- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:49.6-50.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在确认亚里士多德所言“这一个”指实体之后,讨论转向生成何以永不止息的疑难。注解者从四因中特别挑出因预先存在而有用于生成的质料因与动力因,在将不动与周行的动力因交由第一哲学及后续章节探讨的同时,阐明具有潜能并交替接纳对立面的永恒质料因正是自然界生成消滅永续不断的根源。
" Τὸ δυνάμει μόνον τόδε καὶ ὄν." Τὸ τόδε παρὰ τῷ Ἀριστοτέλει τὴν οὐσίαν σημαίνει.
“仅仅在潜能上是‘这一个’且是存在者。” 在亚里士多德那里,“这一个”指称实体。
"Περὶ τε τούτων οὖν ὅσον ἐνδέχεται πραγματευτέον, καὶ τίς αἰτία τοῦ γένεσιν ἀεὶ εἶναι, καὶ τὴν ἁπλῆν καὶ τὴν κατὰ μέρος." Περὶ τῶν κινηθέντων ἀπόρων, φησί, ζητητέον πῶς ἂν λυθείη, εἶτα δὲ καὶ ἑτέραν συνάπτει ἀπορίαν λέγων χρῆναι ἐπισκέψασθαι πῶς ποτε οὐδέποτε ἐπιλείπει ἡ γένεσις, ἀλλ’ ἀεὶ ἔστι καὶ ἡ ἁπλῶς καὶ ἡ κατὰ μέρος. ἁπλῶς δὲ καὶ κατὰ μέρος ἢ τὴν τῶν οὐσιῶν καὶ τὴν τῶν συμβεβηκότων φησίν, ἁπλῶς μὲν τὴν τῶν οὐσιῶν κατὰ μέρος δὲ τὴν τῶν συμβεβηκότων, ἤ, ὅπερ καὶ ἀληθέστερον, καὶ τὴν ἁπλῶς καὶ τὴν κατὰ μέρος ἐπὶ τῆς οὐσίας τάττει. καὶ τὰς διαφορὰς αὐτῶν ὀλίγον ὕστερον ἐκθήσεται, ἁπλῆν μὲν γένεσιν λέγων τὴν τῆς κυριωτέρας οὐσίας, κατὰ μέρος δὲ τὴν τῆς ἀντικειμένης ταύτῃ. τίς δὲ τούτων ἑκατέρα δείξει προϊών.
“因此,关于这些事情必须尽可能加以探讨,并且探讨生成无论是单全的还是部分的都始终存在的原因是什么。” 他说,必须探究所提出的疑难如何才能得到解决,随后他又连带提出了另一个疑难,说必须考察生成究竟如何从未止息,而是无论是单全的还是部分的都始终存在。所谓单全的和部分的,他是指实体的生成与偶性的生成(单全的是指实体的生成,部分的则是指偶性的生成),或者——这确实更为真实——他把单全的和部分的生成都归于实体。他不久之后就会阐明它们的差异,称更主导的实体的生成为单全的生成,而与其相对立者的生成为部分的生成。这两者各自究竟是什么,他将在下文中阐明。
"Οὔσης δ’ αἰτίας μιᾶς μὲν ὅθεν τὴν ἀρχὴν εἶναί φαμεν τῆς κινήσεως, μιᾶς δὲ τῆς ὕλης." Ἡ μὲν ζήτησις τίς αἰτία τοῦ μὴ ἐπιλείπειν τὰ γινόμενα, διαφόρων δὲ ὄντων τῶν αἰτιῶν τοῖς γινομένοις μὴ πᾶσαν νῦν ῥητέον.1 ποῖαι δέ εἰσιν αἰτίαι τῶν γινομένων; καὶ ποίαν νῦν ῥητέον; αἰτίαι μὲν οὖν ἥ τε ὑλικὴ καὶ ἡ ποιητική· αὕτη γάρ ἐστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. ταύτας δὲ μόνας τὰς αἰτίας ἐξέθετο, ὡς χρησιμευούσας μᾶλλον πρὸς γένεσιν τῷ προϋπάρχειν· τὸ γὰρ εἶδος καὶ τὸ οὗ ἕνεκα ἐπιγίνεται. τούτων οὖν, φησί, τῶν αἰτιῶν, τῆς ποιητικῆς φημι καὶ ὑλικῆς, τὴν ποιητικὴν νῦν μὴ λεκτέον, ἀλλὰ τὴν ὑλικήν. μνησθεὶς δὲ τῆς ποιητικῆς αἰτίας, ἐπ’ ὀλίγον ἅπτεται τοῦ περὶ αὐτῆς λόγου φάσκων τῶν ποιητικῶν, καθάπερ κἀν τῷ ὀγδόῳ τῆς Φυσικῆς φησι, τὸ μὲν εἶναι ἀκίνητον ἀεὶ τὸ δὲ κινούμενον ἀεί,2 ἀκίνητον μὲν τὸ πρώτως κινοῦν, ὅπερ καὶ ἀρχὴν ὠνόμασεν· ἀρχὴ γὰρ ἡ κυριωτάτη ἐκεῖνο. περὶ μὲν οὖν ἐκείνου εἰπεῖν τῆς πρώτης, φησίν, ἐστὶ φιλοσοφίας (θεολογίᾳ γὰρ οἰκεῖον καὶ τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ, μᾶλλον δὲ πρὸ τῶν φυσικῶν· πρὸς ἡμᾶς γὰρ ὕστερα τὰ τῇ φύσει πρότερα· εἶπε δὲ περὶ τῆς ἀκινήτου αἰτίας καὶ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως), περὶ δὲ τοῦ κυκλοφορητικοῦ σώματος, ὃ διὰ τὸ συνεχῶς κινεῖσθαι τἆλλα κινεῖ, ἐν τῷ μετὰ τοῦτον λόγῳ ἐρεῖ.
“一种原因是我们所说的运动本原所从出的原因,另一种则是质料。” 探究的主题是生成之物不至止息的原因是什么,但由于对于生成之物而言原因有多种,因此现在不必陈述所有的原因。那么,生成之物的诸原因有哪些?现在又应当陈述哪一种呢?诸原因就是质料因与动力因;因为后者就是“运动本原所从出者”。他只列举了这两种原因,因为它们因预先存在而对于生成更有用处;因为形式与目的是随后发生的。因此,他说,在这些原因之中(我是指动力因与质料因),现在不应陈述动力因,而应陈述质料因。在提到了动力因之后,他简略地触及了关于它的论述,声称在动力因中,正如他在《物理学》第八卷中所说的那样,一种始终是不动的,另一种则始终在运动;不动的正是第一推动者,他也将其称为“本原”;因为那个才是最主导的本原。因此他说,谈论那一个属于第一哲学(因为这适于神学和《形而上学》的探讨,或者更确切地说是先于自然物理之学的探讨;因为就本性而言在先者对我们而言在后;不过他在《物理学》第八卷中也谈论了不动的原因),而关于通过持续运动来推动其他事物的周行天体,他将在之后的论述中谈及。
"Τί τοιοῦτον τῶν καθ’ ἕκαστα λεγομένων αἴτιόν ἐστιν." Τῶν καθ’ ἕκαστά φησι τῶν γενητῶν καὶ φθαρτῶν, ἐν τούτοις δὲ ἡ γένεσις καὶ ἡ φθορά.
“在被称为个别的事物中,哪一个具有这种原因的性质。” 他说“个别的事物”是指可生成与可消灭的事物,而生成与消灭正存在于这些事物之中。
"Νῦν δὲ τὴν ὡς ἐν ὕλης εἴδει τιθεμένην." Ἐν εἴδει φησὶν ἀντὶ τοῦ ἐν γένει· γένος γὰρ ἡ ὕλη, ὑφ’ ἣν καὶ ἡ τῇ οὐσίᾳ ὑποκειμένη ὕλη. καὶ ἁπλῶς πᾶν τὸ δυνάμει ὕλη τοῦ ὃ δύναται γενέσθαι. περὶ ταύτης οὖν, φησί, τῆς ὕλης εἴπωμεν, δι’ ἣν φθορὰ καὶ γένεσις ἀεί ἐστιν ἐν τῇ φύσει καὶ οὐδέποτε ἐπιλείπει· ἡ γὰρ ὕλη δυνάμει οὖσα τῶν ἐναντίων δεκτικὴ ἀίδιός τε ὑπάρχουσα, ἄλλοτε ἄλλο ἐν μέρει ἀναδεχομένη τὰ ἐναντία, τοῦ μὴ ἐπιλείπειν φθορὰν καὶ γένεσιν τῇ φύσει αἰτία ἐστίν.3
“而现在[我们来考察]被置于质料的形式中的[原因]。” 他说“在形式中”是用以代替“在属类中”;因为质料是一个属类,实体之载体的质料也归于其下。而且单全地说,一切在潜能中的东西,都是它所能成为之物的质料。因此他说,让我们来论述这质料,由于它,消灭与生成在自然中始终存在且从未止息;因为质料在潜能上能接纳对立面并且永恒存在,通过在不同时间交替接纳对立面,成为了消灭与生成在自然中不止息的原因。
- 1.78διαφόρων δὲ ὄντων τῶν αἰτιῶν τοῖς γινομένοις μὴ πᾶσαν νῦν ῥητέον
此处是由属格绝对结构 διαφόρων ὄντων τῶν αἰτιῶν 引出非人称动词形容词句式 μὴ πᾶσαν [αἰτίαν] νῦν ῥητέον [εἶναι](接宾格作补足成分)。与格 τοῖς γινομένοις 作关涉与格,表示“对于生成之物而言”诸原因各异。
- 1.78τῶν ποιητικῶν, καθάπερ κἀν τῷ ὀγδόῳ τῆς Φυσικῆς φησι, τὸ μὲν εἶναι ἀκίνητον ἀεὶ τὸ δὲ κινούμενον ἀεί
τῶν ποιητικῶν 是置于句首的部分属格(倒装语序),统辖其后作为宾格主语的 τὸ μέν 与 τὸ δέ。在从属于 φάσκων 的宾格不定式结构(φάσκων ... εἶναι)内部,它将动力因整体通过分肢对举(μέν...δέ)划分出“不动者”与“运动者”两类。
- 1.80τοῦ μὴ ἐπιλείπειν φθορὰν καὶ γένεσιν τῇ φύσει αἰτία ἐστίν
τοῦ μὴ ἐπιλείπειν 是带冠词的属格不定式,直接修饰句末的名词 αἰτία,构成限定/说明属格(“不至止息的原因”)。φθορὰν καὶ γένεσιν 充当不定式 ἐπιλείπειν 的宾格主语,τῇ φύσει 则是表示范围或领域的与格(“在自然中”)。
