῶν οὐσιῶν θεωρούμεναι, ἡ μὲν κατὰ τὸ ἁπλούστερον καὶ συνθετώτερον ἤτοι ὑλικώτερόν τε καὶ εἰδικώτερον, ἡ δὲ κατὰ τὸ μᾶλλον ἢ ἧττον εἶναι οὐσίαν ἤγουν κατὰ τὸ κρεῖττον καὶ χεῖρον, τρίτη δὲ κατὰ τὸ μᾶλλον ἢ ἧττον αἰσθητόν, καθ’ ἃς ἐπὶ τῶν ἐξ ἀλλήλων γινομένων ἡ μὲν ἁπλῆ γένεσις λέγεται ἡ δὲ τὶς γένεσις. ὕστερον δὲ ζητεῖ οὐκέτι περὶ τῶν ἐξ ἀλλήλων γινομένων, ἀλλ’ ἁπλῶς καθόλου διὰ τί τῶν ὄντων τὰ μὲν ἁπλῶς φαμεν γίνεσθαι καὶ χωρὶς προσθήκης, τὰ δὲ ἀεὶ μετὰ προσθήκης ἁπλῶς δὲ οὐδέποτε, εἴ γε πάντα ὄντα ἐστί.3 καί φησιν ὅτι ἐνταῦθα τὸ ἁπλῶς καὶ μὴ ἁπλῶς ταῖς κατηγορίαις ὥρισται. ἐπεὶ γὰρ τὰ μὲν οὐσίαν σημαίνει τὰ δὲ ποιὸν τὰ δὲ ποσόν, τὰ μὲν κατ’ οὐσίαν μεταβάλλοντα ἁπλῶς γίνεσθαι λέγομεν, τὰ δὲ κατὰ ἄλλην τινὰ κατηγορίαν ἀεὶ μετὰ προσθήκης. εἰκότως, ἐπειδὴ καὶ κυρίως ὂν ἡ οὐσία. ἀλλὰ δή, φησί, καὶ ἐν ταῖς ἄλλαις πάσαις κατηγορίαις τῶν συμβεβηκότων καθόλου ἡ μὲν εἰς τὰ τιμιώτερα μεταβολὴ γένεσις ἁπλῆ, οἷον ἡ εἰς λευκὸν ἀλλοίωσις, ἡ δὲ εἰς τὰ χείρω, οἷον ἡ εἰς τὸ μέλαν, οὐκέτι.
因为单纯元素的生成是某种特定的生成,因其更偏质料性并在质料的位阶上作为复合实体的底层;而复合实体(例如人和马)的生成则是单全的生成。但是确实,在这些更偏质料的事物本身之中,我指单纯物体(因为正如已经说明的,这些是复合实体的质料),也存在某种另一种差异,依此差异,某些是更多或更好的实体,而某些则是较少或较劣的[实体]。因为具有能动性差异的事物是更多的实体和更好的实体,而具有被动性和缺失性差异的事物则是较少的实体和较劣的[实体]。而热更多是主动的且是形式,冷则更多是被动的且是缺失。因此,火将是更多的实体,其生成将是单全的生成;而土则是较少的实体,其生成则是某种特定的而非单全的[生成]。于是,当火转变为土时,将是单全的消灭而为某种特定的生成;相反,当土转变为火时,则是某种特定的消灭而为单全的生成。第三种差异取自大众的观念,而非取自真理。因为在大众看来,更容易被感觉到的事物更多是存在,较不易被感觉到的事物则较少是存在。因此依照他们,像土这样更容易被感觉到的事物的生成是单全的生成,而空气的生成则是某种特定的生成(因为空气较不易被感觉到),然而依照真理则正相反;因为空气比土更多是存在,如果正如已说明的那样,热是能动的且更具形式,而冷却则仿佛是某种缺失。这便是在实体上所考察的三种差异:其一是依照更单纯与更复合、即更偏质料与更具形式的差异;其二是依照更多或更少作为实体、即依照更好与更劣的差异;第三则是依照更多或更少被感觉到的差异;依循这些差异,在互为来源而生成的事物中,一种被称为单全的生成,另一种被称为某种特定的生成。其后,他不再就互为来源而生成的事物进行探讨,而是普遍地单全探讨:既然一切都是存在者,究竟为何在诸存在者中,我们说有些是单全地且不带附加语地生成,而有些则总是带有附加语且绝非单全地生成。他指出,在此处单全与非单全乃是由诸范畴所界定的。因为由于有些表示实体,有些表示性质,有些表示数量,所以我们说按实体而变化的事物是单全地生成,而按某种其他范畴[变化的事物]则总是带有附加语地生成。这是理所当然的,因为实体也是本真意义上的存在。他接着说,然而确实,在偶性的所有其他范畴中,普遍而言向着更尊贵事物的变化也是单全的生成(例如向着白色的质变),而向着较劣事物的变化(例如向着黑色的变化)则不再如此。
- 1.86ὡς ἂν ὑλικωτέρων καὶ ἐν ὕλης τάξει ὑποκειμένων τοῖς συνθέτοις
ὡς ἄν 与属格分词 ὑποκειμένων(以及比较级形容词 ὑλικωτέρων)连用,与前文的属格 τῶν μὲν γὰρ ἁπλῶν στοιχείων 一致,用以表示该判断的主观理由或设定根据。
- 1.86τὰ μὲν μᾶλλον ἢ κρεῖττον οὐσία, τὰ δὲ ἧττον ἢ χεῖρον
在关系从句的谓语中,后半部分省略了名词 οὐσία 以及系动词 ἐστί。与 μᾶλλον οὐσία(更多的实体)和 κρεῖττον οὐσία(更好的实体)相对比,后半部分应补出 ἧττον [οὐσία] ἢ χεῖρον [οὐσία] 来理解。
- 1.86εἴ γε πάντα ὄντα ἐστί
嵌入在间接疑问从句(διὰ τί...)内部的条件/让步从句。小词组合 εἴ γε(“如果确实……”、“既然……”)强调了这种反差:即便包括偶性在内的一切都是“存在者”,却唯独某些范畴的变化被称为单全的生成。
