- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:3.1-4.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯概述了亚里士多德《论天》第一、二卷的主题(天体、宇宙有限性、四元素的整体性、大地),随后过渡到第三卷起关于生灭的四元素的讨论,并处理了爱利亚学派(巴门尼德等人)否定生成的疑难及其解决。
ἀλλ’ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ ζητεῖ περὶ τῆς οὐσίας τοῦ οὐρανίου σώματος, καί φησιν ὅτι ἑτέρα παρὰ τὰ τέσσαρα στοιχεῖά ἐστι τὴν φύσιν, ἀγένητος οὖσα καὶ ἄφθαρτος οὐ μόνον κατὰ τὴν ὁλότητα ἀλλὰ καὶ κατὰ τὰ μέρη, οὐδεμίαν ἐπιδεχομένη μεταβολὴν πλὴν τῆς κατὰ τόπον. ζητεῖ δὲ καὶ πότερον ἄπειρόν ἐστιν ἢ πεπερασμένον, καὶ ἀποδείκνυσιν ὅτι πεπερασμένον ἄλλοις τε πολλοῖς καὶ ἀστείοις λόγοις καὶ ἑνὶ τοιούτῳ, φάσκων ὅμοιον εἶναι ἄπειρον λέγειν πῆχυν καὶ κύκλον ἄπειρον· ὥσπερ γὰρ ὁ πῆχυν εἰπὼν μεμετρημένον τι λέγει καὶ πεπερασμένον, οὕτω καὶ ὁ κύκλον εἰπὼν σχῆμά τε ὀνομάζει καὶ συναναλαμβάνει τῇ τούτου ἐννοίᾳ τὰ πέρατα. δείξας τοίνυν ὅτι πεπερασμένον ἐστὶ τὸ τοῦ οὐρανοῦ σῶμα, ἐπὶ τούτοις ἀποδείκνυσιν ὡς οὐδέν ἐστιν ἔξωθεν αὐτοῦ μὴ ὅτι σῶμα, ἀλλ’ οὐδὲ τόπος οὐδὲ κενόν·1 οὐδὲ γὰρ ἐν τόπῳ, φησί, τὰ ἐκεῖ πέφυκεν, οὐδὲ χρόνος αὐτὰ ποιεῖ γηράσκειν. ταῦτα μὲν οὖν ἐν τῷ πρώτῳ βιβλίῳ διδάσκει, κατὰ δὲ τὸ δεύτερον περὶ τοῦ σχήματος τοῦ παντὸς οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ ἀστέρων ὅτι σφαιροειδές ἐστι, καὶ τῆς κινήσεως τῆς τούτων ὅτι κυκλοφορητική. ἐπὶ τούτοις λοιπὸν περὶ τῆς ὁλότητος τῶν τεσσάρων στοιχείων διδάσκει, ζητῶν καὶ τούτων τὸ σχῆμα καὶ δεικνὺς αὐτὸ σφαιρικὸν εἶναι. περὶ δὲ τῆς γῆς πολὺν καταβάλλεται λόγον, ζητῶν τέσσαρά τινα, τὸ μέγεθος αὐτῆς τὸ σχῆμα τὴν θέσιν τὴν κίνησιν·2 τὸ μὲν μέγεθος ὅτι οὐχ ὥσπερ οἱ πολλοὶ νομίζουσιν ἄπειρον ἔχει μέγεθος ἀλλ’ ἔστι πεπερασμένη καὶ τῶν πλείστων σχεδὸν δὲ πάντων τῶν ἀστέρων πλὴν τῆς σελήνης ἐλάττων, τὸ δὲ σχῆμα δείκνυσι καὶ αὐτὸ σφαιροειδὲς ὄν, τὴν δὲ θέσιν ὅτι μέση τέτακται οὐ βίας δεομένη πρὸς τὸ ἀνέχεσθαι, ὡς ἄν τις οἴοιτο, ἀλλὰ τοὐναντίον βίας δεομένη πρὸς μετάστασιν τῆς μέσης χώρας, ἀκίνητος οὖσα ἐν τῷ οἰκείῳ τόπῳ. τοσαῦτα τοίνυν ζητήσας περί τε τοῦ οὐρανοῦ καὶ τῆς τῶν τεσσάρων στοιχείων ὁλότητος, καθ’ ἃς ἀγένητά ἐστι καὶ ἄφθαρτα, διὰ τοῦ πρώτου καὶ δευτέρου βιβλίου, λοιπὸν ἀπὸ τοῦ τρίτου βιβλίου μέλλων διδάξαι περὶ τῶν τεσσάρων στοιχείων, καθ’ ὃ γενητά ἐστι καὶ φθαρτά (ἔστι δὲ τοιαῦτα δηλονότι κατὰ τὰ μέρη· ἐκ γὰρ τῶν μερῶν τῶν στοιχείων γίνεται τὰ γινόμενα, καὶ εἰς ταῦτα φθείρεται τὰ φθειρόμενα), μέλλων οὖν περὶ τῶν γινομένων καὶ φθειρομένων διαλαβεῖν ἐκ τίνων καὶ πόσων ἐστὶ στοιχείων, πρῶτον ζητεῖ3 εἰ ὅλως ἐστὶ γένεσις· μήποτε γὰρ οὐκ ἔστιν ὅλως γένεσις, ὥσπερ οἱ ὑποτιθέμενοι μηδεμίαν εἶναι κίνησιν μηδὲ μεταβολήν, καθάπερ οἱ περὶ Παρμενίδην. καὶ δείκνυσιν εἶναι γένεσιν, τὸ μὲν ἀνελὼν καὶ λύσας τὰς κατὰ τῆς γενέσεως φερομένας ἀπορίας, τὸ δὲ τῇ ἐναργείᾳ μάρτυρι χρησάμενος4 τῶν γινομένων καὶ φθειρομένων. ὅλως τε δὴ ἐζήτησε πόθεν ποτ’ εἰς ἔννοιαν ἦλθον τοῦ οἴεσθαι μὴ εἶναι γένεσιν οἱ τοῦτο ἀποφηνάμενοι, καί φησιν ὅτι πεπεισμένοι εἶναι ἐν τοῖς πράγμασιν ἐπιστήμην, ταύτην δὲ ἑστώτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων εἶναι λέγοντες, ὑπέθεντο ἑστῶτα εἶναι πάντα τὰ ὄντα. ὁ δὲ πρὸς ταῦτα δέδειχεν ὅτι καὶ ἐπιστήμη ἐστὶ καὶ αὕτη ἑστώτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων τυγχάνει, καὶ ὅμως οὐκ ἀναγκαζόμεθα τὴν κίνησιν ἀνελεῖν πάντα ἑστῶτα ὑποθέμενοι. ἐνδέχεται γὰρ τῶν πάντων τὰ μὲν ἑστῶτα ὑποτίθεσθαι καὶ ἀίδια, ὧν ἡ ἐπιστήμη, τὰ δὲ γενητὰ καὶ φθαρτά, ἐν οἷς ἡ κίνησις. καὶ ἐν αὐτοῖς δὲ τοῖς γενητοῖς ἔστι τι ἑστὼς καὶ μένον καθ’ ὃ καὶ ἐπιστήμη αὐτῶν ἐστι, λέγω δὲ τὸ εἶδος· τῶν γὰρ κατὰ μέρος φθειρομένων καὶ μεταβαλλόντων τὸ εἶδος ἀεὶ κατὰ διαδοχὴν φυλάττεται.
在第一卷中,他探究了天体物体的实质,并说它在本性上不同于四元素,不仅就整体而言、而且就部分而言都是无生无灭的,除位置变化外不承受任何变化。他还探究它是无限的还是有限的,并通过许多其他精妙的论证,以及一条具体的论证表明它是有限的,即主张说“无限的肘长”就如同说“无限的圆”一样;因为正如说了“肘长”的人是在谈论某种被度量的、有限之物,说了“圆”的人也是在命名一种形状,并在关于它的概念中连同界限一并把握。因此,在证明了天的物体是有限的之后,他进而证明其外部没有任何事物——不用说是物体,连处所和虚空也没有;因为他说,那里的事物依其本性并不在处所中,时间也不会使它们衰老。那么,这些便是他在第一卷中所讲授的内容,而在第二卷中,他讲授了整个天及其中的诸星体的形状是球形的,以及它们的运动是圆周运动。接下来,他进而讲授关于四元素的整体性,同样探究它们的形状并表明它是球形的。关于大地,他作了详尽的论述,探究了四个方面:其大小、形状、位置和运动。关于大小,他表明它并不像大众所认为的那样具有无限的大小,而是有限的,且小于除月亮之外的大多数、几乎所有的星体;关于形状,他证明它本身也是球形的;关于位置,他证明它被置于中央,并不像有人可能认为的那样需要强力来支撑,相反,需要强力才能使其脱离中央处所,在它固有的处所中是不动的。通过第一卷和第二卷探究了关于天以及四元素依其作为无生无灭之物的整体性的诸多问题之后,接下来他打算从第三卷开始讲授关于四元素作为生灭之物的内容(显然它们就部分而言是如此的;因为生成之物由元素的部分生成,灭绝之物也消解归入这些部分),既然他打算探讨生成与灭绝之物是由哪些以及多少元素构成的,他首先探究究竟是否存在生成;因为也许根本就不存在生成,正如那些假定不存在任何运动与变化的人所主张的那样,例如巴门尼德学派。他表明生成确实存在,这一方面是通过清除并解决针对生成所提出的疑难,另一方面则是以生成与灭绝之物的昭然自明作为见证。此外,他彻底探究了那些如此宣称的人究竟从何产生了认为不存在生成的观念,他说,他们确信在事物中存在知识,并主张这种知识属于静止且始终处于相同状态的事物,因而假定一切存在者都是静止的。但他针对这些论点指出,不仅存在知识,而且这确实属于静止且始终处于相同状态的事物,然而我们并不因此被迫通过假定一切静止而取消运动。因为在一切事物中,完全可以假定有些事物是静止且永恒的(关于它们存在着知识),而另一些则是生灭的(运动存在于其中)。而且,在生成事物本身之中,也存在着某种静止并存留之物,知识正是依照它而属于它们,我指的是形式;因为尽管个别事物在灭绝和变化,形式却始终通过继替而得以保存。
- 1.0μὴ ὅτι σῶμα, ἀλλ’ οὐδὲ τόπος οὐδὲ κενόν
习惯短语 μὴ ὅτι(字面为“且不说/不仅”)在此表省略用法,与随后的 ἀλλ’ οὐδέ 配合使用,表达“不用说物体不存在,甚至连处所和虚空也都不存在”。
- 1.0τὸ μέγεθος αὐτῆς τὸ σχῆμα τὴν θέσιν τὴν κίνησιν
这四个宾格名词短语同位修饰前面的 τέσσαρά τινα,并在随后的句子中分别由 τὸ μὲν μέγεθος ὅτι...、τὸ δὲ σχῆμα δείκνυσι... 与 τὴν δὲ θέσιν ὅτι... 所承接与展开,构成了统括性的前置先取宾格(prolepsis)。
- 1.0λοιπὸν ἀπὸ τοῦ τρίτου βιβλίου μέλλων διδάξαι... μέλλων οὖν... διαλαβεῖν... πρῶτον ζητεῖ
由分词 μέλλων διδάξαι 开头的句子被较长的解释性插入句(ἔστι δὲ... τὰ φθειρόμενα)打断,随后通过 μέλλων οὖν... διαλαβεῖν 进行了分词复述与恢复(resumptive),最终落脚于主动词 πρῶτον ζητεῖ。
- 1.0τὸ μὲν ἀνελὼν καὶ λύσας... τὸ δὲ τῇ ἐναργείᾳ μάρτυρι χρησάμενος
τὸ μέν 与 τὸ δέ 用作副词性宾格,意为“一方面通过……,另一方面通过……”(partly by... partly by...),分别统领表示手段的分词短语(ἀνελὼν καὶ λύσας 与 χρησάμενος)。
