← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§43.1-44.20

单全生成的存否与单全非存在的含义

针对亚里士多德在《论生成与消灭》中提出的关于单全的实体生成究竟是否存在的第一疑难,斐洛庞奴斯分析了探究的次第,辨析了“单全非存在者”的两种含义,并梳理了涉及质料的化解路径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.71#1

" Διωρισμένων δὲ τούτων, πρῶτον θεωρητέον πότερον ἔστι τὸ γινόμενον ἁπλῶς καὶ φθειρόμενον." Ἐληλεγμένων τῶν Δημοκρίτου λόγων, δι’ ὧν τὸ εἶναι ἄτομα σώματα συνελογίζετο, δεδειγμένου δὲ καὶ ὅτι οὐκ ἀνάγκη συγκρίσει καὶ διακρίσει τὴν γένεσιν καὶ τὴν φθορὰν γίνεσθαι, καὶ ὅτι τούτου ἀνῃρημένου οὐ ταὐτὸν ἔσται ἀλλοίωσις καὶ γένεσις (περὶ τούτων γὰρ ἁπάντων προυβάλετο ζητῆσαι), ἐπὶ τούτοις ἀκολούθως φησὶ χρῆναι ζητῆσαι, εἰ ὅλως ἐστὶν ἡ ἁπλῆ γένεσις, τουτέστι πότερον οἷόν τε οὐσίας γένεσιν εἶναι ἢ οὔ· τὴν γὰρ κυρίως λεγομένην γένεσιν καὶ χωρὶς προσθήκης τινός, ταύτην ἁπλῶς γένεσιν φησιν εἶναι. πότερον οὖν, φησίν, ἔστιν οὐσίας γένεσις, ἢ οὐδὲν γίνεται κατ’ οὐσίαν οὐδὲ ἔστιν οὐσίας γένεσις οὐδὲ φθορά, ἀλλὰ μόνον τὰ ταῖς οὐσίαις συμβεβηκότα γίνεται, ἅπερ οὐδὲ λέγεται ἁπλῶς γίνεσθαι ἀλλὰ μετὰ προσθήκης; οὕτω γὰρ καὶ τὸ ἐκ κάμνοντος ὑγιαῖνον γίνεται καὶ τὸ ἐκ μικροῦ μέγα· ἐπὶ τούτων γὰρ ἁπάντων ὑποκειμένῃ τινὶ οὐσίᾳ συμβεβηκότα τινὰ προσγίνεται καὶ ἀπογίνεται. ζητεῖ οὖν, ὅπερ εἶπον τὴν ἀρχήν, μήποτε τῶν συμβεβηκότων μόνων ἐστὶ γένεσις καὶ φθορά, οὐσίας δὲ οὐδαμῶς. τὸν γὰρ βουλόμενον διδάξαι πῶς γίνεται γένεσις καὶ φθορὰ δεῖ πρότερον δεῖξαι εἰ ὅλως ἐστὶ γένεσις· ἠλίθιον γὰρ τοῦ προτέρου ἀγνοουμένου ἐπὶ τὴν τοῦ δευτέρου διδασκαλίαν χωρεῖν, ὥσπερ ἄν εἴ τις ἀθάνατον ἡμῶν τὸ σῶμα κατασκευάζειν ἐπηγγέλλετο μὴ πρότερον δείξας1 εἰ ὅλως ἐστὶν ἀθανασίας δεκτικόν. οὕτως οὖν κἀνταῦθα πρὶν διδάξει πῶς ἡ τῶν οὐσιῶν γένεσις καὶ φθορὰ γίνεται, ἀπορεῖ πρότερον εἰ ὅλως ἐστὶν οὐσίας γένεσις. βουλόμενος δὲ ἡμᾶς ἐνστατικωτέρους ποιεῖν καὶ μὴ ὡς ἔτυχεν ἀβασανίστως δέχεσθαι τὰ λεγόμενα, πειρᾶται πρῶτον ἀναιρεῖν τὴν γένεσιν διά τινων πιθανῶν λόγων ὡς οὐκ ἔστι δεικνύναι πειρώμενος, εἶτα τὴν ἀπορίαν ἐπιλυσάμενος ἐξ αὐτῆς τῆς λύσεως εἰς ἑτέραν περὶ τῆς γενέσεως ἐμπίπτει ἀπορίαν, εἶτα τρίτην προσθεὶς ἀπορίαν καὶ ζητήσας πόθεν οὐκ ἐπιλείπει ἡ γένεσις ἐκ τῆς λύσεως τῆς τρίτης ἀπορίας καὶ τὴν δευτέραν ἐπιλύεται. ζητεῖ οὖν ἐξ ἀρχῆς εἰ ὅλως ἐστὶν οὐσίας γένεσις· ἔχει γὰρ ἀπορίαν. εἰ γὰρ ἐστὶ τοῦ ἁπλῶς ὄντος γένεσις, ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, ἡ τῆς οὐσίας ἄρα γένεσις (τοῦτο γάρ ἐστιν ἡ ἁπλῶς γένεσις) ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἔσται. τοῦ δὲ ἁπλῶς δύο σημαίνοντος, ἢ τὸ πρῶτον καθ’ ἑκάστην κατηγορίαν, τουτέστι τὸ καθόλου καὶ κοινὸν γένος ἑκάστης κατηγορίας, ἢ τὸ κοινὸν κατὰ πασῶν τῶν κατηγοριῶν,2 ἐπειδὰν λέγωμεν τὸ ἁπλῶς γινόμενον, τουτέστι τὴν οὐσίαν, ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γίνεσθαι, ἤτοι τὸ ἐκ μὴ οὐσίας σημαίνομεν, τουτέστιν ἔκ τινος μὴ ἀναγομένου ὑπὸ τὸ γένος τὴν οὐσίαν, ἢ τὸ ἐκ μηδαμῇ μηδαμῶς ὄντος. εἰ μὲν οὖν ἐκ μὴ οὐσίας λέγοι τις τὰ ἁπλῶς γινόμενα γίνεσθαι, δῆλον ὡς εἴπερ οὐκ ἔστιν οὐσία, οὐδὲ ποιὸν ἔσται οὐδὲ ποσὸν οὐδὲ τῶν ἄλλων τις κατηγοριῶν οὐδεμία· οὐδὲ γὰρ δύναται τῶν ἄλλων τις ἐκτὸς τῆς οὐσίας ὑποστῆναι· οὐδὲν ἄρα ἔσται ἐξ οὗ ἡ τῆς οὐσίας γένεσις. εἰ δὲ ἁπλῶς μὴ ὂν λέγοις τὸ κατὰ κοινοῦ πασῶν τῶν κατηγοριῶν ἀποφασκόμενον, ἐξ οὗ ἡ τῆς οὐσίας ὑπάρχει γένεσις, ἔσται πάλιν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἡ τῆς οὐσίας γένεσις. ὥστε καθ’ ἑκάτερον τῶν σημαινομένων τοῦ ἁπλῶς μὴ ὄντος τὸ αὐτὸ ἕψεται ἄτοπον. ἀλλὰ τὸ μηδαμῇ μηδαμῶς ὂν οὔτε ῥητόν ἐστιν οὔτε δοξαστόν, ὡς Πλάτων ἐν τῷ Σοφιστῇ φησιν· εἴτε γὰρ ῥητὸν εἴη εἴτε δοξαστὸν εἴτε ἐν φαντασίᾳ ὑφεστήκοι μόνῃ, ὡς ἡ Σκύλλα φέρε καὶ ὁ τραγέλαφος, οὐκ ἂν εἴη μηδαμῶς ὄν· ἐστὶ γὰρ ῥητὸν ἢ φανταστὸν ἢ δοξαστόν. ἐκ τοῦ οὖν οὕτως μὴ ὄντος πῶς ἄν τι γένοιτο; ἔνθεν καὶ κοινὴ τῶν φυσικῶν γέγονε δόξα, τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι. οὕτως ἀπορήσας ἐπιλύεται λέγων ὅτι τὸ ἐξ οὗ τὸ ἁπλῶς γινόμενον γίνεται, πῇ μὲν ἁπλῶς μὴ ὄν ἐστι πῇ δὲ ἁπλῶς ὄν, αἰνιττόμενος τὴν ὕλην· αὕτη γὰρ πῇ μὲν ἁπλῶς μὴ ὄν ἐστι πῇ δὲ ἁπλῶς ὄν.

“在这些事情被规定之后,首先应当考察的是,单全地生成与消灭者是否存在。” 既然德谟克利特用以推论出不可分割物体存在的那些论证已被驳斥,并且也已证明生成与消灭并非必然通过结合与分离而发生,而且在取消了这一点的同时,变质与生成将不是同一回事(因为他曾提出要对所有这些进行探究),于是他接着说,顺理成章地应当探究,究竟是否存在单全的生成,也就是说,实体的生成到底能否存在;因为在严格意义上且没有任何附加而被谈论的生成,他称之为单全的生成。那么他说,究竟是否存在实体的生成,还是说在实体方面没有任何东西生成,既不存在实体的生成也不存在实体的消灭,而只有属于诸实体的偶性在生成?——而这些偶性甚至不被说成是单全地生成,而是带有附加地生成。因为健康者从患病者中生成,大者从小者中生成,也是如此;因为在所有这些情况下,某些偶性对于某个作为基底的实体而言被添补或被脱离。因此,正如我一开始所言,他在探究是否生成与消灭仅仅属于偶性,而绝不属于实体。因为凡欲教授生成与消灭如何发生的人,必须首先表明生成究竟是否存在;因为在对前者一无所知的情况下就进而讲授后者是愚蠢的,正如有人在未曾预先表明我们的身体究竟能否接受不朽之前,就许诺要使我们的身体成为不朽一样。因此在这里也是如此,在讲授诸实体的生成与消灭如何发生之前,他首先疑难实体的生成究竟是否存在。由于希望使我们更有反驳能力,而不至于未经审察就随意接受所说的一切,他首先试图取消生成,通过某些看似有理的论证试图证明它并不存在;接着,在化解了这一疑难之后,从这个化解本身又陷入关于生成的另一个疑难;随后他又提出第三个疑难并探究生成因何而不致匮乏,再从第三个疑难的化解中一并化解第二个疑难。因此,他从一开始就探究实体的生成究竟是否存在;因为这存在着疑难。因为如果存在单全的存在者的生成,既然一切生成者都是从非此类者生成的,那么实体的生成(因为这就是单全的生成)就必定是从单全的非存在者生成的。然而既然“单全地”具有两种含义,要么指每一范畴中的第一者(即每一范畴的普遍且共通的属),要么指贯通所有范畴的共通者,那么当我们说单全的生成者(即实体)是从单全的非存在者生成时,我们要么是指从非实体生成(即从某种不被归入实体这一属下的东西生成),要么是指从绝不以任何方式存在者生成。因此,如果有人说单全的生成者是从非实体生成的,显然,如果没有实体,既不会有性质,也不会有数量,其他范畴中的任何一个也不会存在;因为除了实体之外,其他任何范畴都无法自立;因此将没有任何东西可以作为实体生成的来源。另一方面,如果你把实体的生成据以存在的那种单全的非存在者,说成是对所有范畴共同加以否定的东西,那么实体的生成又将是从绝不以任何方式存在者生成的。因此,无论依据单全非存在者的哪一种含义,都将得出同样的荒谬结果。但是,绝不以任何方式存在者,既不可言说也不可被形成意见,正如柏拉图在《智者篇》中所言;因为无论它是可言说的,还是可被形成意见的,抑或仅仅在想象中存在(例如斯库拉和鹿角山羊),它都不会是绝不存在者;因为它毕竟是可言说的、可想象的或可被形成意见的。那么,从如此这般的非存在者中,又如何能生成出某种东西呢?由此,自然哲学家们形成了普遍的共识:无物能从绝不以任何方式存在者中生成。在这样提出疑难之后,他通过指出单全生成者据以生成的来源在某种意义上是单全的非存在者而在另一种意义上是单全的存在者来加以化解,以此暗指质料;因为质料本身正是在某种意义上是单全的非存在者而在另一种意义上是单全的存在者。

语法注2 条
  1. 1.71ὥσπερ ἄν εἴ τις ἀθάνατον ἡμῶν τὸ σῶμα κατασκευάζειν ἐπηγγέλλετο μὴ πρότερον δείξας

    成语 ὥσπερ ἄν εἰ 后接未完成过去时直陈式 ἐπηγγέλλετο,构成与事实相反的比较从句。分词 δείξας 具有条件功能(相当于 εἰ μὴ ἔδειξε),在该比喻内部表达了先决条件的缺失。

  2. 1.71τοῦ δὲ ἁπλῶς δύο σημαίνοντος, ἢ τὸ πρῶτον καθ’ ἑκάστην κατηγορίαν, τουτέστι τὸ καθόλου καὶ κοινὸν γένος ἑκάστης κατηγορίας, ἢ τὸ κοινὸν κατὰ πασῶν τῶν κατηγοριῶν

    在属格独立结构 τοῦ δὲ ἁπλῶς δύο σημαίνοντος 中,由 ἤ... ἤ 引导的宾格短语(τὸ πρῶτον... ἢ τὸ κοινόν)作为同位语对应分词 σημαίνοντος 的语义宾语(即两种含义)。此处使用宾格而非属格,是因为保留了动词 σημαίνειν 所支配的直接宾语的格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:43.1-44.20