- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:50.22-52.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对生成为何持续不息这一疑难,本节论述了该难题并非通过消灭归于非存在来解决,而是通过“一者的消灭即另一者的生成”这一质料的交替循环得以解决(318a10–318a25)。
" Ἅμα γὰρ ἂν ἴσως τοῦτο γένοιτο δῆλον, καὶ περὶ τοῦ νῦν ἀπορηθέντος." Εἴπερ, φησί, δῆλον γένοιτο τοῦτο, τὸ διὰ τί φθορὰ καὶ γένεσις οὐκ ἐπιλείπει, σὺν τούτῳ φανερωθήσεται καὶ τὸ ἀνωτέρω ἀπορηθέν, εἰ τῇ δυνάμει οὐσίᾳ ὑπάρξει τι τῶν ἄλλων ἐνεργείᾳ ἢ οὔ.
“因为与此同时,这一点或许就会变得清楚,而关于方才所生疑难的问题也是如此。” 他说,如果这一点变得清楚——即消灭与生成为何不至止息——那么随之而来的,上述所疑难的问题也将被阐明,即在现实态中,其余诸范畴中的某物究竟是否属于在潜能上的实体。
"Ἔχει δὲ ἀπορίαν ἱκανὴν καὶ τί τὸ αἴτιον τοῦ συνείρειν ἀεὶ τὴν γένεσιν." Τὴν προηπορημένην ἀπορίαν πρὸς τὸ μὴ δύνασθαι συνεχῆ εἶναι τὴν γένεσιν δεικνὺς εὔλογον οὖσαν, τίθησι κατασκευὴν αὐτῆς τοῦτον ἔχουσαν τὸν τρόπον. εἰ γάρ, φησί, τὸ φθειρόμενον εἰς τὸ μὴ ὂν ἀπέρχεται, τὸ δὲ μὴ ὂν οὐδὲν τῶν ὄντων ἐστίν, ὡς ἔδειξεν ἐν τῇ τῶν ὄντων κατὰ γένος παραθέσει (οὔτε γὰρ τόδε, ὅπερ σημαίνει τὴν οὐσίαν, οὔτε ποσὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων τι), πῶς οὐκ ἐπιλείψει ἡ γένεσις; εἰ γὰρ ἀεί 〈τι〉 τοῦ ὄντος ἀπέρχεται, πεπερασμένον δὲ τὸ ὄν, πάλαι ἂν κατηνάλωτο τὰ ὄντα εἰς τὸ μὴ ὄν. ὅτι γὰρ πεπερασμένον τὸ ὄν, δέδεικται ἐν τῇ Φυσικῇ· οὐδὲν γὰρ ἄπειρον ἐνεργείᾳ. δυνάμει γὰρ ἐδείχθη τὸ ἄπειρον ὄν· ἡ γὰρ τοῦ συνεχοῦς τομὴ ἐπ’ ἄπειρον δυνάμει. ταύτην οὖν μόνην ἔδει μὴ ἐπιλείπειν, τὴν τῶν συνεχῶν δηλονότι διαίρεσιν, ἐπειδὴ ἐν ταύτῃ τὸ ἄπειρον μόνῃ. ἐγένετο δ’ ἂν τοῦτο τῷ ἀεὶ ἐλάττω γίνεσθαι τὸ προϋπάρχον μέγεθος τοῦ ὄντος,1 τῇ ἀφαιρέσει ἀεὶ καὶ τῇ φθορᾷ τῶν κατὰ μέρος.
“而生成为何始终连续不断的原因,也包含着相当大的疑难。” 在表明关于生成不可能连续的先前所提疑难是合情合理的同时,他按如下方式给出了该疑难的论证建构。他说,因为如果消灭之物离去而归于非存在,而非存在又不是诸存在者中的任何一个——正如他在按属类陈列诸存在者时所表明的那样(因为它既不是指称实体的‘这一个’,也不是数量,不是性质,亦非其他任何范畴)——生成又怎会不止息呢?因为如果存在者中总是[有某物]离去,而存在者又是有限的,那么诸存在者早就会耗尽而归于非存在了。因为存在者是有限的,这已在《物理学》中得到证明;因为没有任何事物在现实态中是无限的。因为已证明无限在潜能中存在;因为连续体的分割在潜能上是无限的。因此,唯独这一个,即连续之物的分割,理应不止息,因为无限唯独存在于这[分割]之中。而这本会通过个别事物的不断减除和消灭,使得存在者预先存在的大小始终变得更小而发生。
"Δυνάμει δὲ ἐπὶ τὴν διαίρεσιν." Τουτέστι δυνάμει ἐπ’ ἄπειρον ἔχει τὴν διαίρεσιν· ὁ μὲν γὰρ ἀριθμὸς ἐπὶ τὴν αὔξησιν ἔχει τὸ ἄπειρον, τὸ δὲ μέγεθος ἐπὶ τὴν διαίρεσιν.
“但在潜能上是朝向分割。” 这就是说,在潜能上它具有朝向无限的分割;因为数是在增加的方向上具有无限,而大小则是在分割的方向上具有无限。
"Ἆρ’ οὖν διὰ τὸ τὴν τοῦδε φθορὰν ἄλλου εἶναι γένεσιν." Συντόμως λίαν τὴν ἀπορίαν ἔλυσεν. οὐ γὰρ εἰς τὸ μὴ ὄν, φησίν, ἡ φθορά, ὥσπερ ἔκειτο ἐν τῇ ἀπορίᾳ, ἀλλ’ εἰς ἄλλο ὄν, καὶ ἡ ἄλλου γένεσις ἄλλου φθορά. αὕτη οὖν ἡ ἐνάλλαξις καὶ ἄμειψις τοῦ ὑποκειμένου, τουτέστι τῆς ὕλης κατὰ τὰ εἴδη μεταβαλλούσης, καὶ ὁ δίαυλος ὁ τοιοῦτος αἴτιος τοῦ συνείρειν τὴν γένεσιν. λύοιτο δ’ ἂν τούτῳ καὶ ἣν ἀνωτέρω εἶπεν ἀπορίαν περὶ τῆς ἁπλῆς γενέσεως. εἰ γὰρ μηδὲν εἰς τὸ μηδαμῶς ὂν ἐνεργείᾳ φθείρεται, οὐδ’ ἂν γένοιτο ἐκ τοῦ μηδαμῶς ὄντος ἐνεργείᾳ, ἀλλὰ πᾶν τὸ γινόμενον ἐξ ἐνεργείᾳ τινὸς ὄντος καὶ εἰδοπεποιημένου γίνεται. ἀλλὰ γίνεται ἐξ αὐτοῦ, οὐχ ᾗ ἐνεργείᾳ ἐστὶν ἀλλ’ ᾗ δυνάμει, τὸ γινόμενον. ἐπειδὴ γὰρ τὸ δυνάμει ἀδύνατον καθ’ ἑαυτὸ ὑποστῆναι, τοῦτο τὸ δυνάμει ὂν τόδε τι ἄλλο τί ἐστιν ἐνεργείᾳ ὃ πρὸς τὸ εἶναι μόνον αὐτὸ συμβάλλεται, οὐκέτι μέντοι καὶ πρὸς τὸ γενέσθαι ἐξ αὐτοῦ ἐκεῖνο ὃ δύναται·2 τὸ μὲν γὰρ ἐνεργείᾳ εἶναι κατὰ τὸ εἶδος ἔχει, τὸ δὲ γίνεσθαι ἐκεῖνο ὃ δύναται κατὰ τὴν ὕλην.
“那么,是否因为这一个的消灭即是另一个的生成呢?” 他极其简短地解决了这一疑难。他说,因为消灭并不是如疑难中所设定的那样归于非存在,而是归于另一个存在者,而一者的生成即是另一者的消灭。因此,载体的这种交替与互换,也就是质料依照形式所发生的变化,以及这样一种往复折返,正是生成得以连续不断的原因。由此,他在上文关于单全的生成所陈述的疑难也可得到解决。因为如果没有任何事物消灭而归于在现实态中绝不存在之物,那么也不会有任何事物产生于在现实态中绝不存在之物,相反,一切生成之物都是从某种在现实态中存在且被赋予形式之物中生成的。然而生成之物从其中生成,不是就其在现实态中而言,而是就其在潜能中而言。因为既然在潜能中的东西不可能独立自存,那么这个在潜能中作为这一个的事物,在现实态中必然是某种别的事物,这仅仅有助于它自身的所是,而不再有助于它所能成为的那一事物从其中生成;因为在现实态中的所是依存于形式,而成为它所能成为之物则依存于质料。
"Περὶ μὲν οὖν τοῦ τὴν γένεσιν εἶναι καὶ φθορὰν ὁμοίως περὶ ἕκαστον τῶν ὄντων." Συμπεραίνων τὸν λόγον φησὶν εἰρῆσθαι τὴν αἰτίαν τοῦ γένεσιν εἶναι καὶ φθορὰν ὁμοίως, τὸ ὁμοίως εἰπὼν ἀντὶ τοῦ ἀεί. τὸ δὲ περὶ ἕκαστον τῶν ὄντων, τουτέστι περὶ ἑκάστην οὐσίαν καὶ τὴν ἁπλῶς καὶ τὴν κατὰ μέρος. ἐφεξῆς δὲ λεχθήσεται ἡ διαφορὰ τούτων.
“因此,关于生成与消灭对于存在者中的每一个都同样地存在。” 他在结束这段论述时说,生成与消灭“同样地”存在的原因已经阐明,他是用“同样地”来代替“始终”。至于“对于存在者中的每一个”,意思是指对于每一个实体,无论单全的还是部分的。而接下来,将要阐述它们之间的差异。
- 1.82τῷ ἀεὶ ἐλάττω γίνεσθαι τὸ προϋπάρχον μέγεθος τοῦ ὄντος
表示方式或原因的带冠词不定式与格结构(τῷ ... γίνεσθαι)。不定式的逻辑主语是宾格的 τὸ προϋπάρχον μέγεθος τοῦ ὄντος(“存在者预先存在的大小”),ἐλάττω 为中性单数宾格的比较级形容词,用作谓表语。
- 1.84ὃ πρὸς τὸ εἶναι μόνον αὐτὸ συμβάλλεται, οὐκέτι μέντοι καὶ πρὸς τὸ γενέσθαι ἐξ αὐτοῦ ἐκεῖνο ὃ δύναται
在由关系代词 ὃ(先行词为 ἄλλο τί)引导的从句中,对比了两个带有介词 πρός 的冠词不定式结构:πρὸς τὸ εἶναι μόνον αὐτό(αὐτό 为不定式 εἶναι 的宾格逻辑主语,“它自身的存在”)与 πρὸς τὸ γενέσθαι ... ἐκεῖνο ὃ δύναται(带有关系从句的宾格 ἐκεῖνο ὃ δύναται 为不定式 γενέσθαι 的逻辑主语,“它所能成为之物的生成”)。
