- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:32.17-34.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过分割与重组木料的譬喻,菲洛波诺斯重申了量度完全分割为点将导致不可分物体的存在,论述了质料与性质不可分离,并指出亚里士多德在《论天》等处驳斥了不可分量度之后,此处的重点在于解决德谟克利特的疑难。
" Ἔτι ἐὰν διελὼν συνθῶ τὸ ξύλον." Ἔτι κατασκευάζει ταῦτα οἷς ἐχρήσατο ἀνωτέρω, τὸ ‘εἰς ἃ διαιρεῖται τὸ μέγεθος, ἐκ τούτων συντιθεμένων γίνεται’· ἔλαβε γὰρ ἀνωτέρω ὅτι εἴπερ εἰς στιγμὰς γίνοιτο ἡ διαίρεσις τῶν σωμάτων, ταύτας πάλιν συντιθεμένας ποιεῖν τὸ μέγεθος. ὅτι οὖν τοῦτο οὕτως ἔχειν ἀνάγκη, παρίστησι καὶ δι’ ὑποδείγματος. ὥσπερ γὰρ ἐὰν λαβὼν ξύλον ἤ τι ἄλλο μέγεθος διέλω κατά τι μέρος ἔπειτα συνθῶ, ἴσον γίνεται τῷ πρόσθεν τὸ ἐκ τῆς τῶν διῃρημένων συνθέσεως γενόμενον, οὕτως κἂν πάντῃ διέλω τὸ ξύλον (ἔχει γὰρ οὕτως ὡς δύνασθαι πάντῃ διαιρεῖσθαι) ὡς μηδὲν ἕτερον εἶναι ἢ στιγμάς (διαίρεσιν γὰρ καλεῖ τὰς στιγμάς, καθ’ ἃς γέγονεν ἡ διαίρεσις καὶ ἡ τομή), δεήσει ὥσπερ ἐπὶ τῆς προτέρας τομῆς τὰ μέρη εἰς ἃ διῃρέθη συντεθέντα ἴσον πεποίηκε τῷ ἐξ ἀρχῆς, οὕτως κἂν πάντῃ διέλω ὡς μηδὲν ἄλλο καταλιπεῖν ἢ στιγμάς, ἀνάγκη τὰς στιγμὰς συντεθείσας ποιεῖν ἴσον τῷ ἐξ ἀρχῆς τῷ διαιρετῷ μεγέθει τὸ ἐξ αὐτῶν συντεθέν.1 τοῦτο δὲ ἀδύνατον δέδεικται· οὐδὲ γὰρ ἄπειρα ἀμερῆ συντιθέμενα τὸ τυχὸν μέγεθος ποιῆσαι δύνανται. οὐκ ἄρα εἰς σημεῖα ἐνδέχεται τὰ μεγέθη διῃρῆσθαι. εἰ δὲ τοῦτο, οὐ πάντῃ εἰσὶ τὰ μεγέθη διαιρετά· τούτῳ γὰρ εἵπετο τὸ εἰς σημεῖα αὐτὰ διῃρῆσθαι. εἰ δὲ μὴ πάντῃ διαιρετά, ἔστιν ἄρα σώματα ἀδιαίρετα.
“此外,若我分割后又组合起这块木料。” 他进一步确证了他在上面所使用的前提,即“量度是由它所被分割入的那些东西组合而生成的”;因为他在上面曾假定,如果物体的分割归于诸点,这些点再次组合起来就会产生量度。因此,为了表明这一点必然如此,他还通过一个例子予以阐明。因为正如我若取一块木料或任何其他量度,在某个部分加以分割然后组合起来,由被分割部分的组合所生成的事物与先前的事物相等,同样,即使我以一切方式分割这块木料(因为它处于能够被以一切方式分割的状态),以致除了诸点之外别无他物(因为他把分割和切断据以发生的诸点称为“分割”),正如在先前的切断中,被分割入的诸部分组合起来造就了与最初之物相等者那样,即使我以一切方式分割以致除了诸点不留下任何东西,那些点在组合起来时也必然使由它们组合而成之物与最初的可分割量度相等。但这已经被证明是不可能的;因为即便是无数个无部分者组合起来,也不能产生任何量度。因此,量度不可能已经被分割为诸点。如果这样,量度就并非在一切方式上都是可分割的;因为被分割为诸点本是随这一点而来的。而如果不是在一切方式上都可分割,那么就存在不可分割的物体。
"Πάντῃ ἄρα διῄρηται δυνάμει." Διὰ περίνοιαν συντόμως πέφρασται. φησὶ δὲ τοῦτο ὅτι εἰ δυνάμει τὸ μέγεθος πάντῃ ἐστὶ διαιρετόν, καὶ διῃρήσθω μὲν ἐνεργείᾳ· οὐ γὰρ ἀδύνατος ἡ ὑπόθεσις, καθὼς προείρηται καὶ ὅτι τὸ δυνατὸν καὶ εἰς ἐνέργειαν ἐκβαίη ποτέ. τούτου δὲ δοθέντος ἕπεται τὸ εἰρημένον ἄτοπον, τὸ ἐκ σημείων τὰ μεγέθη συγκεῖσθαι.
“因此它在潜能上已在一切方式上被分割了。” 由于思想致密,这句话被简短地表述出来。而他的意思是:如果量度在潜能上是在一切方式上都可分割的,那么就让它在现实中也已经被分割;因为正如先前所言,且因为可能者在某个时候也可能落实为现实,这一假定并非不可能。而一旦赋予了这一点,所述的荒谬结论便随之而来,即量度由点构成。
"Εἰ γὰρ καὶ ἔστι τι πάθος." Πάλιν τὸ προειρημένον ἀναλαμβάνει. εἰ γάρ, φησίν, ἔστι τι πάθος ἐν τῷ συνεχεῖ, ἀλλὰ πῶς, φησί, διαλύεται εἰς ταῦτα τὸ μέγεθος, εἰς πάθος φημὶ καὶ στιγμάς; καὶ πῶς ἐκ τούτων συντίθεται; πῶς δὲ δυνατὸν χωρισθῆναι ταῦτα ἐξ ἀλλήλων, ὡς ἐκτὸς τοῦ πάθους ὑφίστασθαι τὰς στιγμάς; κἂν γὰρ ὕλης λόγον πρὸς τὸ πάθος ἐπέχωσι, καὶ τοῦτο αὐταῖς εἴη τὸ εἶναι, ὡς ἡ ὑπόθεσις βούλεται ἡ ἐκ στιγμῶν καὶ παθῶν τὰ μεγέθη ὑποτιθεμένη, ἀλλ’ οὖν [ὅτι] ἡ ὕλη καθὸ ὕλη ἐστὶ πρός τι οὖσα χωρὶς τοῦ εἴδους οὗ ἐστιν ὕλη εἶναι οὐ δύναται,2 ὡς ἔμπροσθεν εἴπομεν· ὥστε ἀδύνατον τὰς στιγμὰς καθ’ αὑτὰς χωρὶς εἴδους εἶναι.
“因为即使存在某种性质。” 他又重新检视先前所说的话。因为他说,即便在连续体中存在某种性质,但他问道,量度又怎能分解为这些,我是说分解为性质和诸点呢?又怎能由这些组合而成呢?而这些又怎能彼此分离,以至于诸点在性质之外自存呢?因为即使它们对性质保有质料的界说,且正如那设定量度由诸点和诸性质构成的假说所期望的那样,这就是诸点的存在,但无论如何,正如我们先前所说,质料就其为质料而言作为相关者,脱离了它作为其质料的形式就不能存在;因此,诸点脱离形式而自身独立存在是不可能的。
"Ἀλλὰ μὴν καὶ ταῦτα θεμένοις οὐχ ἧττον συμβαίνει ἀδύνατα·3 ἔσκεπται δὲ περὶ αὐτῶν ἐν ἑτέροις. Περὶ τοῦ πολλὰ ἕπεσθαι ἄτοπα τῇ ὑποθέσει τῇ ὑποτιθεμένῃ ἄτομα μεγέθη εἴρηται μὲν κἀν τῷ τρίτῳ βιβλίῳ τῆς Περὶ οὐρανοῦ, εἴρηκε δὲ κἀν τῷ Ζ τῆς Φυσικῆς ἀκροάσεως, ἀλλὰ μὴν κἀν τῷ ἐπιγραφομένῳ Περὶ ἀτόμων γραμμῶν, ὅ τινες εἰς Θεόφραστον ἀναφέρουσι. νῦν δέ, φησί, τὰς ἀπορίας Δημοκρίτου λυτέον, δι’ ὧν τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομὴν ἀναιρεῖ. σημειωτέον οὖν ὅτι νῦν οὐ πρόκειται αὐτῷ προηγουμένως δεῖξαι μὴ εἶναι ἄτομα μεγέθη (ἐν γὰρ τοῖς εἰρημένοις βιβλίοις αὐτὸ καθ’ αὑτὸ τὸ δόγμα τοῦτο ὡς ἀδύνατον ἤλεγξεν), ἀλλὰ λῦσαι τοὺς εἰσάγοντας τὰ ἄτομα μεγέθη λόγους. ἀναλαμβάνει οὖν τὸν τοῦ Δημοκρίτου λόγον ἐν συντόμῳ καὶ διαρθροῖ μᾶλλον, καὶ οὕτως τὸν ἔλεγχον ἐπιφέρει.
“然而对于假定这些的人来说,所导致的同样是不可能的事情;关于它们在别处已有考察。” 关于假定不可分割量度的假说会随之带来诸多荒谬,这一点在《论天》第三卷中已经讲过,他在《物理学》第六卷中也讲过,此外在题为《论不可分割线》的著作中也讲过,有人将该书归于泰奥弗拉斯托斯。他说,但现在必须解决德谟克利特的疑难,他正是通过这些疑难取消了量度至无限的切断。因此应当注意,现在他的主要目的并非展示不存在不可分割的量度(因为在上述诸书中,他已经将这一学说本身作为不可能者予以论驳),而是解决那些引入不可分割量度的论据。因此他简要地重述德谟克利特的论据并加以更充分的阐发,从而施加反驳。
- 1.52ἀνάγκη τὰς στιγμὰς συντεθείσας ποιεῖν ἴσον τῷ ἐξ ἀρχῆς τῷ διαιρετῷ μεγέθει τὸ ἐξ αὐτῶν συντεθέν
非人称结构 ἀνάγκη [ἐστί] 所引出不定式小句的句法结构。逻辑主语是宾格的 τὰς στιγμὰς συντεθείσας(组合起来的诸点),不定式 ποιεῖν 的直接宾语是 τὸ ἐξ αὐτῶν συντεθέν(由它们组合而成之物),而 ἴσον τῷ ἐξ ἀρχῆς τῷ διαιρετῷ μεγέθει 则作为谓词性宾格短语修饰补足该宾语。
- 1.54ἀλλ’ οὖν [ὅτι] ἡ ὕλη καθὸ ὕλη ἐστὶ πρός τι οὖσα χωρὶς τοῦ εἴδους οὗ ἐστιν ὕλη εἶναι οὐ δύναται
紧接由 κἂν γὰρ... 引出的让步从句(“因为即使诸点保有质料的界说……”)之后的主句。底本带括号的 [ὅτι] 在 ἀλλ’ οὖν 之后在句法上属于冗余(或为间接引语标记的赘生),主干为 ἀλλ’ οὖν ἡ ὕλη... εἶναι οὐ δύναται(“但无论如何,质料……不能存在”)。关系代词属格 οὗ 依存于 ὕλη(“它作为其质料的形式”)。
- 1.55ἀλλὰ μὴν καὶ ταῦτα θεμένοις οὐχ ἧττον συμβαίνει ἀδύνατα
亚里士多德引文(lemma)的句法:与格分词 θεμένοις(“对设定……的人来说”)是由非人称动词 συμβαίνει 所支配的关涉与格,动词的语法主语是中性复数主格 ἀδύνατα(“不可能的事情”)。指示代词 ταῦτα(“这些”,即不可分量度)是分词 θεμένοις 的直接宾语。
