- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:44.21-46.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐劳波诺斯解释了关于质料在潜能中是单全存在者而在现实中是非存在者这一疑难的化解,考察了随之而来的关于无形式质料是否独立自立的难题,并通过“一物之消灭即另一物之生成”这一原理同时化解了该难题与生成何以永不匮乏的问题,最后阐明了文本中实体生成与偶性生成的区分。
ᾗ μὲν γὰρ ἐνεργείᾳ οὐδέν ἐστιν, ἁπλῶς μὴ ὄν· ᾗ δὲ δυνάμει πάντα ἡ ὕλη ἐστίν, ἁπλῶς ὂν ἂν εἴη. καὶ οὕτως ἡ γένεσις ἐξ ὄντος. ὅταν δὲ λέγω ἐνεργείᾳ ὄν, τὸ ἐν ὑπάρξει ἀκουστέον, ἐπεὶ καὶ ἡ ὕλη δυνάμει τἆλλα οὖσα ἐνεργείᾳ ἐστὶν ὕλη· εἰ γὰρ καὶ ὕλη1 δυνάμει ἐστίν, οὐκέτ’ ἂν εἴη ὕλη. οὕτως ἐπιλύσας ταύτην τὴν ἀπορίαν, ἐκ τῆς λύσεως γεννᾷ ἀπορίαν ἑτέραν. ἐπειδὴ γάρ, φησί, τὴν τῆς οὐσίας γένεσιν ἔφαμεν ἐκ δυνάμει μὲν οὐσίας ἐνεργείᾳ δὲ μὴ οὐσίας εἶναι, ζητητέον τὸ δυνάμει οὐσία τοῦτο ἆρα μετέχει ἐνεργείᾳ τινὸς τῶν ἄλλων κατηγοριῶν ἢ οὐδενός. εἰ μὲν οὖν μετέχει, ἔσται χωριστὰ τὰ πάθη, τουτέστι δυνάμενα ὑποστῆναι κατ’ ἐνέργειαν ἐκτὸς τῆς κατ’ ἐνέργειαν οὐσίας· εἰ δὲ μηδενὸς μετέχει, ἔσται τι ὑφεστὼς ὃ μηδὲν ὑπάρχει κατ’ ἐνέργειαν, τουτέστιν ἔσται ἡ ὕλη ἡ ἀνείδεος αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα, ὅπερ ἄτοπον. οὕτως ζητήσας καὶ εἰς ἀπορίαν ἀγαγὼν τὸν λόγον, πρὶν τὴν λύσιν εἰπεῖν συνάπτει ἑτέραν ἀπορίαν, ὅπερ πολλάκις εἴωθε ποιεῖν, καὶ διὰ τῆς λύσεως τῆς δευτέρας ἀπορίας ἐπιλύεται καὶ τὴν προτέραν. ἔστι δὲ ἡ δευτέρα ἀπορία τοιαύτη τις. πόθεν οὐδέποτε ἐπιλείπει ἡ γένεσις; εἰ γάρ, φησί, τὸ φθειρόμενον εἰς τὸ μὴ ὂν χωρεῖ, πῶς ποτε οὐ πάλαι καταδεδαπανημένων τῶν ὄντων ἀπολέλοιπεν ἡ γένεσις; δέδεικται γὰρ ἐν τῇ Φυσικῇ ὡς πάντα τὰ σώματα καὶ ἀριθμῷ καὶ μεγέθει πεπερασμένα ἐστίν. εἰ οὖν τὸ φθειρόμενον εἰς τὸ πάντῃ μὴ ὂν χωρεῖ, δεῖ τῷ ἀπείρῳ χρόνῳ τὸ πᾶν ἐπιλείπειν. τίς οὖν ἡ τοῦ εἱρμοῦ αἰτία; αἰτίαν δὲ ζητεῖ τὴν ὡς ὕλην, τίς ἡ ὕλη τῶν γινομένων δι’ ἣν οὐδέποτε ἐκλείπει ἡ γένεσις. ἢ ὅτι, φησί, τὸ φθειρόμενον οὐκ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖ,2 ἀλλ’ ἡ τοῦδε φθορὰ ἄλλου ἐστὶ γένεσις; ἐντεῦθεν δὲ καὶ τῆς προτέρας ἔχεις τὴν λύσιν. εἰ γὰρ ἡ ἄλλου γένεσις ἄλλου ἐστὶ φθορὰ καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσις, πρόδηλον ὡς οὐκ ἀναγκαζόμεθα ἐνεργείᾳ, τουτέστιν ὑφεστηκυῖαν, τὴν ὕλην ὑποτίθεσθαι χωρὶς παντὸς εἴδους. ἀεὶ γὰρ προκατειλημμένη εἴδει τινὶ ἀποβάλλει μὲν τὸ πρότερον εἶδος μεταβάλλει δὲ εἰς ἕτερον, καὶ γίνεται φθορὰ μὲν τοῦ προτέρου γένεσις δὲ τοῦ ἐπιγενομένου, ὥστε τὸ μὲν ὑφεστὼς καὶ ἐν ὑπάρξει ὂν εἰδοπεποιημένον ἐστὶ καὶ σύνθετον ἐξ ὕλης καὶ εἴδους, ἡ δὲ μεταβολὴ οὐ περὶ τὸ συναμφότερον· οὐ γὰρ τὸ ἐξ ὕλης καὶ εἴδους ὑπόκειται τῇ γενέσει καὶ φθορᾷ, ἀλλ’ ἡ ὕλη μόνη ἡ ἀνείδεος. διὸ εὐλόγως τὴν τῆς οὐσίας γένεσιν ἐκ τῆς ὕλης τῆς δυνάμει οὐσίας λέγομεν εἶναι καὶ τὸ ἁπλῶς γινόμενον ἐκ τοῦ ἁπλῶς μὴ ὄντος· ὡς ἐξ ὑποκειμένου γὰρ τῆς ὕλης ἡ τῆς οὐσίας γένεσις. τούτων οὕτως προτεθεωρημένων ἐπεξέλθωμεν τῇ λέξει. Πότερον ἔστι γινόμενον ἁπλῶς καὶ φθειρόμενον, ἢ κυρίως μὲν οὐδέν, ἀεὶ δ’ ἔκ τινος καὶ τί. εἴρηται καὶ πρότερον ὅτι ἁπλῶς μὲν γινόμενον λέγει τὸ κατ’ οὐσίαν (τὸ γὰρ κατ’ οὐσίαν γινόμενον ἄνευ προσθήκης ἁπλῶς φαμεν γεγενῆσθαι· γέγονε γὰρ ἄνθρωπος, καὶ γέγονεν ἵππος), τὶ δὲ γινόμενον κατὰ συμβεβηκός· οὐ γὰρ ἄνευ προσθήκης προφερόμεθα τὴν τῶν συμβεβηκότων γένεσιν. ὅταν γὰρ εἰ τύχοι ὁ ἄνθρωπος μεταβάλλῃ κατὰ χρῶμα, οὔ φαμεν τὸν ἄνθρωπον γεγονέναι, διότι τὸ γεγονέναι ἁπλῶς καὶ ἄνευ προσθήκης τὴν κατ’ οὐσίαν μεταβολὴν σημαίνει, ἀλλά φαμεν αὐτὸν γεγονέναι τὶ ἢ λευκὸν φέρε ἢ μέλαν. ἡ γὰρ προσθήκη τὴν διαφορὰν ἐνδείκνυται, οἷον ὁ ἄνθρωπος γέγονε λευκός, ὁ Σωκράτης γέγονε μουσικός. ἐνδεικνύμενος δὲ τί αὐτῷ σημαίνει τὸ ἔκ τινος καὶ τί, ἐπιφέρει τὸ ἐκ κάμνοντος ὑγιαῖνον καὶ κάμνον ἐξ ὑγιαίνοντος. ὥστε εἰ καὶ τὸ ἔκ τινος καὶ τὶ τὴν κατὰ συμβεβηκὸς δηλοῖ γένεσιν, πρόδηλον ὡς τὸ ἁπλῶς γινόμενον τὸ κατ’ οὐσίαν σημαίνει· ἡ γὰρ κατὰ συμβεβηκὸς γένεσις τῆς κατ’ οὐσίαν ἀντίκειται.
因为就其在现实中无物而言,它是单全的非存在者;但就质料在潜能中是万物而言,它将是单全的存在者。如此一来,生成便是从存在者而来的。然而,当我谈到“在现实中的存在者”时,应当理解为实存中的存在者,因为质料在潜能中是其他诸物的同时,在现实中也是质料;因为如果它连质料也是在潜能中的,它就不再会是质料了。在以此种方式化解了这一疑难之后,他又从这个化解中引出了另一个疑难。他说,因为既然我们说过实体的生成是从潜能中的实体且现实中并非实体者而来的,那么就必须探究:这一潜能中的实体到底是在现实中分有其他诸范畴中的某一者,还是不分有任何一者。如果分有,那么诸受动状态就将是可分离的,也就是说,能够在现实的实体之外以现实的方式自立;但如果它不分有任何一者,那么就将存在着某种在现实中绝不作为任何东西而实存的自立者,也就是说,无形式的质料本身将独立自立,而这是荒谬的。在这样进行了探究并将论证引向疑难之后,他在陈述解决方案之前,又按照他常有的习惯连带提出了另一个疑难,并通过第二个疑难的化解把前一个疑难也一并解决了。而这第二个疑难大体如下:生成究竟何以永不匮乏?他说,因为如果消灭者是走向非存在,那么既然存在者早已被消耗殆尽,生成又何以未曾终绝?因为在《物理学》中已经证明,一切物体在数量上和大小上都是有限的。因此,如果消灭者走向全然的非存在,那么在无限的时间中,整体必然会匮乏枯竭。那么,这一绵延序列的原因究竟是什么?他所探究的是作为质料的原因:使得生成永不匮乏的生成物之质料到底是什么?或者说,他说,消灭者并非走向绝不以任何方式存在者,而是此物的消灭即是彼物的生成?由此,你也得到了前一个疑难的解答。因为如果一物的生成即是另一物的消灭,而一物的消灭即是另一物的生成,显而易见,我们并不被迫去假定质料在现实中(即作为自立者)离开一切形式而存在。因为质料始终预先被某种形式所占据,脱去前一个形式而变化为另一个形式,从而发生前者的消灭与继起者的生成,以至于那自立并处于实存之中的乃是被赋予了形式的、由质料与形式组成的复合体,但变化并非关于这一结合体;因为处于生成与消灭基底之下的并非由质料与形式组成的复合体,而仅仅是无形式的质料。因此,我们合乎情理地说实体的生成是从作为潜能中实体的质料而来的,且单全的生成者是从单全的非存在者而来的;因为实体的生成乃是从作为基底的质料而来的。在预先考察了这些之后,让我们进入字句:“单全地生成与消灭者是否存在,抑或严格而言绝无一物如此,而总是从某物成为某物。”前面已经说过,所谓“单全地生成者”,他是指按实体而生成者(因为按实体而生成者,我们没有任何附加地直接说它单全地生成了;因为‘一个人生成了’,‘一匹马生成了’),而“生成某物”则是指依偶性而生成;因为我们绝不会不加任何附加地表述偶性的生成。例如,如果一个人在颜色方面发生变化,我们并不说这个人生成了,因为单全且不带附加的生成意味着按实体的变化,而是说他变成了某物,比如变成了白的或黑的。因为附加指明了这种差别,正如‘这个人变白了’、‘苏格拉底成了有音乐修养的’。为了指明“从某物成为某物”对他而言意味着什么,他补充道“健康者从患病者中生成,患病者从健康者中生成”。因此,如果“从某物成为某物”也表明依偶性的生成,显而易见“单全地生成者”意味着按实体的生成;因为依偶性的生成与按实体的生成是相对立的。
- 1.71εἰ γὰρ καὶ ὕλη δυνάμει ἐστίν, οὐκέτ’ ἂν εἴη ὕλη
连词 καί 修饰并强调其后的名词 ὕλη,意为“因为如果它连质料本身也处于潜能之中”。此处设定一个条件句,假设质料不仅相对于其他具体形式是潜能的,而且就其作为质料本身而言也仅仅是潜能的,从而推出不合理的结果。
- 1.71ἢ ὅτι, φησί, τὸ φθειρόμενον οὐκ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖ
公式化短语 ἢ ὅτι 用以引出对前述疑问的解答或化解(“抑或是因为……”)。插入语 φησί 以亚里士多德为主语,引述了他本人的解决思路,即消灭并非走向彻底的虚无,而是转化为另一物的生成。
