← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§37.13-39.10

全点同时分割的荒谬后果与不可分割体

针对亚里士多德《论生成与消灭》316b23–316b32,斐洛庞奴斯阐述了假定物体同时在一切点上被分割所必然导致的荒谬后果(归结为点或无),从德谟克利特的角度表明分割必然终止于不可见的不可分割量度(原子),并对该文句的句法结构与断句进行了分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57

" Εἰ γὰρ δυνατόν, κἂν γένοιτο, οὐχ ὥστε ἅμα εἶναι ἄμφω.1" Ἐκεῖνο, φησίν, ἄτοπόν ἐστι, τὸ λέγειν πάντῃ ἅμα διαιρετὸν εἶναι δυνάμει. εἰ γάρ ἐστι δυνάμει, γένοιτ’ ἂν καὶ ἐνεργείᾳ, γένοιτο δὲ οὐχ ὥστε κατὰ τὸ αὐτὸ καὶ δυνάμει αὐτὸ εἶναι διαιρετὸν καὶ ἐνεργείᾳ (τοῦτο γὰρ προφανῶς ἄτοπον καὶ λόγου μὴ δεόμενον, τὸ τὸ αὐτὸ ὑποτίθεσθαι ἅμα καὶ ἀδιαίρετον καὶ διῃρημένον), ἀλλὰ τοῦτο, φησίν, ἐστὶν ὃ λέγω, ὅτι εἰ δυνάμει ἅμα πάντῃ διαιρετόν ἐστι, καὶ εἰς ἐνέργειαν ἐκβαίη ἄν, ὡς εἶναι αὐτὸ εἰς σημεῖα διῃρημένον· τοῦτο γὰρ σημαίνει τὸ ‘καθ’ ὁτιοῦν σημεῖον διῃρημένον’. πόσα δὲ ἕπεται ἄτοπα τῷ ὑποτίθεσθαι εἰς σημεῖα διῃρημένον τὸ μέγεθος, ἐφεξῆς ἐπιφέρει ἀναλαμβάνων τὴν Δημοκρίτου ἀπορίαν. ἔστι δὲ τὰ ἄτοπα ὅσα καὶ ἐξ ἀρχῆς προείρητο. εἰ γάρ, φησίν, ὑποτεθείη πάντῃ ἅμα διῃρημένον, οὐδὲν ἔσται λοιπὸν ἀλλ’ ἢ εἰς ἀσώματον τὸ σῶμα ἐφθαρμένον. καὶ ἐπειδὴ εἰς ἃ διαιρεῖταί τι ἐκ τούτων καὶ σύγκειται, ἐπιφέρει ὅτι εἰ μὲν εἴη εἰς ἀσώματον, τουτέστιν εἰς στιγμάς, διῃρημένον, ἔσται καὶ ἐκ στιγμῶν συγκείμενον· εἰ δὲ εἰς μηδέν, ἔσται ἐκ μηδενός.

“因为如果是可能的,它也就能够发生,并不是以二者同时存在的方式。” 他说,声称在潜能上同时在一切方式上可分割,这乃是荒谬的。因为如果在潜能上存在,它在现实中也能够发生,但它发生并不是以关于同一事物在潜能上和在现实中同时皆是可分割的这种方式(因为假设同一事物同时既是不可分割的又是已被分割的,这显然是荒谬的,且无需论证);他说,然而我所说的乃是这一点,即如果在潜能上同时在一切方式上可分割,它也就会落入现实,从而使它自身被分割为点;因为“在任何点上已被分割”正意味着这一点。至于假设量度被分割为点会随之带来多少荒谬,他随后通过重述德谟克利特的疑难而加以引申。而这些荒谬正如从一开始所预先说明的一样多。因为他说,如果假设同时在一切方式上已被分割,除了物体消灭为非物体性的东西之外,将没有任何残余。而且既然某物被分割为什么,它也就由这些东西所构成,因而他补充说,如果它被分割为非物体性的东西,即点,它也将由点所构成;如果被分割为无,它将由无所构成。

§1.58

"Ἀλλὰ μὴν ὅτι γε διαιρεῖται εἰς χωριστὰ καὶ ἀεὶ εἰς ἐλάττω." Ἀπαγαγὼν εἰς ἀδύνατον τὸν λόγον τὸν φάσκοντα πάντῃ ἅμα διῃρῆσθαι τὸ σῶμα, τῷ δεῖξαι ἑπόμενον τούτῳ τὸ ἐκ στιγμῶν ἢ ἐκ μηδενὸς συγκείσθαι τὰ μεγέθη, νῦν ἐκ τῆς ἐναργείας λαμβάνει, ὡς παρὰ Δημοκρίτου ποιούμενος τὸν λόγον, ὅτι ἡ διαίρεσις ἀεὶ εἰς χωριστά, τουτέστιν εἰς ὑφεστῶτα, γίνεται μεγέθη. εἰ γὰρ καὶ εἰς ἐλάττω ἀεὶ τῷ μεγέθει τμήματα γίνεται ἡ διαίρεσις, ἀλλ’ οὖν εἰς ὑφεστῶτα καὶ καθ’ αὑτὰ ὑποστῆναι δυνάμενα. εἰ δὲ τοῦτο ἐναργές, πρόδηλον ὡς οὐχ ἅμα ἄπειρά ποτε τὰ διαιρεθέντα οὐδὲ ἐπ’ ἄπειρον ἡ διαίρεσις, διὰ τὸ μὴ εἶναι ἄπειρα χωριστὰ μέρη ἐν τοῖς πεπερασμένοις μεγέθεσι. τὸ δὲ ἀεὶ οὐ τὸ ἐπ’ ἄπειρον σημαίνει ἐν τούτοις (ὡς γὰρ ἀπὸ Δημοκρίτου ὁ λόγος συμπεραινομένου τὰ εἰρημένα), ἀλλ’ ἀεὶ εἰς ἐλάττω διαιρεῖται, φησί, “μέχρι τούτου”, ὡς ἐν τοῖς ἑξῆς φησι, μέχρις οὗ καταντήσει ἡ διαίρεσις εἰς ἄτομα.

“然而它确实被分割为分离的部分,并且总是分割为较小的部分。” 在通过表明随之会得出量度由点或由无构成而将主张物体同时在一切方式上已被分割的论点归于不可能之后,现在他以如同德谟克利特提出论点的立场,从自明性出发假定:分割总是成为分离的,即自存的量度。因为即使分割在量度上总是成为较小的切块,但无论如何它是成为自存的且能够独立自存的东西。如果这是自明的,显然被分割的部分决不可能同时是无限的,分割也不是走向无限的,这是由于在有限的量度中不存在无限个分离的部分。而在此处“总是”并不意味着走向无限(因为该论点就像是从德谟克利特推论出上述结论的角度而言的),他说,而是“直到这一步”,正如他在后文中所说的那样,总是被分割为较小的部分,直到分割最终到达不可分割的物体。

§1.59

"Οὔτε δὴ κατὰ μέρος διαιροῦντι εἴη ἂν ἄπειρος ἡ θρύψις, οὔτε ἅμα οἷόν τε διαιρεθῆναι κατὰ πᾶν σημεῖον." Διὰ τί τοῦτο ἀδύνατον προείρηται. εἰ γὰρ οὕτως διαιρεθῇ εἴτε ἅμα εἴτε καὶ κατὰ μέρος, εἰς σημεῖα διαιρεθήσεται, καὶ ἔσται ἐκ σημείων, τοῦτο δὲ ἀδύνατον. ἀδυνάτου δὲ ὄντος κατὰ πᾶν σημεῖον διαιρεθῆναι τὸ σῶμα, οὐκ ἔσται ἐπ’ ἄπειρον ἡ τομή. εἰ γὰρ εἰς σημεῖα διῃρεῖτο, τοῦτο συνέβαινεν εἰκότως, τῷ ἄπειρα εἶναι δυνάμει τὰ ἐν τῷ μεγέθει σημεῖα. μὴ προϊούσης τοίνυν ἐπ’ ἄπειρον τῆς διαιρέσεως μηδὲ εἰς σημεῖα γινομένης, καταλείπεται στῆναί που τὴν διαίρεσιν καὶ ὑπολείπεσθαι ἄτομα σώματα μηκέτι τμηθῆναι δυνάμενα.

“因此,对于按部分分割的人而言碎裂既不会是无限的,也不可能同时在每一个点上被分割。” 为什么这是不可能的,前文已经说明。因为如果无论同时还是按部分以此方式被分割,它都将被分割为点,且将由点构成,而这是不可能的。既然物体不可能在每一个点上被分割,切断也就不会是走向无限的。因为如果它是被分割为点,由于量度中的点在潜能上是无限的,这种情况自然会发生。因此,既然分割既不走向无限,也不成为点,那么剩下的结论就是分割停在某处,并留下不再能够被切断的不可分割的物体。

§1.60

"Ἀνάγκη ἄρα ἄτομα ὑπάρχειν μεγέθη ἀόρατα εἴπερ ἐστὶ γένεσις καὶ φθορὰ ἡ μὲν διακρίσει ἡ δὲ συγκρίσει.2" Σκοτεινότερον ἡ λέξις ἡρμήνευται. δόξει γὰρ λέγειν ὅτι εἴπερ ἐστὶ γένεσις καὶ φθορὰ ἡ μὲν διακρίσει ἡ δὲ συγκρίσει, ἀνάγκη καὶ ἄτομα εἶναι μεγέθη· ἔμπαλιν δὲ χρὴ ἐκ τῶν ἀτόμων πιστοῦσθαι ὅτι κατὰ σύγκρισιν ἡ γένεσις. ἀτόμων μὲν γὰρ ὑποκειμένων ἔσται κατὰ σύγκρισιν ἡ γένεσις, κατὰ σύγκρισιν δὲ οὔσης τῆς γενέσεως οὐκ ἀνάγκη ἄτομα ὑποθέσθαι μεγέθη. ἀλλὰ δὴ καὶ ὅτι μὲν ἔστιν ἄτομα ὁ Δημοκρίτειος λόγος δοκεῖ ἀποδεδειχέναι, οὐ μὴν ὅτι κατὰ σύγκρισιν ἡ γένεσις. ὥστε δεῖ ἐκ τοῦ εἶναι ἄτομα συλλογίζεσθαι ὅτι καὶ ἡ γένεσις κατὰ σύγκρισιν, οὐκ ἔμπαλιν ὡς ἡ λέξις δοκεῖ ὑποφαίνειν. χρὴ οὖν ἁπλούστερον ἐκλαβεῖν τὴν λέξιν, οὕτως εἰπόντα ἀνάγκη ἄρα ἄτομα μεγέθη ὑπάρχειν, καὶ ὑποστίξαντα ἐνταῦθα ὡς ἐξ ἄλλης ἀρχῆς εἴπερ οὖν ἐστὶ γένεσις καὶ φθορά, ἡ μὲν διακρίσει ἔσται ἡ δὲ συγκρίσει. ἢ οὕτως ἀνάγκη ἄρα ἄτομα μεγέθη ὑπάρχειν, ἐξ ὧν εἴπερ ἐστὶ γένεσις καὶ φθορά, ὅπερ ἐναργές ἐστιν, ἡ μὲν διακρίσει ἔσται ἡ δὲ συγκρίσει. ἀόρατα δὲ εἶπε μεγέθη τὰ ἄτομα, ἵν’ ἐκφύγῃ τὸν ἐκ τῆς αἰσθήσεως ἔλεγχον· οὐδὲν γὰρ τῶν φαινομένων μεγεθῶν ἀδιαίρετόν ἐστιν. ἀόρατα οὖν ἡμῖν διὰ σμικρότητα ἔλεγεν εἶναι τὰ ἄτομα. καὶ οὐδέν γε θαυμαστὸν εἶναι μέν, διὰ σμικρότητα δὲ μὴ ὁρᾶσθαι. ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι κονιορτώδη ψήγματα πρότερον ἡμῖν ἀόρατα ὄντα, ἐπειδὰν ἀκτὶς διὰ θυρίδος εἰσβάλῃ, ὁρατὰ ἐν αὐτῇ διὰ τὴν τοῦ φωτὸς λαμπρότητα γίνεται.

“因此,如果生成与消灭确实后者是通过分离,前者是通过结合,那么必然存在不可见的不可分割量度。” 这一文句表达得较为晦涩。因为他似乎在说,如果生成与消灭确实后者通过分离,前者通过结合,那么也必然存在不可分割的量度;然而相反,理应从不可分割者出发来确证生成是依照结合的。因为如果设定不可分割者为底层,生成将是依照结合的,但生成依照结合,却并不必然假设不可分割的量度。此外,德谟克利特的论证似乎已经证明了存在不可分割的物体,但绝没有证明生成是依照结合的。因此,必须从存在不可分割者推论出生成也是依照结合的,而不是像字面看起来暗示的那样反过来。因此,应当更简明地理解这一文句,即这样说:“因此,必然存在不可分割的量度”,并在此处加上停顿,仿佛从另一个开端开始:“既然存在生成与消灭,后者将是通过分离,前者将是通过结合。”或者这样理解:“因此,必然存在不可分割的量度,由它们而来,如果确实存在生成与消灭——而这是自明的——后者将是通过分离,前者将是通过结合。”他说不可分割的量度是“不可见的”,是为了逃避来自感觉的论驳;因为在显现的量度中没有一个是不可分割的。因此他说,不可分割者由于微小对我们而言是不可见的。而它们存在着却由于微小而不可见,这绝非怪事;正如空气中尘埃的微粒,起初对我们是不可见的,每当光线穿过窗户射入时,在光线中由于光的明亮而变为可见的一样。

语法注2 条
  1. 1.57οὐχ ὥστε ἅμα εἶναι ἄμφω

    οὐχ ὥστε 否定了接不定词的结果从句 ὥστε,意为“并非使得二者同时成立”。斐洛庞奴斯将其解释为:并非指在同一事物上潜能上的可分割性与现实中的已被分割同时共存(κατὰ τὸ αὐτὸ καὶ δυνάμει αὐτὸ εἶναι διαιρετὸν καὶ ἐνεργείᾳ)。

  2. 1.60Ἀνάγκη ἄρα ἄτομα ὑπάρχειν μεγέθη ἀόρατα εἴπερ ἐστὶ γένεσις καὶ φθορὰ ἡ μὲν διακρίσει ἡ δὲ συγκρίσει

    从字面上看,εἴπερ 从句是条件/前提,主句(ἀνάγκη...)是结论。但斐洛庞奴斯指出在逻辑次序上应当相反,即不可分割者的存在是前提,而生成/消灭通过结合/分离则是结论(ἔμπαλιν δὲ χρὴ...)。为此他提出了两种句法重构方式:在 ἄτομα μεγέθη ὑπάρχειν 之后停顿断句,或是补入关系代词短语 ἐξ ὧν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:37.13-39.10