← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§35.32-37.12

无限分割与分割为无限的区分及对德谟克利特的驳斥

斐洛庞奴斯通过援引数的增长以及《物理学》中的论述,阐明了量度分割“为无限个部分”与“走向无限”的概念差异,并注解了亚里士多德如何针对可感觉物体驳斥德谟克利特的谬误推理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.56#2

οὕτω καὶ τὸν ἀριθμόν φαμεν ἐπ’ ἄπειρον αὔξεσθαι οὐ τῷ δύνασθαι αὐξόμενον ἄπειρον κατ’ ἐνέργειαν γενέσθαι (ἀεὶ γὰρ ὁ λαμβανόμενος ἀριθμὸς πεπερασμένος ἔσται), ἀλλὰ τῷ μὴ ἐπιλείπειν αὐτοῦ τὴν αὔξησιν ἀλλ’ εἶναι τοῦ λαμβανομένου ἀεὶ ἄλλον πλείονα λαμβάνειν. καὶ ἵνα σαφῶς διορίσαντες εἴπωμεν, εἰς ἄπειρα μὲν διαιρετὸν τὸ μέγεθος οὐκ ἔστιν οὐδὲ δυνάμει, τῷ μηδὲ δύνασθαι εἰς ἄπειρα διαιρεθῆναι (ἐπεὶ μηδὲ στιγμὴν στιγμῆς ἐφεξῆς εἶναι ἐνδέχεται· ἀεὶ γὰρ δύο στιγμῶν τὸ μεταξὺ μέγεθός ἐστιν), ἐπ’ ἄπειρον μέντοι,1 τῷ μὴ ἐπιλείπειν ποτὲ δυνάμει τὴν τομήν. οὕτως γοῦν καὶ πάντῃ διαιρετὸν ἐλέγομεν τὸ μέγεθος, τῷ καθ’ ὁτιοῦν μόριον δύνασθαι διαιρεθῆναι καὶ μὴ εἶναί τι ληφθὲν μόριον ὅπερ ἄτμητον ἔσται δυνάμει. διὰ τοῦτο γὰρ ὁπῃοῦν ἀδιαφόρως δυνατόν ἐστι διαίρεσιν γενέσθαι, τῷ μηδὲν εἶναι μόριον δυνάμει ἀδιαίρετον. τὸ δ’ ἅμα πάντῃ διαιρετὸν καὶ τὸ εἰς ἄπειρα διαιρετόν, ψευδῆ ἄμφω· τῷ μὲν γὰρ ἕπεται εἰς στιγμὰς διαιρεῖσθαι τὸ μέγεθος καὶ ἐκ στιγμῶν συγκεῖσθαι, τῷ δὲ εἰς ἄπειρα διαιρετῷ καὶ ἐνεργείᾳ τὸ ἄπειρον ὑφίστασθαι, ὅπερ ἄτοπον· τὸ γὰρ ἄπειρον ὡς μὲν γινόμενον ἐστίν, ὡς δὲ ὑφεστὼς οὐκέτι. καὶ ἄλλως ἐν τῇ Φυσικῇ αὐτὸς εἶπεν ὅτι οὐκ ἔστι λίνον λίνῳ συνάπτειν, τὸ ὅλον καὶ πᾶν τῷ ἀπείρῳ.2 τὸ μὲν γὰρ ὅλον καὶ πᾶν τέλειον, τὸ δὲ τέλειον τέλος ἔχει, τοῦ δὲ ἀπείρου οὐκ ἔστι τέλος· καὶ ὅλον μέν ἐστι καὶ πᾶν οὗ μηδὲν τῶν μερῶν ἐστιν ἔξω, ἄπειρον δέ ἐστιν οὗ ἀεί τί ἐστιν ἔξω· οὐ ταὐτὸν ἄρα τὸ πᾶν καὶ τὸ ἄπειρον. ὥστε ὅταν λέγωμεν ‘πάντῃ διαιρετόν’, δι’ αὐτῆς τῆς φωνῆς ἐνδεικνύμεθα ὅτι οὐκ εἰς ἄπειρά φαμεν τὰ μεγέθη κατατέμνεσθαι, ἀλλ’ εἰς πεπερασμένα, καὶ ἑκάστου πάλιν τῶν μερῶν πάντῃ διαιρετοῦ ὄντος. δοκοῦμεν δέ, φησίν, ὅταν λέγωμεν ‘πάντῃ διαιρετόν’, οὕτως λέγειν τὸ ‘πάντῃ’ ὡς μηδὲν μεῖναι ἐκ τῆς διαιρέσεως ἀδιαίρετον, ὅπερ ἐστὶ ψεῦδος καὶ ἐναντίον τῷ παρ’ ἡμῶν λεγομένῳ. ἐπ’ ἄπειρον γὰρ διαιρετόν φαμεν εἶναι τὸ μέγεθος, καὶ ταύτῃ πάντῃ διαιρετὸν ὡς πᾶν τὸ ληφθὲν μόριον δύνασθαι τέμνεσθαι καὶ μηδέποτε τοῦτο ἀπολείπειν. ὥστε εἰ οὕτω διαιρεθείη ὡς ἐπιλείπειν τὴν τομὴν τῷ μηδὲν εἶναι λεῖπον τὸ δυνάμενον διαιρεθῆναι, οὐκέτι ἂν ἐπ’ ἄπειρον εἴη διαιρετόν· τὸ γὰρ ἐπ’ ἄπειρον οὐκ ἐπιλείπει ποτέ. ὥστε εἰ ἐπιλείποι, οὐκ ἐπ’ ἄπειρον, οὐδ’ οὕτω πάντῃ ὡς ἀεὶ τὸ διαιρεθὲν μόριον δύνασθαι διαιρεῖσθαι. Τὸ μὲν οὖν ἅπαν σῶμα αἰσθητὸν εἶναι διαιρετὸν καθ’ ὁτιοῦν σημεῖον καὶ ἀδιαίρετον οὐδὲν ἄτοπον. αἰσθητὸν μὲν εἶπεν ἢ τὸ φυσικόν, οὐχ ὡς μὴ καὶ τῶν ἄλλων σωμάτων διαιρετῶν ὄντων (καὶ γὰρ τὸ μαθηματικὸν τοιοῦτον), ἀλλ’ ὡς περὶ τούτου ὄντος τοῦ λόγου· ἢ αἰσθητόν φησι τὸ ἐνεργείᾳ ὄν.3 τὸ γὰρ μὴ ὂν ἐνεργείᾳ, οὐδὲ διαιρετόν ἐστι. τοιοῦτον δὲ ἡ ὕλη κατὰ τὸν ἴδιον λόγον· σῶμα μὲν γὰρ καὶ αὐτή, ἀλλ’ οὐκ αἰσθητόν, ἀλλὰ δυνάμει σῶμα. προθέμενος δὲ ὡς ἐν κεφαλαίῳ τὴν Δημοκρίτου ἀπορίαν ἀναλαβεῖν, πρῶτον διορίζεται ποίῳ μὲν σημαινομένῳ τοῦ πάντῃ διαιρετοῦ οὐδὲν ἄτοπον ἀκολουθεῖ, ποίῳ δὲ ἕπεται ὅσα παρὰ Δημοκρίτου ἄτοπα συνῆκται. καί φησιν ὅτι τὸ μὲν λέγειν πάντῃ διαιρετὸν τὸ καθ’ ὁτιοῦν 〈μόριον〉 δυνάμενον διαιρεθῆναι, εἰ καὶ μήπω διῄρηται, ἀληθὲς καὶ οὐδὲν ἔχει ἄτοπον ἑπόμενον (καὶ γὰρ τὸ ἐνεργείᾳ ἀδιαίρετον δυνατὸν οὕτω λέγειν πάντῃ διαιρετόν· τῷ γὰρ δύνασθαι ἐπὶ τοῦ συνεχοῦς ὁπηοῦν σημεῖον λαμβάνεσθαι δῆλον ὅτι καὶ διαίρεσις ἔσται ἐν ἑκάστῳ μέρει τοῦ συνεχοῦς), τὸ δὲ λέγειν πάντῃ διαιρετὸν ὡς ἅμα πάντῃ δυνάμενον διαιρεθῆναι, ἄτοπον. πῶς δὲ καὶ διὰ τί ἄτοπον, πάλιν προστίθησιν ἀναλαμβάνων τὴν Δημοκρίτου ἀπορίαν· καὶ τότε ὕστερον τὴν λύσιν ἐπιφέρει, φάσκων παραλογίζεσθαι τὸν Δημόκριτον οὐ τὸν λόγον ἐλέγχοντα τὸν φάσκοντα πάντῃ διαιρετὸν τὸ μέγεθος, ἀλλὰ σημαινόμενόν τι τοῦ πάντῃ διαιρετοῦ κατὰ τὴν ἐκείνου ὑπόληψιν λαμβανόμενον.

同样,我们说数增加至无限,并不是因为增长中的数能够在现实中变成无限(因为每次所取的数总是有限的),而是因为它的增长不会穷尽,而是总能取出比所取之数更大的另一个数。为了明确界定而言,量度甚至在潜能上也不是可分割为无限个部分的,这是因为它甚至不可能被分割为无限个(因为点与点之间甚至不可能相连续;在两点之间总是有量度的),然而它却是可无限分割的,这是因为切断在潜能上永不穷尽。总之,正是以此方式,我们说量度是“在一切方式上可分割的”,这是由于它能够在任何部分被分割,且没有任何被取出的部分在潜能上是不可被切断的。正是由于这一点,在任何地方均无差别地可能发生分割,因为没有任何部分在潜能上是不可分割的。但是,“同时在一切方式上可分割”与“可分割为无限个部分”,两者皆是假的;因为对前者而言,会导致量度被分割为点并且由点构成,而对“可分割为无限个部分”而言,会导致无限在现实中自存,而这乃是荒谬的;因为无限作为正在生成的存在,却不再作为已经自存的存在。此外,在《物理学》中他自己曾说过,不可能把亚麻接在亚麻上,即把“整体”与“全”接在“无限”之上。因为整体与全是完全的,而完全者具有终点,无限者却没有终点;整体与全乃是没有任何部分在其外者,而无限者则是总有某物在其外者;因此,“全”与“无限”并不是同一的。因此,每当我们说“在一切方式上可分割”时,我们正是通过这一说法本身表明,我们所说的量度并不是被切分为无限个部分,而是切分为有限个部分,且各部分又再次是在一切方式上可分割的。但是,他说,每当我们说“在一切方式上可分割”时,我们似乎是将“在一切方式上”说成是分割之后没有任何东西保持为不可分割的,而这乃是虚妄的,并且与我们所主张的相反。因为我们说量度是可无限分割的,并且就所取的每一个部分皆能够被切断且这永不穷尽而言,是在这个意义上在一切方式上可分割的。因此,如果它以切断穷尽的方式被分割(即没有任何残余之物能够再被分割),它就将不再是可无限分割的了;因为走向无限者永不穷尽。因此,如果穷尽,就不是〔可〕无限〔分割〕,也不是以被分割的部分总能够再被分割的方式在一切方式上可分割。 “因此,每一个可感觉物体在任何点上都是可分割的且是不可分割的,这并无荒谬之处。”他说“可感觉的”,或者是指自然物体,这并非因为其他物体不是可分割的(因为数学物体也是如此),而是因为论述是关于这一物体的;或者他是将现实存在者称为可感觉的。因为非现实存在者甚至也不是可分割的。而质料按照其自身的本性定义正是如此;因为质料本身也是物体,但不是可感觉物体,而是在潜能上的物体。在他打算简要重述德谟克利特的疑难之后,他首先规定,根据“在一切方式上可分割”的哪种含义不会随之带来任何荒谬,而根据哪种含义则会随之带来德谟克利特所推论出的那些荒谬。他说,将能够在任何部分被分割者(即使尚未被分割)称为在一切方式上可分割,这是真的,并且没有任何荒谬的结论随之而来(因为将现实中不可分割者以此方式称为在一切方式上可分割是可能的;因为既然能够在连续体上的任何地方取点,显而易见在连续体的每个部分中也将会有分割),但是将它称为能够同时在一切方式上被分割意义下的在一切方式上可分割,则是荒谬的。至于这如何荒谬以及为何荒谬,他又通过重述德谟克利特的疑难而加以补充;随后他才引出解决方案,声称德谟克利特陷入了误推,他所反驳的并不是主张量度在一切方式上可分割的论点,而只是按照他自己的设想所理解的“在一切方式上可分割”的某种含义。

语法注3 条
  1. 1.56εἰς ἄπειρα μὲν διαιρετὸν ... ἐπ’ ἄπειρον μέντοι

    此处严格对比了前置词 εἰς + 宾格复数(ἄπειρα)与 ἐπί + 宾格单数(ἄπειρον):前者意指“分割为无限个(部分)”(作为分割终局结果的无限截段),后者意指“进行至无限”(作为永不穷尽的潜在过程)。

  2. 1.56οὐκ ἔστι λίνον λίνῳ συνάπτειν, τὸ ὅλον καὶ πᾶν τῷ ἀπείρῳ

    在谚语式表达“把亚麻接在亚麻上”之后,紧接着以同位语形式置入宾格的 τὸ ὅλον καὶ πᾶν(作为不定词 συνάπτειν 的直接宾语)以及与格的 τῷ ἀπείρῳ,直接说明了该成语所对应的义理内容。

  3. 1.56αἰσθητὸν μὲν εἶπεν ἢ τὸ φυσικόν... ἢ αἰσθητόν φησι τὸ ἐνεργείᾳ ὄν

    此处对亚里士多德文本中的 αἰσθητόν 提出了两种解释:由两个 ἤ 分句引出,分别对应 (1) 区别于数学物体的“自然物体”,以及 (2) 区别于质料的“现实存在之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:35.32-37.12