- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:47.29-49.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯讨论了亚里士多德在《物理学》第一卷中基于质料(潜能)与缺乏之分对实体生成源于非存在者这一疑难所作的解答(317b13),随后注解了随之而来的惊人疑难,即潜能中的质料在现实中是否具有其他范畴的属性(317b18)。
" Περὶ μὲν οὖν τούτων ἐν ἄλλοις τε διηπόρηται καὶ διώρισται τοῖς λόγοις." Περὶ τοῦ πόθεν τῆς οὐσίας ἡ γένεσις καὶ πῶς ἐκ τοῦ μὴ ὄντος ἁπλῶς ἡ ἁπλῶς γένεσις. ταύτης οὖν τῆς ἀπορίας τὴν λύσιν φησὶν ἐν ἄλλοις αὐτῷ εἰρῆσθαι, εἴρηται δὲ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως. ἐκεῖ γὰρ ζητῶν πόθεν ἡ γένεσις, φησὶν ὅτι ᾗ μὲν ἡ στέρησις περὶ τὴν ὕλην θεωρεῖται, ταύτῃ ἐκ τοῦ μὴ ὄντος· ᾗ δὲ ἡ ὕλη ἐστί τι (ἐστὶ δὲ δυνάμει τὸ γινόμενον), ἐξ ὄντος· ὡς μὲν γὰρ ἐξ ὑπομένοντος τῆς ὕλης, ὡς δὲ οὐκ ἐξ ὑπομένοντος τῆς στερήσεως.1 σύμφωνα δὲ καὶ νῦν τοῖς ἐκεῖσε λελεγμένοις ἀποφαίνεται. τρόπον γάρ τινα, φησίν, ἐκ μὴ ὄντος ἁπλῶς (ἡ γὰρ ὕλη, ἐξ ἧς ἡ ἁπλῆ γένεσις, μηδὲν οὖσα ἐνεργείᾳ καὶ τὴν στέρησιν ἔχουσα ἐν ἑαυτῇ θεωρουμένην, ἁπλῶς μὴ ὂν δόξαι ἂν εἶναι), τρόπον δὲ ἄλλον ἐξ ὄντος, τῷ ἐκ δυνάμει ὄντος· ἡ γὰρ ὕλη τοιαύτη. ἰστέον δέ, ὅπερ καὶ πρότερον εἴρηται, ὅτι ἐνεργείᾳ ὄντα νῦν φαμεν τὰ ἐν ὑπάρξει ὄντα, ἐπεὶ καὶ ἡ ὕλη, δυνάμει τἆλλα οὖσα ὅσα ὕπαρξιν ἔχει καὶ αὐθυπόστατά ἐστιν, ἐνεργείᾳ ἐστὶν ὕλη· εἰ γὰρ δυνάμει φῂς αὐτὴν ὕλην εἶναι, οὐκέτ’ ἂν εἴη ὕλη. ἐκεῖνο δὲ θεωρητέον, ὅπως διὰ τῆς λύσεως καὶ τὴν ἁπλῆν γένεσιν ἔσωσεν καὶ ἔφυγε τὸ πάντῃ μὴ ὂν εἶναι λέγειν· ἐκ γὰρ τοῦ πάντῃ μὴ ὄντος ἐνεργείᾳ εἶπε τὴν τοιαύτην γένεσιν εἶναι, οὐχ ἁπλῶς ἐκ τοῦ πάντῃ μὴ ὄντος.
“关于这些事情,在其他论述中既已提出了疑难,也作出了规定。” 关于实体的生成从何而来,以及单全的生成如何从单全的非存在者而来。因此他说,对这个疑难的解答已由他在别处说出,即在《物理学》第一卷中说出。因为他在那里探究生成从何而来时说,就缺乏在质料方面被考察而言,按此生成是从非存在者而来的;但就质料是某种东西而言(而它是潜能中的生成之物),则是从存在者而来的;因为从质料而来是作为从持留之物而来,而从缺乏而来则是作为从不持留之物而来。现在他也作出了与那里所说相一致的断言。因为他说,在某种方式上是从单全的非存在者而来的(因为单全生成所从之出的质料,由于在现实中什么都不是,且具有在自身中被考察的缺乏,因此会被认为是单全的非存在者),但在另一种方式上则是从存在者而来的,即通过从潜能的存在者而来;因为质料就是这样的东西。但必须知道(这在先前也已说过),我们现在所谓的现实中的存在者是指存在于实存中的事物,因为质料尽管对于所有其他具有实存且自立的事物而言是潜能的,但它在现实中是质料;因为如果你说它自身在潜能中是质料,它就不再会是质料了。必须考察这一点:他是如何通过这一解答既保全了单全的生成,又避免了说是从完全非存在者而来的;因为他说此类生成是从现实中完全非存在者而来的,并非单全地从完全非存在者而来的。
"Ὃ δὲ καὶ τούτων διωρισμένων θαυμαστὴν ἔχει τὴν ἀπορίαν." Λύσας τὴν προτέραν ἀπορίαν καὶ εἰπὼν πῶς τὰ ἁπλῶς γινόμενα γίνεται, ὅτι ἐκ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος, φησὶν ἐκ τῆς λύσεως ἑτέραν ἰσχυροτέραν ἀπαντᾶν ἀπορίαν. τούτῳ γὰρ τῷ δυνάμει, ἐξ οὗ γίνεται τὸ γινόμενον, πότερον ὑπάρξει τι τῶν ἄλλων κατηγοριῶν ἐνεργείᾳ, οἷον τὸ ποσὸν ἢ τὸ ποιὸν ἢ τῶν ἄλλων τις, ἢ οὐδὲν κατ’ ἐνέργειαν ὑπάρξει τούτῳ τῷ δυνάμει οὐσίᾳ ὄντι; εἰ μὲν γὰρ μηδὲν αὐτῷ ὑπάρξει, ἔσται τὸ μηδὲν ὂν κατ’ ἐνέργειαν, ὅπερ ἐκάλεσε τὸ μὴ οὕτως ὄν, τουτέστι κατ’ ἐνέργειαν χωριστὸν καὶ ὑφεστώς, ὅπερ ἄτοπον. ὡς ἄτοπον γὰρ συνάγει τὸ λέγειν τὸ μὴ οὕτως ὄν,2 τουτέστι καὶ κατ’ ἐνέργειαν μηδὲν ὂν χωριστὸν καὶ ὑφεστηκός. εἰ δέ τις τοῦτο φεύγων λέγοι μὴ ὑπάρχειν τοῦτο μηδὲ ὑφεστάναι, εἰς ἀτοπώτερον ἐκπεσεῖται ἐκ μηδενὸς προϋπάρχοντος φάσκων γίνεσθαι τὸ γινόμενον· τοῦτο γάρ, φησί, κοινῇ πάντες οἱ φιλοσοφήσαντες εὐλαβήθησαν, τὸ ἐκ μηδενὸς προϋπάρχοντος φάσκειν γίνεσθαι τὰ γινόμενα. ταῦτα μὲν οὖν ἕψεται, ἐὰν τῷ δυνάμει ὄντι καὶ δυνάμει οὐσίᾳ μηδὲν ὑπάρξῃ τῶν ἄλλων κατ’ ἐνέργειαν· εἰ δὲ ὑπάρξει τι τῇ δυνάμει οὐσίᾳ τῶν ἄλλων κατ’ ἐνέργειαν, συμβήσεται τὰ πάθη χωριστὰ εἶναι τῆς οὐσίας, εἴπερ μὴ ὄντος τοῦ ὑποκειμένου ἐνεργείᾳ οὐσίας ταῦτα ἔσται ἐνεργείᾳ, ὅπερ οὐ δυνατόν· πάθη γὰρ ταῦτα τῆς ἐνεργείᾳ οὐσίας, τὸ δὲ πάθος χωριστὸν εἶναι οὗ πάθος ἐστὶν ἀδύνατον.
“然而,即使这些事情已被规定,仍具有惊人疑难的是……” 在解答了前一个疑难并说明了单全地生成之物是如何生成的——即从潜能中存在而现实中不存在者生成——之后,他说由这个解答又引出了另一个更有力的疑难。因为对于生成之物所从之出的这个潜能者,其他范畴中的某一个(例如数量、性质或其他之一)究竟是否会在现实中属于它,还是对于这个在潜能中是实体者而言,在现实上将没有任何东西属于它?因为如果没有任何东西属于它,在现实中什么都不是的东西——即他所称的“并非以此方式存在者”,亦即在现实中〔不存在者〕——就会是分离并自立的,而这是荒谬的。因为他得出结论认为,说“并非以此方式存在者”——即在现实中也什么都不是的东西——是分离且自立的,这是荒谬的。但如果有人为了避开这一点而说这并不存在也不自立,他将陷入更荒谬的境地,声称生成之物是从绝无预先存在之物生成的;因为他说,所有从事哲学的人共同警惕的,正是声称生成之物是从绝无预先存在之物生成的。因此,如果在潜能中存在且在潜能中是实体者在现实上完全没有其他东西属于它,这些后果就会随之而来;而如果其他事物中的某一个在现实中属于潜能中的实体,那么其结果将是情状与实体相分离——如果载体在现实中不是实体,而这些属性却在现实中存在的话;而这是不可能的;因为这些是现实实体的诸情状,而情状与它所属之物相分离是不可能的。
- 1.74ὡς μὲν γὰρ ἐξ ὑπομένοντος τῆς ὕλης, ὡς δὲ οὐκ ἐξ ὑπομένοντος τῆς στερήσεως
结构由 ὡς、介词短语 ἐξ ὑπομένοντος 与属格名词 τῆς ὕλης / τῆς στερήσεως 组合而成(相当于独立属格或与介词宾语同位),意为“从质料而来是作为从持留之物而来,从缺乏而来则是作为从不持留之物而来”。
- 1.75ὡς ἄτοπον γὰρ συνάγει τὸ λέγειν τὸ μὴ οὕτως ὄν
动词 συνάγει(推导、得出结论)的宾语是带冠词不定式短语 τὸ λέγειν τὸ μὴ οὕτως ὄν ... χωριστὸν καὶ ὑφεστηκός(省略 εἶναι,“说‘并非以此方式存在者’……是分离且自立的”),ὡς ἄτοπον 作述语性补足语(“作为荒谬之事”)。
