- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:39.11-40.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德将德谟克利特派引入不可分割者的论证驳斥为谬误推理的段落(316b34–317a9),从几何与概念上阐明‘在一切方式上可分割’并不意味着‘同时被分割为点’(荒谬),而是意味着‘可在任意点上被分割’(真实)。
" Ὁ μὲν οὖν ἀναγκάζειν λόγος δοκῶν εἶναι μεγέθη ἄτομα οὗτός ἐστιν· ὅτι δὲ λανθάνει παραλογιζόμενος, καὶ ᾗ λανθάνει, λέγωμεν." Θεὶς τὴν κατασκευὴν τοῦ ἄτομα εἰσάγοντος λόγου καὶ ἐνδειξάμενος [ὅτι] κατὰ ποῖον σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ ἕπεται τὰ συνηγμένα ἄτοπα, λοιπὸν τὴν λύσιν τῇ ἀπορίᾳ ἐπιφέρει ἐλέγχων τὸν παραλογισμὸν ὡς κατά τινα ἰδίαν ἐξήγησιν τοῦ ἐπ’ ἄπειρον διαιρετοῦ προϊόντα.1 καὶ πάλιν τῆς ‘πάντῃ διαιρετόν’ φωνῆς διάφορον ἐκτίθεται τὸ σημαινόμενον, καί φησιν ὅτι τὸ μὲν τῶν σημαινομένων ἀδύνατον συστῆναι τὸ δὲ δυνατόν· τὸ γὰρ πάντῃ, φησί, διαιρετὸν ἔστι μὲν ὡς ὑπάρχει τοῖς μεγέθεσιν, ἔστι δὲ ὡς οὐχ ὑπάρχει· οὐχ ὑπάρχει μέν, ὡς Δημόκριτος ἀκούσας εἰς ἄτοπον ἀπήγαγε τὸν λόγον, κατὰ τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι, τοῦτο δὲ ἀδύνατόν ἐστι, διότι, φησίν, οὐκ ἔστι στιγμὴ στιγμῆς ἐχομένη. λαμβάνει γὰρ τοῦτο Ἀριστοτέλης ὡς ἐναργές· καὶ γὰρ καὶ παρὰ τῶν περὶ Δημόκριτον ὡμολογεῖτο. εἰς τοῦτο γοῦν ὡς ἄτοπον ἀπῆγον τὸν λόγον. εἰ δέ τις καὶ τούτου ζητεῖ αἰτίαν, λέγω δὲ τοῦ μὴ εἶναι σημεῖον σημείου ἐχόμενον ἐπὶ τοῦ συνεχοῦς, μηδ’ ὅλως ἐκ σημείων συγκεῖσθαι τὸ μέγεθος, λεκτέον καὶ πρὸς αὐτόν. ἀνάγκη γὰρ τὰ σημεῖα, ἐξ ὧν συγκεῖσθαι τὸ μέγεθος ἡ ὑπόθεσις ἔχει, ἢ ἀπεράντῳ μεγέθει ἐφεξῆς ἀλλήλων εἶναι ὑποτιθέμεθα, ἤτοι διεστάναι ἀλλήλων, ἢ κατά τι μὲν ἀλλήλων διεστάναι κατά τι δὲ ἅπτεσθαι, ἢ καθ’ ὅλα ἑαυτὰ ἀλλήλων ἅπτεσθαι. εἰ μὲν οὖν διεστήξονται ἀλλήλων, οὐκ ἔσται ἅμα ἐχόμενα οὐδὲ ποιήσουσι μέγεθος· εἰ δὲ κατά τι μὲν διεστήξονται κατά τι δὲ ἅψονται, μέρη ἕξει (ὑπόκειται δὲ ἀμερῆ εἶναι τὰ σημεῖα)· εἰ δὲ καθ’ ὅλα ἑαυτὰ ἀλλήλων ἅψονται, δύο σημεῖα ἐφαρμόσουσιν ἀλλήλοις * * * ἐφαρμοζόντων τῶν σημείων πάντων, ἐξ ὧν τὸ μέγεθος δοκεῖ συγκεῖσθαι, ἔσται τὸ ὅλον μέγεθος σημεῖον ἕν. ἀδύνατον ἄρα σημεῖον σημείου ἔχεσθαι, τοῦτο δὲ εἰσάγει ὁ ἅμα πάντῃ διαιρετὸν εἶναι τὸ μέγεθος ὑποτιθέμενος οὕτως ὡς μηδὲν καταλειφθῆναι μόριον ἐκ τῆς διαιρέσεως ὃ καὶ αὐτὸ διαιρεθῆναι δύναται. οὐ γάρ ἐστιν ἐχομένη στιγμὴ στιγμῆς, ὡς δέδεικται, ἀλλὰ πάντως μεταξὺ δύο στιγμῶν μέγεθος ἐστίν. ὥστε ταύτῃ οὐκ ἂν εἴη πάντῃ διαιρετὸν τὸ μέγεθος· ἕψεται γὰρ τὰ προειρημένα ἄτοπα. πῶς οὖν καὶ διὰ τί ὑπάρξει τὸ πάντῃ διαιρετὸν τῷ συνεχεῖ; διὰ τὸ ὁπηοῦν τοῦ συνεχοῦς εἶναι δυνάμει σημεῖον. εἰ δὲ ὁπηοῦν τοῦ συνεχοῦς δυνατὸν σημεῖον λαβεῖν, δυνατὸν καὶ ὁπηοῦν τοῦ συνεχοῦς διαίρεσιν γενέσθαι, καὶ ταύτῃ πάντῃ διαιρετὸν λεχθείη ἂν τὸ μέγεθος, τῷ ὁπηοῦν δύνασθαι διαιρεθῆναι.2
“因此,看似迫使存在不可分割量度的论证就是这一个;但它在不被觉察的情况下进行谬误推理,以及在何处逃过了觉察,让我们来谈谈。” 在给出了引入不可分割者的论证之立论结构,并指明了依循‘在一切方式上可分割’的哪一种涵义推导出的诸般荒谬会随之而来之后,剩下的就是他对疑难提出解答,将这一谬误推理作为依循对‘走向无限可分割’的某种特有阐释而展开的东西加以反驳。他又陈述了‘在一切方式上可分割’这一语词的不同涵义,并说其中一种涵义不可能成立,而另一种涵义则是可能的。因为他说,在一种方式下,‘在一切方式上可分割’属于各量度,但在另一种方式下则不属于:在德谟克利特所理解并以此将论证归于荒谬的那种方式下,即按照同时在一切方式上可分割的方式下,它并不属于;他说,而这是不可能的,因为点与点并不相邻接。亚里士多德乃是将这一点视为自明的;事实上,德谟克利特一派对此也是承认的。无论如何,他们是将论证归结到这一点上而视为荒谬的。但如果有人还要探求这一点的原由,我是指在连续体中不存在与点相邻接的点,且量度根本不由点构成的原因,那么也必须对他说个明白。因为假说认为量度由之构成的那些点,我们必须设定它们要么彼此相继,即彼此分离,要么在某一方面彼此分离而在某一方面相互接触,要么以其全部自身彼此相互接触。如果它们彼此分离,它们将不会同时邻接,也不会生成量度;如果它们在某一方面分离而在某一方面接触,点就将具有部分(然而已设定点是无部分的);如果它们以其全部自身彼此接触,两个点将彼此重合[……]既然看似构成量度的所有点都重合,整个量度将变成一个点。因此,点与点相邻接是不可能的;而假设量度同时在一切方式上可分割、以至于分割之后没有任何自身亦能被分割的部分留存下来的人,正是在引入这一点。因为正如已证明的那样,点与点并不相邻接,而是在任意两点之间总是有量度存在。因此以此种方式量度将不是在一切方式上可分割的;因为前述的荒谬将会随之而来。那么,在一切方式上可分割究竟如何以及为何属于连续体呢?这是由于在连续体的任意地方潜能上都存在一个点。如果能够在连续体的任意地方取一个点,也就能够在连续体的任意地方产生分割,而在这一意义上,由于能够于任意地方被分割,量度就可以被称为‘在一切方式上可分割’。
"Ὅτι μία ὁπῃοῦν ἐστί, καὶ πᾶσαι ὡς ἑκάστη.3" Τουτέστιν ἣν τέμνῃ τις μίαν τομήν, δύναται ταύτην ὁπῃοῦν ποιήσασθαι. μίαν δὲ εἴρηκεν, διότι οὐκ ἄλλην ἐφεξῆς δυνατὸν λαβεῖν. καὶ πάσας δυνατὸν τὰς τομὰς ποιήσασθαι, οὐχ ὡς πάσας ἅμα, ἀλλ’ ὡς πασῶν ἡντιναοῦν· τοῦτο γάρ ἐστι τὸ πᾶσαι ὡς ἑκάστη, τουτέστιν οὐδὲν μᾶλλον τήνδε ἢ τήνδε, ἀλλ’ ὡς τήνδε τινὰ οὕτω καὶ πάσας. ἑκάστην δὲ τῶν πασῶν ὡσαύτως δυνατὸν γενέσθαι· καὶ γὰρ καὶ ὁ ἄνθρωπος ὡσαύτως ἑκάστης τῶν πασῶν ἐπιστημῶν ἐστι δεκτικός.
“因为在任意地方都存在一个,且正如各个一样全部亦然。” 也就是说,无论人做出哪一个切断,他都能够在任意地方做出这个切断。他说‘一个’,是因为不可能取与它相继的另一个。而且能够做出所有的切断,不是指全部同时,而是指全部中的任意一个;因为这就是‘正如各个一样全部亦然’的意思,即绝非这一个甚于那一个,而是正如对于这某个特定切断一样,对于全部亦是如此。并且全部之中的每一个都能同样产生;事实上,人同样也能够接受全部知识中的每一种。
"Πλείους δὲ μιᾶς4 οὐκ εἰσίν." Πλείους μιᾶς οὐκ εἰσὶν ἐφεξῆς, ὡς δηλοῖ τὸ ἐπαγόμενον.
“但并没有多于一个。” 相继地并没有多于一个,正如接着引述的文句所表明的那样。
"Ὥστε οὐ πάντῃ." Πρόσθες αὐτῷ τὸ ‘ἅμα’· οὐ γὰρ ἅμα πάντῃ διαιρετόν.
“因此并非在一切方式上。” 给它补上‘同时’;因为并非同时在一切方式上可分割。
- 1.61ἐλέγχων τὸν παραλογισμὸν ὡς κατά τινα ἰδίαν ἐξήγησιν τοῦ ἐπ’ ἄπειρον διαιρετοῦ προϊοντα
由 ὡς 引导的分词 προϊοντα 修饰宾格名词 τὸν παραλογισμόν,表示亚里士多德在反驳这一谬误推理时,指出该谬误本身乃是“依照对无限可分割的某种特有解释而展开进行的”,在性数格上与宾语一致。
- 1.61τῷ ὁπηοῦν δύνασθαι διαιρεθῆναι
带冠词不定式的与格结构(τῷ + 不定词),作为前面可能语气 optative(λεχθείη ἄν)的原因与格,解释了量度之所以能被称为‘在一切方式上可分割’,正是“由于它具有能够在任意地方被分割”的能力或可能性。
- 1.62πᾶσαι ὡς ἑκάστη
对于亚里士多德简练的文句 πᾶσαι ὡς ἑκάστη,菲洛波诺斯注疏指出其意义不是集合性的(所有分割同时发生),而是分配性的(distributive):所有分割中的任意一个都与单独的某一个一样具有实现的潜能,ὡς ἑκάστη 表示“如同每一个个别切断那样”。
- 1.63Πλείους δὲ μιᾶς
属格 μιᾶς 是受比较级主格 πλείους 管辖的比较属格。菲洛波诺斯在注解中指出,在句法与语境上必须补充修饰副词 ἐφεξῆς(相继地/连续地)方能使含义完备。
