← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§40.26-42.27

连续体全点不可分性与单全生成消灭的定义

注解亚里士多德《论生成与消灭》317a10–317a30,菲洛波庞论述了因点与点不相邻接故连续体不可能同时在一切方式上可分割。随后他批判了原子论者将生成与消灭等同于结合与分离的观点,依据质料与形式确立了单全的生成与消灭和依循偶性的变质之间的根本区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.65

" Εἰ γὰρ κατὰ μέσον διαιρετόν, καὶ κατ’ ἐχομένην στιγμὴν ἔσται διαιρετόν." Κατασκευὴ ὅτι οὐ πάντη διαιρετὸν οὕτως ὡς μηδὲν εἶναι ἀδιαίρετον. ἐνδεῶς δὲ ἡ λέξις πέφρασται. εἴη δ’ ἂν σαφὴς ἅμα καὶ τέλειος ὁ λόγος οὕτως εἰποῦσιν ‘εἰ πάντῃ ἅμα διαιρετὸν ἦν τὸ συνεχὲς ὡς μηδὲν αὐτοῦ μένειν ἀδιαίρετον κατὰ μέσον ἢ καὶ ὁπωσοῦν ἄλλως διαιρεθέν, διῃρεῖτο ἂν καὶ κατ’ ἐχομένην στιγμήν’. καὶ λοιπὸν ἀκόλουθον ἦν ἐπαγαγεῖν ‘τοῦτο δὲ ἀδύνατον’, ὁ δὲ μὴ ἐπενεγκὼν ὅτι ἀδύνατον, διὰ τί ἀδύνατόν ἐστι κατ’ ἐχομένην στιγμὴν διαιρεθῆναι ἐφεξῆς προστίθησι, φάσκων οὐ γάρ ἐστιν ἐχόμενον σημεῖον σημείου, τοῦτο δ’ ἐστὶ διαίρεσις ἢ σύνθεσις.1 τουτέστι τὸ ὑποτίθεσθαι σημεῖον σημείου ἐχόμενον εἶναι οὐδὲν ἕτερόν ἐστιν ἢ λέγειν ὅτι τὸ μέγεθος διαίρεσις μόνον ἐστὶ καὶ σύνθεσις, οὐκέτι δὲ εἰς μεγέθη διαιρεῖσθαι ἢ ἐκ μεγεθῶν συγκείσθαι. δύναιο δ’ ἂν καὶ οὕτως ἀκούειν τῆς λέξεως ὡς πρὸς τὸ προσεχές· οὐ γὰρ δυνατόν, φησί, πάντῃ ἅμα διαιρετὸν εἶναι. διὰ τί; ἐπειδὴ οὐκ ἔστιν ἐχόμενον σημεῖον σημείου, τοῦτο δὲ τὸ σημεῖον καὶ κατὰ τοῦτο τὸ σημεῖον ἡ διαίρεσίς ἐστι καὶ σύνθεσις τῶν μεγεθῶν. καὶ δῆλον ὅτι εἰ μὴ ταῦτα εἴη ἐφεξῆς, λέγω δὲ τὰ σημεῖα, οὐκ ἂν πάντῃ ἅμα διαιρεθείη.

“因为如果在中点处可分割,在相邻接的点处也将是可分割的。” 这是关于并非在一切方式上可分割以至于没有任何东西是不可分割的论证。但此文句的表达是有所欠缺的。如果这样说,论证就会既明晰又完全:“如果连续体同时在一切方式上可分割,以至于无论在中点还是以其他任何方式被分割时其任何部分都不保持为不可分割,那么它在相邻接的点处也将被分割。”接下去顺理成章的本应是加上“而这是不可能的”;但他没有补上它是不可能的,而是相继添补了为何在相邻接的点处被分割是不可能的,他说“因为点与点并不相邻接,而这就是分割或结合”。也就是说,假设点与点相邻接,无非就是说量度仅仅是分割与结合,而不再是被分割为诸量度或由诸量度构成。你也可以结合紧接着的前文将此文句理解为:他说,同时在一切方式上可分割是不可能的。为什么?因为点与点并不相邻接,而这个点就是〔分割与结合〕,且诸量度的分割与结合正是依照这个点而发生的。显然,如果这些不是相继的——我是指那些点——它就不会同时在一切方式上被分割。

§1.66

"Ὥστε ἔστι καὶ διάκρισις καὶ σύγκρισις, ἀλλ’ οὔτε εἰς ἄτομα καὶ ἐξ ἀτόμων." Ἐκ τῶν εἰρημένων, φησί, δῆλον ὅτι ἔστι καὶ σύγκρισις μὴ ὄντων ἀτόμων μεγεθῶν· ἔδειξε γὰρ ὅτι καὶ συγκρίνεται τὰ μεγέθη καὶ διακρίνεται. οὐκ ἀνάγκη δὲ συγκρίσεως οὔσης καὶ διακρίσεως διὰ τοῦτο ἄτομα ἤδη ὑπάρχειν μεγέθη, οὐδὲ εἰ ἔστι σύγκρισις καὶ διάκρισις, καὶ πάντῃ διαιρετὸν ἔσται τὸ μέγεθος ὡς εἰς σημεῖα καταλήγειν ἢ οὐδέν· ἀλλ’ ἔστιν ἡ σύγκρισις ἐξ ἐλαττόνων εἰς μείζονα ἀεὶ καὶ ἡ διάκρισις ἐκ μειζόνων μεγεθῶν εἰς ἐλάττονα, οὔτε δὲ εἰς ἄτομα οὔτε ἐξ ἀτόμων. πολλὰ γὰρ τὰ ἄτοπα ἀτόμων ὑποτεθέντων· ἥ τε γὰρ ἀλλοίωσις ἅμα κυρίως καὶ ἡ συνέχεια καὶ ἡ συμπάθεια ἀναιρεθήσεται.

“因此既有分离也有结合,但既不是走向不可分割者,也不是由不可分割者而来。” 他说,从已谈及的内容可见,即使不存在不可分割的量度,也存在结合;因为他指出了诸量度既被结合也被分离。但并不因为存在结合与分离,就必然由此已经存在不可分割的量度;也不因为存在结合与分离,量度就将是在一切方式上可分割以至于归结为点或虚无;相反,结合总是从较小量度走向较大量度,分离总是从较大量度走向较小量度,但既不是走向不可分割者,也不是由不可分割者而来。因为如果假设了不可分割者,诸多荒谬就会随之而来;严格意义上的变质、连续性以及同感都将同时被取消。

§1.67

"Ἀλλ’ οὐχ ἡ ἁπλῆ καὶ τελεία γένεσις συγκρίσει καὶ διακρίσει ὥρισται, ὥς τινές φασι, τὴν δ’ ἐν τῷ συνεχεῖ μεταβολὴν ἀλλοίωσιν.2 ἀλλὰ τοῦτό ἐστιν ἐν ᾧ σφάλλεται πάντα." Τὸ μὲν εἶναι σύγκρισιν καὶ διάκρισιν ἐναργὲς ὂν δίδωσιν, οὐ μέντοι τὴν κυρίως λεγομένην γένεσιν συγκρίσει μόνῃ γίνεσθαι συγχωρεῖ, καθάπερ φασί τινες τιθέμενοι τὴν μὲν γένεσιν καὶ φθορὰν σύγκρισιν εἶναι καὶ διάκρισιν, ἀλλοίωσιν δὲ τὴν τοῦ συνεχοῦς μεταβολήν. κατὰ πάντα γὰρ τρόπον σφάλλονται οἱ οὕτω διορίζοντες· οὔτε γὰρ πᾶσα συνεχοῦς μεταβολὴ ἀλλοίωσίς ἐστιν, ἀλλ’ ἐνδέχεται γένεσιν αὐτὴν εἶναι (καὶ γὰρ ὕδωρ εἰς ἀέρα καὶ μόλιβδος εἰς ψιμύθιον μεταβάλλει συνεχῆ ἀεὶ ὄντα ἄνευ διακρίσεως ἢ συγκρίσεως), οὔτε δὲ διακρίσει καὶ συγκρίσει πάντως ἕπεται γένεσις καὶ φθορά. ἐὰν γὰρ διακρίνῃς μόλιβδον κατακερματίσας εἰς λεπτὰ καὶ πάλιν χωνεύσας συναγάγῃς, οὔτε γένεσιν οὔτε φθορὰν πεποίηκας. τίς οὖν ἡ γένεσις καὶ τίς ἡ ἀλλοίωσις, ἐφεξῆς διδάσκει.

“但并非如某些人所言,单纯而完全的生成由结合与分离来规定,而在连续体中的变化则被规定为变质。然而这正是他们在一切方面所犯的错误。” 结合与分离的存在是自明的,这一点他予以承认,然而他并不赞同本义上的生成仅通过结合而产生,正如某些人所说的那样——他们设定生成与消灭是结合与分离,而在连续体中的变化是变质。因为这样界定的人在一切方式上都是错误的;因为并非连续体的每一种变化都是变质,它自身完全可以是生成(事实上,水变成空气,铅变成铅白,在没有任何分离或结合的情况下始终保持为连续体),而生成与消灭也并非必然伴随着分离与结合。因为如果你把铅切碎成细块而将它分离,然后再次熔化将它聚合,你既未造成生成也未造成消灭。那么何为生成,何为变质,他接下来加以讲授。

§1.68

"Ἐν γὰρ τῷ ὑποκειμένῳ τὸ μέν ἐστι κατὰ τὸν λόγον, τὸ δὲ κατὰ τὴν ὕλην." Ἔστι, φησίν, ἐν ἑκάστῳ τὸ μὲν κατὰ τὸ εἶδος, τὸ δὲ κατὰ τὴν ὕλην. ὅταν οὖν, φησί, κατὰ ταῦτα γένηται ἡ μεταβολή, γένεσις οὐκ ἀλλοίωσις. περὶ ταῦτα δὲ γίνεται ἡ μεταβολή, ὅταν ἡ ὕλη παθοῦσά τι καὶ ἀποβαλοῦσα τὸ πρότερον εἶδος εἰς ἄλλο μεταβάλῃ. ἡ μὲν οὖν κατὰ ταῦτα μεταβολὴ γένεσίς ἐστι καὶ φθορά· εἰ δὲ τούτων μενόντων κατά τι τῶν συμβεβηκότων μεταβάλῃ, ἀλλοίωσις τοῦτο.

“因为在基底之中,一方面是依循定义的,另一方面是依循质料的。” 他说,在每一事物中,一方面是依循形式的,另一方面是依循质料的。他说,因此每当依照这些发生变化时,那是生成而不是变质。每当质料遭受某种影响并褪去先前的形式而转变成另一种形式时,关于这些的变化就发生了。因此,依照这些的变化是生成与消灭;但如果在这些保持不变的同时依循偶性中的某物而发生变化,这就是变质。

§1.69

"Συγκρινόμενα δὲ καὶ διακρινόμενα εὔφθαρτα γίνεται." Οὐκ ἔστι μέν, φησί, γένεσις τῇ συγκρίσει ταὐτόν, οὐδὲ διάκρισις τῇ φθορᾷ, συμβάλλονται δὲ τῇ γενέσει καὶ τῇ φθορᾷ. καὶ γὰρ διαχυθὲν καὶ διακριθὲν ὕδωρ θᾶττον ἐξαεροῦται, ὡς εἴ τις ἐπὶ τραπέζης καταχέει ὀλίγον ὕδωρ· εὐπαθέστερον γὰρ οὕτως γίνεται. καὶ ὁ ἀὴρ δὲ συγκριθεὶς καὶ πυκνωθεὶς ῥᾳδίως ἐξυδατοῦται.

“而在结合与分离时,它们变得容易被消灭。” 他说,生成并不等同于结合,消灭也不等同于分离,但它们有助于生成与消灭。事实上,散开并分离的水气化得更快,正如有人在桌上倒少许水那样;因为这样一来它变得更容易受影响。而空气在结合并变密时也很容易液化成水。

§1.70

"Ὅτι ἀδύνατον τὴν γένεσιν εἶναι σύγκρισιν, οἵαν δή τινές φασιν." Ἀντὶ τοῦ ἐξ ἀτόμων. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐρεῖ μηδ’ ὅλως σύγκρισιν εἶναι τὴν γένεσιν.

“生成不可能是某种结合,正如某些人所说的那样。” 这是用来代替“由不可分割者构成的结合”。而在接下来的内容中,他将说生成根本不是结合。

语法注2 条
  1. 1.65τοῦτο δ’ ἐστὶ διαίρεσις ἢ σύνθεσις

    关于τοῦτο δ’ ἐστὶ διαίρεσις ἢ σύνθεσις的句法,菲洛波庞提出了两种理解方式。第一种将τοῦτο理解为指代前述假定(点与点相邻接),与表语διαίρεσις ἢ σύνθεσις相配,意为“设定点与点相邻接无异于说量度仅是分割与结合”;第二种将τοῦτο理解为回指名词σημεῖον,指点本身乃是分割与结合发生之处。译文忠实体现了注解者并列的这两种句法分析。

  2. 1.67τὴν δ’ ἐν τῷ συνεχεῖ μεταβολὴν ἀλλοίωσιν

    τὴν δ’ ἐν τῷ συνεχεῖ μεταβολὴν ἀλλοίωσιν由宾格主语与宾格表语构成,承前省略了表示规定或声称的动词(即承接前句的ὥρισται而转为主动态的[φασὶν εἶναι]或[ὁρίζουσιν])。正如菲洛波庞随后的意译所表明的,这一并列对比结构表达的是“他们声称连续体中的变化是变质”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:40.26-42.27