- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:34.10-35.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于Bekker 316b19,斐洛庞奴斯区分了“物体在一切方式上可分割”的两种含义,即“在任何点上可分割”与“在所有点上同时可分割”,指出在前一种含义下不会导致荒谬。他还通过澄清潜能无限分割是指部分的相继不断取出而非无限截段的同时现实化,从而化解了导致不可分割量度存在的反论。
" Τὸ μὲν οὖν ἅπαν σῶμα αἰσθητὸν εἶναι διαιρετὸν καθ’ ὁτιοῦν σημεῖον καὶ ἀδιαίρετον οὐδὲν ἄτοπον." Προτίθεται μὲν ὡς ἐν βραχεῖ τὴν εἰρημένην διὰ πλειόνων ἀπορίαν ἀναλαβεῖν, ἵνα οὕτως τὰς λύσεις ἐπαγάγῃ. διορίζει δὲ πρῶτον πῶς μὲν τεθέντι τῷ λόγῳ τῷ φάσκοντι τὸ σῶμα πάντῃ διαιρετὸν εἶναι ἕπεται τὰ ἄτοπα τὰ προειρημένα, πῶς δὲ νοηθέντι1 οὐδὲν ἀκολουθεῖ ἄτοπον. καὶ εἰκότως τοῦτο πρῶτον διαρθροῖ, ἵνα δείξας καθ’ ὃ σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ τὸ ἄπορον ἕπεται, κατὰ τοῦτο καὶ τὴν λύσιν ἐπαγάγῃ. ἔστι δέ, ὡς ἐν κεφαλαίῳ συνελόντι φάναι, τὰ διὰ τῆς λέξεως πάσης δηλούμενα τοιαῦτα. δύο ἐστὶ τὰ σημαινόμενα τοῦ πάντῃ διαιρετὸν εἶναι τὸ συνεχὲς φάσκοντος λόγου, ἓν μὲν τὸ καθ’ ὁτιοῦν μόριον αὐτὸ διαιρετὸν εἶναι δηλοῦν, τουτέστιν οὐ κατὰ τουτὶ μὲν τὸ μόριον τὴν τομὴν ἐπιδέχεσθαι δυνατὸν κατ’ ἄλλο δὲ μὴ δυνατόν, ἀλλ’ ἀδιαφόρως πανταχοῦ· οὐδὲν γάρ ἐστιν ἐν τῷ συνεχεῖ ὃ τὴν τομὴν κωλύσει. εἰ γὰρ καὶ κατ’ ἐνέργειαν ἐν τῷδε τῷ μορίῳ πρώτῳ τὴν τομὴν ἐδέξατο, ἡ καθ’ ἕτερον μόριον δυνάμει ἐνυπάρχουσα διαίρεσις καὶ μήπω γεγονυῖα οὐδὲν ἧττον πρὸ τῆς ἤδη γενομένης ἐδύνατο γενέσθαι. καὶ συντόμως φάναι κατὰ τοῦτο τὸ σημαινόμενον πάντῃ διαιρετὸν τὸ σῶμα λέγεται τὸ πάσας τὰς τομὰς οἷόν τε ὂν ἀναδέξασθαι, πάσας δὲ οὕτως ὡς ἐκ πασῶν ἡντιναοῦν, οὐχ ὡς πάσας ἅμα·2 ὡς ἂν εἰ λέγοι τις τὸν ἄνθρωπον πάσης ἐπιστήμης εἶναι δεκτικόν, οὐχ ὅτι πάσας ἅμα κατορθοῖ, ἀλλ’ ὅτι πασῶν ἡντιναοῦν καὶ οὐκ ἀφωρισμένως ταύτην ἢ ταύτην. κατὰ τοῦτο μὲν τὸ σημαινόμενον οὐδέν φησιν ἄτοπον ἀκολουθεῖν, ἐὰν τὸ ἀδιαίρετον ἐνεργείᾳ πάντῃ διαιρετὸν ὑποθώμεθα ὡς καθ’ ὁτιοῦν μόριον τὴν διαίρεσιν ἐπιδέξασθαι δυνάμενον· οὐδὲ γὰρ τῷ τοιούτῳ σημαινομένῳ ἕπεται τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι τὸ μέγεθος. τοῦτο γὰρ τὸ δεύτερόν ἐστι σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ, λέγω δὲ τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι τὸ σῶμα δυνάμει, ὅπερ ἐστὶν ἀδύνατον· οὐ γὰρ οἷόν τέ ἐστιν ἐνεργείᾳ γενέσθαι ἅμα πάντῃ διῃρημένον, ᾧ δὲ κατ’ ἐνέργειαν ὑποτεθέντι ἀδύνατον ἕπεται, τοῦτο οὐδὲ δυνάμει τὴν ἀρχὴν ὑπῆρχεν.3 ὅτι δὲ ἀδύνατον εἶναί τι ἅμα ἐνεργείᾳ πάντῃ διῃρημένον, ἐκεῖθεν δῆλον· εἰ γὰρ ἡ διαίρεσις κατὰ σημεῖον καὶ στιγμὴν γίνεται, οὐκ ἔστι δὲ στιγμὴ στιγμῆς ἐχομένη, ἀλλ’ ἀεὶ δύο σημείων λαμβανομένων μεταξὺ μέγεθός ἐστι, πρόδηλον ὡς ἀδύνατον ἅμα πάντῃ διαιρετὸν εἶναι. κατὰ τοῦτο τοίνυν τὸ σημαινόμενον ἐκλαβὼν τὸ πάντῃ διαιρετὸν ὁ Δημόκριτος, εἰς ἄτοπον ἀπάγει τὸν λόγον, πρὸς τὴν οἰκείαν ὑπόληψιν ἀπορῶν, οὐ τὸ κείμενον ἐξελέγχων. Τούτων οὕτως εἰρημένων ἴσως τις ἀπορήσειε, πῶς ποτέ φαμεν τὸ μέγεθος δυνάμει ἐπ’ ἄπειρον εἶναι διαιρετόν· ἐντεῦθεν γὰρ καὶ τὸ πάντῃ διαιρετὸν εἶναι εἴληπται, ὡς κἀν τοῖς προλαβοῦσιν εἴπομεν. εἰ γὰρ δυνάμει ἐπ’ ἄπειρον διαιρεῖται, δυνατόν ἐστιν αὐτὸ διαιρεθῆναι ἐπ’ ἄπειρον, τὸ δὲ δυνατὸν γενέσθαι, ὑποθέσθαι ἐκβεβηκέναι οὐκ ἀδύνατον. εἰσάξομεν οὖν ἐνεργείᾳ τὸ ἄπειρον, ὅπερ ἄτοπον. οὐκ ἄρα ἐπ’ ἄπειρον πρόεισι τῶν συνεχῶν ἡ τομή, ἀλλὰ στήσεταί που· ἔσται οὖν ἄτομα μεγέθη. ἔστι δὲ ἡ τοῦ ἀπόρου λύσις ῥᾳδία προδιελομένοις ἐκεῖνο, ὅπερ κἀν τῇ Φυσικῇ ἀκροάσει εἴρηται, ὅτι καθάπερ τὴν ἡμέραν ἐνεστηκέναι φαμὲν οὐ τῷ πᾶσαν ἅμα παρεῖναι ἀλλὰ τῷ ἀεὶ μέρος αὐτῆς ἐνεστηκέναι, καὶ τὸν ἀγῶνα δὲ ἐνεργείᾳ παρεῖναί φαμεν οὐ τῷ ἅμα καὶ πάλην καὶ πυγμὴν καὶ στάδιον καὶ ἅλμα καὶ τὰ λοιπὰ ἐπιτελεῖσθαι, ἀλλὰ τῷ μέρος τι αὐτοῦ παρεῖναι ἢ ἅλμα τυχὸν ἢ πάλην ἢ τῶν ἄλλων τι, οὕτω καὶ τὸ μέγεθος ἐπ’ ἄπειρόν φαμεν τέμνεσθαι οὐ τῷ δύνασθαι ἄπειρα τμήματα αὐτοῦ ὑφεστῶτα ἅμα γενέσθαι, ἀλλὰ τῷ λαμβάνεσθαι τῶν ἀπείρων τμημάτων τινὰ καὶ μέρη τοῦ ἀπείρου.4 τὰ μὲν οὖν λαμβανόμενα ἀεὶ τμήματα ἐκ τῆς διαιρέσεως τοῦ συνεχοῦς πεπέρανται, τῷ δὲ τὰ ληφθέντα πάλιν δύνασθαι τέμνεσθαι ἐπ’ ἄπειρον λέγεται γίνεσθαι ἡ διαίρεσις, διὰ τὸ μὴ ἐπιλείπειν τὴν διαίρεσιν μηδὲ εἶναί τι μόριον ληφθὲν ὅπερ οὐ δυνατόν ἐστι τὴν τομὴν ἐπιδέξασθαι.
“因此,每一个可感觉物体在任何点上都是可分割的且是不可分割的,这并无荒谬之处。” 他打算简短地重述那被更详细阐述的疑难,以便以此方式引出诸种解决方案。他首先规定,主张物体在一切方式上可分割的论点以何种方式被设定时,前述的荒谬结论随之而来,而以何种方式被理解时,则没有任何荒谬结论随之产生。他首先分节阐明这一点是合情合理的,以便在指明根据“在一切方式上可分割”的哪种含义会导致疑难之后,能够相应地引出解决方案。概括而言,整段文句所表明的意思如下。主张连续体在一切方式上可分割的论点有两种含义:其一是表明它在任何部分都是可分割的,这就是说,并非能够在此部分接受切断而不能在彼部分接受,而是在一切地方均无差别皆可;因为连续体中没有任何东西会阻碍切断。因为即使它在现实中首先在此部分接受了切断,潜能地内在存在于另一部分且尚未发生的分割,也完全可以在已经发生的分割之前发生。简而言之,按照这一含义,物体被称为在一切方式上可分割,是指它能够接受一切切断,然而说“一切”是指从一切之中接受任何一种切断,而不是指同时接受一切;正如有人若说人能够接受一切科学知识,并非因为他同时成就一切,而是因为他能够成就一切之中的任何一种,并非限定为这门或那门。他说,按照这一含义,如果我们把在现实中不可分割者假定为在一切方式上可分割(指能够在任何部分接受分割),并不会随之带来任何荒谬;因为对于这种含义而言,并不随之蕴涵量度是“同时”在一切方式上可分割的。因为这乃是“在一切方式上可分割”的第二种含义,我指物体在潜能上是“同时”在一切方式上可分割的,而这是不可能的;因为它不可能在现实中变成同时在一切方式上被分割的状态,而凡是在现实中被假定便导致不可能者,从根本上讲原本就不是潜能存在的。至于任何事物都不可能在现实中同时在一切方式上被分割,从下述情况即可明了:因为如果分割是依点和标记而发生的,而点与点并不相接,相反,每当取两个点时,它们之间总有量度,那么显而易见,不可能同时在一切方式上可分割。因此,德谟克利特按照这一含义理解了“在一切方式上可分割”,从而将论点导向了荒谬,他只是针对他自己的设想提出了疑难,而不是论驳了原初的主张。 在这样讲过之后,或许有人会产生疑难:我们究竟如何能说量度在潜能上是可无限分割的?因为正如我们在前文中所说,“在一切方式上可分割”正是由此得来的。因为如果在潜能上可无限分割,它被无限分割就是可能的,而对于可能发生之事,假定它已经落实并非不可能。于是我们将引入现实的无限,而这乃是荒谬的。因此,连续体的切断不会走向无限,而会在某处停止;因此将存在不可分割的量度。但对于预先分清了在《物理学》中也讲过的那一点的人来说,这一疑难的解决是容易的:正如我们说一天已经到来,并不是指它整个同时在场,而是指它的一部分总是在场;我们说竞技会现实地在场,并不是指摔跤、拳击、短跑、跳远及其他项目同时被举行,而是指它的某个部分在场,比如恰好是跳远,或是摔跤,或是其他项目之一;同样,我们说量度被切断至无限,也并不是指它的无限个截段能够同时并存,而是指从无限的截段中取出了某些,即取出了无限者的诸部分。因此,从连续体的分割中每次取出的截段总是有限的,但由于被取出的部分又能够被切断,分割便被称为进行至无限,因为分割既不穷尽,也没有任何被取出的部分是不能接受切断的。
- 1.56πῶς μὲν τεθέντι τῷ λόγῳ ... πῶς δὲ νοηθέντι
与格分词 τεθέντι 与 νοηθέντι 修饰 τῷ λόγῳ,与疑问副词 πῶς 连用,具有条件意味:“该论点以何种方式被设定时……,以何种方式被理解时……”。
- 1.56πάσας δὲ οὕτως ὡς ἐκ πασῶν ἡντιναοῦν, οὐχ ὡς πάσας ἅμα
承接前句的 πάσας τὰς τομὰς,宾格 πάσας 再次出现,通过 οὕτως ὡς ... οὐχ ὡς ... 结构,明确对比了分配性含义(ἐκ πασῶν ἡντιναοῦν,“一切之中的任何一种”)与集合/同时性含义(πάσας ἅμα,“同时一切”)。
- 1.56ᾧ δὲ κατ’ ἐνέργειαν ὑποτεθέντι ἀδύνατον ἕπεται, τοῦτο οὐδὲ δυνάμει τὴν ἀρχὴν ὑπῆρχεν
与格关系代词 ᾧ 与被动分词 ὑποτεθέντι 构成与格分词结构(“凡在现实中被假定时”),起条件从句的作用。主句主语由中性代词 τοῦτο 承接。
- 1.56τῷ λαμβάνεσθαι τῶν ἀπείρων τμημάτων τινὰ καὶ μέρη τοῦ ἀπείρου
带冠词的与格不定词 τῷ λαμβάνεσθαι 表示原因(“由于取出了……中的某些”)。不定词的逻辑主语是不定代词 τινά(由部分属格 τῶν ἀπείρων τμημάτων 修饰),而 καὶ μέρη τοῦ ἀπείρου 是 τινά 的同位语补充说明。
