- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:4.12-5.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯解释了亚里士多德如何确立生成的起点是物体的元素而非非物体之物,给出了元素的定义,并论证元素既非单一亦非无限而是有限的四种,它们相互生成且不存在中介基质。
διὰ τούτων τοίνυν καὶ τῶν τοιούτων δείξας ὅτι ἔστι γένεσις καὶ τὰ γινόμενα καὶ φθειρόμενα, ζητεῖ ἐκ τίνος γίνεται τὰ γινόμενα, ἆρα ἐξ ἀσωμάτου τινὸς ἢ ἔκ τινος σωματικοῦ στοιχείου, καὶ δείκνυσιν ὅτι οὐκ ἐξ ἀσωμάτου. δυοῖν γὰρ ὄντων ἀτόπων θάτερον ἐξ ἀνάγκης ἕψεται· ἢ γὰρ κενὸν ἔσται ὃ καταλήψεται τὸ ἐξ ἀσωμάτου γινόμενον ἤ, εἴπερ οὐκ ἔστι τόπος κενός, σῶμα διὰ σώματος διελεύσεται. λείπεται οὖν ἐκ σωματικοῦ στοιχείου γίνεσθαι τὰ γινόμενα. ἔνθα καὶ τὸ στοιχεῖον ὁρίζεται φάσκων στοιχεῖον εἶναι σωμάτων εἰς ὃ ἔσχατον τὰ σύνθετα σώματα διαλύεται,1 ἐνυπάρχον δυνάμει ἢ ἐνεργείᾳ (τοῦτο γὰρ ὁποτέρως ἔχει τέως ἀμφισβητήσιμον), αὐτὸ δὲ ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει. ἀμφισβητήσιμον δὲ τέθεικε τὸ εἴτε ἐνεργείᾳ εἴτε δυνάμει ἐνυπάρχειν τὸ στοιχεῖον, διὰ τὸ μήπω διδάξαι καθ’ ὃν τρόπον γίνεται ἡ γένεσις. εἰ μὲν γὰρ κατὰ σύγκρισιν καὶ διάκρισιν ἡ γένεσις καὶ ἡ φθορά, ἐνεργείᾳ ἐνυπάρχει τὰ στοιχεῖα τοῖς συνθέτοις· εἰ δὲ κατὰ μεταβολὴν τῆς οὐσίας, δυνάμει καὶ οὐκ ἐνεργείᾳ. Δείξας τοίνυν ὅτι οὐκ ἐξ ἀσωμάτου τὰ γινόμενα, ἀλλ’ ἐκ σωματικοῦ τινος ὅπερ στοιχεῖον καλοῦμεν, ἐφεξῆς ζητεῖ τοῦτο τὸ στοιχεῖον πότερον ἕν ἐστιν ἢ πλείονα, καὶ πότερον ἄπειρα ἢ πεπερασμένα. ἓν μὲν οὖν, φησίν, ἀδύνατον· πόθεν γὰρ ἡ τοσαύτη διαφορὰ ἐν τοῖς γινομένοις, εἴπερ ἑνὸς ἐγίνοντο; καὶ πόθεν αἱ διάφοροι καὶ ἐναντίαι κινήσεις τῶν μὲν ἀνωφόρων ὄντων τῶν δὲ κάτω ῥεπόντων; οὐ γὰρ οἷόν τε ἐν ἑνὶ καὶ τῷ αὐτῷ τὰ ἐναντία εἶναι. καὶ γὰρ καθ’ Ἱπποκράτην “εἰ ἓν ἦν ὁ ἄνθρωπος οὐκ ἂν ἤλγεεν, εἰ δὲ καὶ ἤλγεεν ἓν ἦν καὶ τὸ ἰώμενον αὐτόν”. οὐκ ἐξ ἑνὸς οὖν, ἀλλ’ ἐκ πλειόνων. οὐ μὴν ἀπείρων· δέδεικται γὰρ ὡς ἀδύνατον τὸ ἄπειρον ἐνεργείᾳ ὑποστῆναι. οὐ λέγω δὲ κατὰ τὸν ἀριθμὸν μόνον ἀδύνατον τὰ στοιχεῖα ἄπειρα εἶναι, ἀλλ’ οὐδὲ κατὰ μέγεθος· εἰ γὰρ ὁ οὐρανὸς ὁ πάντα περιέχων δέδεικται πεπερασμένος ὤν, σχολῇ γε ἂν τῶν στοιχείων τι εἴη ἄπειρον.2 πεπερασμένα οὖν τὰ στοιχεῖα καὶ οὐχ ἕν. πόσα δέ ἐστι καὶ τίνα μὴ προσθείς, ἀλλ’ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστι, συμβαλλομένης δὲ εἰς ἀπόδειξιν τοῦ τοσαῦτα εἶναι τῆς περὶ τοῦ εἰ γενητά ἐστιν ἢ ἀγένητα σκέψεως, εἰς ταύτην μετήνεγκε τὸν λόγον·3 καὶ δείξας ὅτι οὐκ ἀγένητα ἀλλὰ γενητά, καὶ μάλιστα ἐκ τῆς ἐναργείας (ὁρῶμεν γὰρ ἅπαν ὕδωρ φθειρόμενον καὶ γινόμενον ἀέρα, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως), ἐφεξῆς ζητεῖ πόθεν γίνονται, πότερον ἐξ ἀλλήλων ἢ ἐξ ἄλλου τινὸς ὑποκειμένου, ὥσπερ ὑπετίθεντο οἱ τὸ μεταξὺ ὕδατος καὶ ἀέρος ὑποτιθέμενοι σῶμα. δείκνυσι δὲ ὅτι οὐκ ἐξ ἄλλου τινός. ἐκεῖνο γάρ, φησί, τὸ ἄλλο στοιχεῖον σῶμα ὂν ἐν τόπῳ ἐστὶν ἐξ ἀνάγκης. ἢ οὖν ἄνω ἔσται ἢ κάτω· καὶ εἰ ἄνω, ἤτοι κατὰ φύσιν ἢ παρὰ φύσιν· καὶ κάτω ὡσαύτως, ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν. ἄνω μὲν οὖν ὂν κατὰ φύσιν, πῦρ ἔσται ἢ ἀήρ· παρὰ φύσιν δὲ ἄνω ὄν, ἢ ὕδωρ ἔσται ἢ γῆ. τὰ αὐτὰ δὲ ἕψεται ἀντιστρόφως κάτω ὑποτεθέντος αὐτοῦ. κατὰ φύσιν μὲν γὰρ ὂν κάτω, γῆ ἔσται ἢ ὕδωρ· παρὰ φύσιν δέ, πῦρ ἢ ἀήρ. ἔτι τοῦτο τὸ σῶμα οὐ δήπου ἄποιον ἔσται καὶ ἀνείδεον· τοῦτο γὰρ ἀδύνατον. τῇ ὕλῃ γὰρ τοῦτο πρόσεστιν ἀσωμάτῳ οὔσῃ, ἡμῖν δὲ πρόκειται σωματικὰ στοιχεῖα ζητῆσαι. εἰ τοίνυν πεποίωται, ἢ θερμὸν ἔσται ἢ ψυχρόν, καὶ ἤτοι ξηρὸν ἢ ὑγρόν. εἰ μὲν οὖν θερμὸν εἴη καὶ ξηρόν, πῦρ ἔσται· εἰ δὲ θερμὸν καὶ ὑγρόν, ἀήρ· ἔτι δὲ ὑγρὸν μὲν καὶ ψυχρὸν ὑποτεθέν, ὕδωρ ἔσται· ψυχρὸν δὲ καὶ ξηρόν, γῆ.
因此,通过这些以及诸如此类的论据表明了生成以及生成与灭绝之物的存在之后,他探究生成之物由何生成,究竟是由某种非物体之物生成,还是由某种物体的元素生成,并证明并非由非物体之物生成。因为两种荒谬之后果必居其一:要么将存在一个虚空,供由非物体之物生成者占据;要么,如果不存在虚空的处所,物体将穿透物体。因此,剩下的结论便是:生成之物是由物体的元素生成的。在此,他也给元素下了定义,称物体的元素是复合体最终分解归入之物,以潜能或现实内在其中(因为究竟属于这两种方式中的哪一种,目前尚存争议),而其自身在形式上不可再分割为其他种类。至于他之所以将元素究竟以现实还是潜能内在其中视为尚存争议,是因为他尚未讲授生成以何种方式发生。因为如果生成与灭绝是通过结合与分离发生的,那么元素便是以现实内在存在于复合体中;但如果它是通过实质的变化发生的,则元素是以潜能而非现实内在其中。 因此,在证明了生成之物并非来自非物体之物、而是来自某种我们称之为元素的物体之物之后,接下来他探究这一元素是一还是多,是无限还是有限。他说,一是不可能的;因为如果事物由单一者生成,生成之物中如此巨大的差异究竟从何而来?而那些各异且相反的运动——一些向上运动,另一些趋向下方——又从何而来?因为相反者不可能存在于同一事物之中。事实上正如希波克拉底所言:“如果人是单一的,他就不会感到疼痛;即使他感到了疼痛,医治他之物也必定是单一的。”因此并非来自一,而是来自多。然而也绝非来自无限之物;因为已经证明无限者在现实中实存是不可能的。而我不仅说元素在数目上不可能无限,而且在量度上也不可能无限;因为如果包揽一切的天已经被证明是有限的,那么元素中的任何一种就绝不可能是无限的。因此,元素是有限的,而非单一的。 他并没有随即补充元素究竟有多少以及是哪些,而是将它们为四种作为一个公认的事实接受下来,并且,由于关于它们是生成的还是非生成的考察有助于证明元素恰好有这么多,他便将论述转向了这一考察;在证明了它们并非不生而是生成的——尤其是基于昭然自明的证据(因为我们看到所有的水都在灭绝并变成空气,其余各元素亦是如此)——之后,他接下来探究它们从何生成,究竟是互为生成,还是来自某种其他的基质,正如那些假定在水与空气之间存在中介物体的人所设想的那样。他表明并非来自某种其他的基质。因为他说,那另一个元素既然是物体,便必然处于处所之中。因此它要么在上,要么在下;如果在上,要么依其本性,要么违反本性;在下亦然,要么依其本性,要么违反本性。那么,若依本性在上,它将是火或空气;若反本性在上,它将是水或土。而若假定它在下,亦会以相反的方式导致相同的结果。因为若依本性在下,它将是土或水;若违反本性,则将是火或空气。此外,这一物体绝不会是没有性质和没有形式的;因为这是不可能的。因为这只属于作为非物体存在的质料,而摆在我们面前的任务是探究物体的元素。因此,如果它具备性质,它要么是热的要么是冷的,且要么是干燥的要么是湿润的。那么,如果它是热且干燥的,它将是火;如果它是热且湿润的,则是空气;再者,如果假定它是湿润且冷的,它将是水;而冷且干燥的,则是土。
- 1.0στοιχεῖον εἶναι σωμάτων εἰς ὃ ἔσχατον τὰ σύνθετα σώματα διαλύεται
关系代名词 ὃ 的先行词是 στοιχεῖον,εἰς ὃ 表示分解所最终归结的终点。ἔσχατον 作副词性用法(或作为修饰 διαλύεται 的中性宾格副词用法),表示“最终地/作为终极限度”。
- 1.0σχολῇ γε ἂν τῶν στοιχείων τι εἴη ἄπειρον
副词性与格 σχολῇ(“决不”、“更不可能”)与 ἄν + 希求法 εἴη 结合,构成一个惯用句式,表达按常理更不可能的否定推断(a fortiori):既然包揽一切的更大者(天)是有限的,其内部的元素就更绝不可能是无限的。
- 1.0πόσα δέ ἐστι καὶ τίνα μὴ προσθείς, ἀλλ’ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστι, συμβαλλομένης δὲ εἰς ἀπόδειξιν τοῦ τοσαῦτα εἶναι τῆς περὶ τοῦ εἰ γενητά ἐστιν ἢ ἀγένητα σκέψεως, εἰς ταύτην μετήνεγκε τὸν λόγον
全句骨架由分词 μὴ προσθείς, ἀλλὰ λαβών 与主句 εἰς ταύτην μετήνεγκε τὸν λόγον 构成,中间插入了独立属格结构 συμβαλλομένης ... τῆς ... σκέψεως(“由于该考察有助于……”)。εἰς ταύτην 承接前文属格名词短语中的 τῆς ... σκέψεως。
