- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:46.15-47.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德提出的“单全”的两种含义(每个范畴中的最高属,或普遍的否定),分析无论采取哪种含义都会导致实体的生成源于绝对虚无这一荒谬结论的论证结构,并指出文本中用语的转换。
" Τὸ δ’ ἁπλῶς ἤτοι τὸ πρῶτον σημαίνει καθ’ ἑκάστην κατηγορίαν τοῦ ὄντος, ἢ τὸ καθόλου." Τὸ ἁπλῶς μὴ ὄν, φησίν, ἐπὶ ἑκάστης κατηγορίας καὶ τὸ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γινόμενον, ἤτοι ἁπλῶς λέγεται μὴ εἶναι τῷ μὴ ἐξ ἐκείνης τῆς κατηγορίας τυγχάνειν ὑφ’ ἣν τὸ γινόμενον τάσσεται,1 οἷον ἐν ποιότητι ἁπλῶς μὴ ὄν ἐστι τὸ ὑπὸ τὴν ποιότητα μὴ ἀναγόμενον· τὸ γὰρ πρῶτον καθ’ ἑκάστην κατηγορίαν δηλωτικόν ἐστι τοῦ ἀνωτάτω γένους. πρῶτον γάρ ἐστι καθ’ ἑκάστην κατηγορίαν τὸ γενικώτατον· τοῦ μὲν γὰρ λευκοῦ τὸ χρῶμα, τοῦ δὲ χρώματος τὸ πάθος, τούτου δὲ τὸ ποιόν, ὃ πρῶτόν ἐστιν ἐν ταύτῃ τῇ κατηγορίᾳ. τὸ τοίνυν ἁπλῶς μὴ ὂν ἐν ποιότητι τὸ μὴ ποιόν, καὶ τὸ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γινόμενον ἐκεῖνό ἐστιν ὅπερ ἐκ τοῦ ποιοῦ οὐ γίνεται· οὐ γὰρ τὸ ἐκ μὴ λευκοῦ γινόμενον λευκὸν ἐξ ἁπλῶς μὴ ὄντος (οὐ γὰρ πρῶτον τὸ λευκὸν ἐν ποιότητι), ἀλλ’ ἔκ τινος μὴ ὄντος· πάντα γὰρ τὰ ὑπὸ τὸ πρῶτον τινά. τοῦτο μὲν οὖν τὸ ἓν σημαινόμενον τοῦ ἁπλῶς, ὅπερ ἐδήλωσε διὰ τοῦ πρώτου καθ’ ἑκάστην κατηγορίαν. ἕτερον δὲ σημαινόμενον τὸ πάντῃ μὴ ὂν καὶ ἀπόφασις ὂν καθόλου τῶν ὄντων, ὅπερ ἐδήλωσεν εἰπὼν τὸ καθόλου. ταῦτα τοίνυν τὰ δύο σημαινόμενα καὶ κατὰ τὴν οὐσίαν θεωρηθήσεται. τὸ γὰρ ἁπλῶς μὴ ὂν ἐν οὐσίᾳ ἢ τὸ μὴ ἀναγόμενον ὑπὸ τὴν οὐσίαν ἢ τὸ μηδαμῶς ὂν καὶ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γινόμενον ἢ τὸ ἐκ μὴ οὐσίας (οὐ γὰρ εἰ ἄνθρωπος ἐκ μὴ ἀνθρώπου, ἤδη ἐκ τοῦ ἁπλῶς μὴ ὄντος· οὐ γὰρ τὸ πρῶτον ἐν τῇ οὐσίᾳ ὁ ἄνθρωπος) ἤγουν τὸ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. δείκνυσι δὲ ὅτι καθ’ ἑκάτερον τῶν σημαινομένων ἄτοπον ἕψεται τῷ τὸ ἁπλῶς καὶ κατ’ οὐσίαν γινόμενον ἐκ τοῦ ἁπλῶς μὴ ὄντος φάσκειν γίνεσθαι.2 εἰ μὲν γάρ, φησί, τὸ ἁπλῶς τὸ πρῶτον γένος σημαίνει, εἴη ἄν ἡ τῆς οὐσίας γένεσις ἐκ μὴ οὐσίας· ὃ δὲ μὴ ἔστιν οὐσία, οὐδὲ τῶν ἄλλων τίς ἐστι κατηγοριῶν, διότι ἐν οὐσίᾳ τὰ ἄλλα ἔχουσι τὴν ὕπαρξιν· ὃ δὲ μηδὲ οὐσία ἐστὶ μηδὲ τῶν ἄλλων τι, οὐδὲν ἔσται πάντῃ· ἡ ἄρα τῆς οὐσίας γένεσις ἐκ τοῦ πάντῃ μηδαμῶς ὄντος ἔσται, ὅπερ ἄτοπον. τὸ αὐτὸ δὲ ἀκολουθήσει ἄτοπον, κἂν εἰ τὸ ἁπλῶς τὴν ἀπόφασιν τῶν ὄντων σημαίνει· ἔσται γὰρ πάλιν ἡ τῆς οὐσίας γένεσις ἐκ τοῦ πάντῃ μὴ ὄντος. ἐκεῖνο μόνον ἐπισημαίνεσθαι χρή, ὅτι ἐξ ἀρχῆς λαβὼν τὸ σημαινόμενον τοῦ ἁπλῶς τὸ δηλοῦν τὸ κυρίως (ὅταν γάρ φημι τὸ κατ’ οὐσίαν γινόμενον ἁπλῶς γίνεσθαι, τούτῳ κέχρημαι τῷ σημαινομένῳ, καὶ αὐτὸς δὲ ἐδήλωσε τοῦτο διὰ τῆς ἀντιθέσεως· τῷ γὰρ ‘ἁπλῶς’ τὸ ‘μὴ κυρίως’ ἀντέθηκεν), εἶτα εἰπὼν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γίνεσθαι τὸ ἁπλῶς ὄν, οὐκέτι τὸ ἁπλῶς μὴ ὂν θεωρεῖ κατὰ τὸ πρῶτον σημαινόμενον, τὸ δηλοῦν τὸ κυρίως μὴ ὄν, ἡνίκα λέγει τὸ δὲ ἁπλῶς ἤτοι τὸ πρῶτον σημαίνει3 καθ’ ἑκάστην κατηγορίαν καὶ τὰ ἑξῆς. ἔοικε γὰρ ἐνταῦθα τὸ ἁπλῶς εἰς τὸ καθόλου μεταλαβεῖν· ὅλως γὰρ τὸ κυρίως ὂν οὐ καθ’ ἑκάστην κατηγορίαν θεωρεῖται ἀλλὰ μόνον κατὰ τὴν οὐσίαν, καὶ τὸ μὴ κυρίως ὂν οὐχ ἑκάστης κατηγορίας δηλοῖ ἀπόφασιν ἀλλὰ μόνης τῆς οὐσίας. ἀλλ’ εἰ καὶ τὸ κυρίως μὴ ὂν μετέλαβεν εἰς τὸ ἁπλῶς μὴ ὄν, οὐδὲν ἐκ τούτου ἡ ἀπορία σαλεύεται. κἂν γὰρ τὸ κυρίως μὴ ὂν λάβωμεν, ἐξ οὗ τὴν τῆς οὐσίας γένεσίν φαμεν εἶναι, ἀνάγκη πάλιν τοῦτο τὸ κυρίως μὴ ὂν ἢ ὡς ἀπόφασιν τῆς οὐσίας μόνης λαβεῖν ἢ ὡς πάντων κοινῶς ἀπόφασιν τῶν ὄντων· καὶ οὕτω πάλιν δι’ ἑκατέρου τὸ αὐτὸ συνάγεται, τὸ μηδαμῶς ὂν εἶναι ἐξ οὗ ἡ τῆς οὐσίας ὑφίσταται γένεσις.
“而‘单全’要么指存在者的每个范畴中的第一者,要么指普遍者。” 他说,在每个范畴中的单全非存在者以及从单全非存在者生成之物,要么是因不属于生成之物所归属的那个范畴而被说成单全地不存在——例如在性质中,单全非存在者就是不归入性质之下的东西;因为“每个范畴中的第一者”指示着最高属。因为在每个范畴中,最属类的东西就是第一者;因为对于白而言第一者是颜色,对于颜色而言是状态,对于状态而言是质,而质在这个范畴中是第一者。因此,在性质中的单全非存在者就是非质者,而从单全非存在者生成之物就是不从质生成的那种东西;因为从非白生成的白并不是从单全非存在者生成的(因为白在性质中并不是第一者),而是从某种非存在者生成的;因为第一者之下的所有事物都是某种特定事物。这就是“单全”的一个含义,即他通过“每个范畴中的第一者”所表明的含义。另一个含义则是在一切方面皆非存在且作为存在者的普遍否定之物,即他通过说“普遍者”所表明的含义。因此,这两个含义也将在实体的场合下被考察。因为在实体中的单全非存在者要么是不归入实体之下的东西,要么是绝不存在之物;而从单全非存在者生成之物要么是从非实体生成之物(因为即使人是从非人生成的,也并非就是从单全非存在者生成的;因为人在实体中并不是第一者),要么就是从在任何方面皆绝不存在者生成之物。而他表明,按照这两个含义中的每一个,对于主张单全且按实体生成之物是从单全非存在者生成的人而言,都将伴随着荒谬。他说,因为如果“单全”意指第一属,那么实体的生成就将是从非实体生成的;然而不是实体的物,也不是任何其他范畴,因为其他范畴的存在都在实体之中;而既不是实体也不是其他范畴之一的物,将完全什么都不是;所以实体的生成将是从在一切方面绝不存在者生成的,而这是荒谬的。即使“单全”意指存在者们的否定,同样的荒谬也会随之而来;因为实体的生成将再次是从全然非存在者生成的。唯独需要指出这一点:他在一开始采用了表明“本义”的“单全”之含义(因为每当我谈到按实体生成者是单全地生成时,我都使用了这层含义,而他自己也通过对立表明了这一点;因为他把“非本义地”与“单全地”相对立),而在随后说出单全存在者是从单全非存在者生成的之后,当他说到“而单全要么指每个范畴中的第一者”等等时,他便不再按照表明本义的非存在者的第一种含义来考察单全非存在者了。因为在这里他似乎将“单全”换作了“普遍者”;因为总的来说,本义的存在者不是在每个范畴中被考察的,而仅仅是在实体中被考察,非本义的存在者所指示的也不是每个范畴的否定,而仅仅是实体的否定。然而,即使他将本义的非存在者换作了单全非存在者,疑难也绝不因此而动摇。因为即使我们采取本义的非存在者——即我们所说的实体的生成所从之出的东西——也必然再次将这个本义的非存在者要么理解为仅对实体的否定,要么理解为对所有存在者的共同否定;因此再次通过这两种方式得出相同的结论:实体的生成所自立的出发点是绝不存在之物。
- 1.73τῷ μὴ ἐξ ἐκείνης τῆς κατηγορίας τυγχάνειν ὑφ’ ἣν τὸ γινόμενον τάσσεται
与格定冠词引导的名词化不定式短语(τῷ ... τυγχάνειν)作原因与格,修饰前面的 λέγεται μὴ εἶναι。介词短语 ἐξ ἐκείνης τῆς κατηγορίας 则作为不定式 τυγχάνειν 的补足语。
- 1.73ἄτοπον ἕψεται τῷ τὸ ἁπλῶς καὶ κατ’ οὐσίαν γινόμενον ἐκ τοῦ ἁπλῶς μὴ ὄντος φάσκειν γίνεσθαι
动词 ἕψεται(随之而来)带与格名词化不定式短语 τῷ ... φάσκειν 作为补足语。动词 φάσκειν 进一步支配一个带宾格主语的不定式结构:宾格的主体是 τὸ ... γινόμενον,不定式是 γίνεσθαι。
- 1.73ἐκεῖνο μόνον ἐπισημαίνεσθαι χρή, ὅτι ἐξ ἀρχῆς λαβὼν τὸ σημαινόμενον τοῦ ἁπλῶς τὸ δηλοῦν τὸ κυρίως ... εἶτα εἰπὼν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γίνεσθαι τὸ ἁπλῶς ὄν, οὐκέτι τὸ ἁπλῶς μὴ ὂν θεωρεῖ κατὰ τὸ πρῶτον σημαινόμενον ... ἡνίκα λέγει τὸ δὲ ἁπλῶς ἤτοι τὸ πρῶτον σημαίνει
非人称表达式 ἐπισημαίνεσθαι χρή(应当指出)以指示代词 ἐκεῖνο 为宾语,并由 ὅτι 引导的从句加以具体展开。在 ὅτι 从句内部,承前省略的主语(亚里士多德)由两个分词(λαβών 与 εἰπών)修饰,表示论述的时间先后,最后落在主句动词 οὐκέτι θεωρεῖ(不再考察)上。其间插入了数个解释性从句与定语从句,形成了长句结构。
