- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:52.9-53.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的“为何某些生成和消灭被称为单全的,而另一些仅是特定受限的”这一疑难,菲洛波庞论证了该问题关涉的是实体间的相互转化而非偶性,并援引巴门尼德关于火(形式/存在)与土(质料/非存在)的对立来阐释造成这一区分的首要原因。
" Διὰ τί δέ ποτε τὰ μὲν ἁπλῶς γίνεσθαι λέγεται τὰ δὲ φθείρεσθαι, τὰ δ’ οὐχ ἁπλῶς." Ἀπορίαν πάλιν ἄλλην ἐκτίθεται ὁ Ἀριστοτέλης, τί δήποτε τῶν γενέσεων αἱ μὲν ἁπλαῖ γενέσεις λέγονται αἱ δὲ τινές, καὶ τῶν γινομένων τὰ μὲν ἁπλῶς γίνεσθαι λέγομεν τὰ δὲ οὐχ ἁπλῶς. ἔχει δὲ τὸ εὔλογον ἡ ἀπορία, ὡς καὶ αὐτός φησιν, ἐκ τοῦ κεῖσθαι τὴν τοῦδε γένεσιν ἄλλου εἶναι φθοράν, καὶ τὴν τοῦδε φθορὰν ἄλλου εἶναι γένεσιν. ὁμοιότης γὰρ οὕτω πᾶσι τοῖς ἐξ ἀλλήλων γινομένοις καὶ εἰς ἄλληλα φθειρομένοις ὑπάρχει, ὡς μηδὲν μᾶλλον τόδε ἢ τόδε φάσκειν γίνεσθαι.1 ὥστε δῆλον ἐκ τῆς κατασκευῆς ὅτι ὁ λόγος αὐτῷ περὶ τῶν οὐσιῶν ἐστι μόνων, διὰ τί τινῶν μὲν οὐσιῶν ἁπλαῖ γενέσεις λέγονται τινῶν δὲ οὐχ ἁπλαῖ ἀλλὰ τινὲς γενέσεις, καὶ οὐχ, ὥσπερ τινὲς ἐνόμισαν, περὶ τῶν συμβεβηκότων, ὡς ἁπλῶς μὲν τῶν οὐσιῶν γινομένων οὐχ ἁπλῶς δὲ τῶν συμβεβηκότων.2 περὶ μὲν γὰρ τούτων ἤδη καὶ προλαβὼν εἶπεν καὶ ἐν τοῖς ἑξῆς ζητήσει, τὸ δὲ νῦν περὶ τῶν οὐσιῶν ἐστιν αὐτῷ ὁ λόγος, τῶν καὶ ἐξ ἀλλήλων γινομένων, τὰ δὲ συμβεβηκότα οὐκ ἐξ οὐσιῶν οὐδὲ οὐσίαι ἐκ τούτων οὐδὲ πάντως ἐξ ἀλλήλων. τὸ γὰρ τρίγωνον οὐ πάντως ἐξ ἑτέρου σχήματος ἀλλὰ καὶ ἐξ ἀσχηματίστου, καὶ τὸ κεχρωσμένον ὡσαύτως ἐκ στερήσεως, εἰ ὡς ἐξ ὕλης τοῦ ἀέρος γένοιτο (ἄχρους γὰρ ὁ ἀήρ), καὶ τὸ ἐπιστῆμον πολλάκις ἐξ ἀνεπιστήμονος. ὥστε οὐ περὶ τῆς τῶν συμβεβηκότων γενέσεως ὁ λόγος, ἀλλὰ περὶ τῆς τῶν οὐσιῶν· αὗται γὰρ πάντως ἐξ ἀλλήλων, καὶ τούτων αἱ μὲν ἁπλῶς εἰσι γενέσεις καὶ λέγονται αἱ δὲ τινές. ζητεῖ οὖν τῆς τοιαύτης χρήσεως τὴν αἰτίαν, καί φησιν ὅτι κατὰ τρεῖς χρὴ διαφορὰς διαστέλλεσθαι τὴν τινὰ γένεσιν πρὸς τὴν ἁπλῆν, πρώτην μὲν διαφορὰν τὴν τῆς ὑλικωτέρας οὐσίας καὶ εἰδικωτέρας, ὧν τὴν μὲν ὑλικωτέραν μὴ ὂν ἐκάλουν οἱ περὶ Παρμενίδην τὴν δὲ εἰδικωτέραν ὄν· διὰ γάρ τοι τοῦτο οὗτος ὁ ἀνὴρ τὴν μὲν γῆν μὴ ὂν ὠνόμαζεν ὡς ὕλης λόγον ἐπέχουσαν, τὸ δὲ πῦρ ὂν ὡς ποιοῦν καὶ εἰδικώτερον. ὥστε εἴη ἂν κατὰ Παρμενίδην ἡ μὲν τοῦ πυρὸς γένεσις ἁπλῆ γένεσις, ἡ δὲ τῆς γῆς γένεσίς τις γένεσις· καὶ φθορὰ δὲ ὡσαύτως, ἡ μὲν τοῦ πυρὸς ἁπλῆ, ἡ δὲ τῆς γῆς τὶς φθορά. κατὰ μὲν οὖν Παρμενίδην ταῦτα ἂν εἴη παραδείγματα τῆς ἁπλῆς καὶ τῆς τινὸς γενέσεως, τὴν μὲν γῆν τιθέμενον ὑλικὴν τὸ δὲ πῦρ εἰδικόν.3 εἴποις δ’ ἂν οὕτως ἔχειν καὶ τὴν τῶν ἁπλῶν στοιχείων γένεσιν πρὸς τὴν τῶν συνθέτων.
“然而,究竟为什么某些事物被称为单全地生成,某些事物被称为消灭,而另一些事物则非单全地[生成或消灭]?” 亚里士多德再次提出了另一个疑难,即究竟为什么在诸生成中,有些被称为单全的生成,有些被称为某种特定的生成,并且在生成的事物中,我们说有些是单全地生成,而有些是非单全地生成。正如他自己所说,这一疑难的合理性源于这样一个前提:这一个的生成即是另一个的消灭,这一个的消灭即是另一个的生成。因为对于一切互为来源而生成、互为归宿而消灭的事物,都具有如此的相似性[对等性],以至于绝不能说这一个比那一个更是在生成。因此,从这一论证建构中显而易见,他的讨论仅仅关于实体——即为何对某些实体而言被称为单全的生成,而对另一些实体而言则被称为非单全的、某种特定的生成——而不是如某些人所认为的那样关于偶性,以为实体是单全地生成,而偶性是非单全地生成。因为关于偶性,他在此前已经谈过,并且在后文中也将探讨;而眼下他的论述是关于那些彼此相互生成的实体的,相反,偶性并非由实体生成,实体亦非由偶性生成,偶性之间也决非必然相互生成。因为三角形并不必然来自另一种形状,也可以来自未成形的状态;有色之物同样来自缺失,如果它是以空气为质料而生成的(因为空气是无色的);有知者也往往来自无知者。因此,该论述并非关于偶性的生成,而是关于实体的生成;因为实体必然彼此相互生成,而在实体的生成中,有些是且被称为单全的生成,有些则是某种特定的生成。于是他探寻此类用法的原因,并指出应当依照三种差异来区分某种特定的生成与单全的生成:第一种差异是更偏质料的实体与更偏形式的实体之间的差异,在它们之中,巴门尼德学派将更偏质料的称为非存在,将更偏形式的称为存在;正是由于这个缘故,这个人将土命名为非存在,视其担当质料的规定,而将火命名为存在,视其为主动的和更具形式的。从而依照巴门尼德,火的生成将是单全的生成,而土的生成则是某种特定的生成;消灭亦同样:火的消灭是单全的,而土的消灭则是某种特定的消灭。因而依照将土设定为质料性的、将火设定为形式性的巴门尼德,这些便是单全生成与某种特定生成的例证。人们也可以说,单纯元素的生成相对于复合实体的生成,情况亦是如此。
- 1.86ὡς μηδὲν μᾶλλον τόδε ἢ τόδε φάσκειν γίνεσθαι
紧接在 ὁμοιότης…ὑπάρχει(存在着相似性/对等性)之后、带有 ὡς 的不定式结构,相当于 ὥστε 表结果的用法,表示程度或结果:“以至于人们绝不能说这一个比那一个更是在生成”。
- 1.86ὡς ἁπλῶς μὲν τῶν οὐσιῶν γινομένων οὐχ ἁπλῶς δὲ τῶν συμβεβηκότων
由 ὡς 引领的属格绝对结构,用于补充说明前述某些人(τινὲς ἐνόμισαν)的主观观点或推论依据:“以为实体是单全地生成,而偶性是非单全地生成”。
- 1.86τὴν μὲν γῆν τιθέμενον ὑλικὴν τὸ δὲ πῦρ εἰδικόν
宾格分词 τιθέμενον 在性、数、格上隔着主句与前文 κατὰ μὲν οὖν Παρμενίδην 中的 Παρμενίδην 一致,补充说明在巴门尼德学说下将土设定为质料性、将火设定为形式性的解释框架。
