← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§30.23-32.16

批判由点与形式构成量度及接触的定义

约安尼斯·斐洛庞诺斯批驳了量度由诸点与可分离或不可分离的形式构成的假说,指出了孤立的点无法被赋予场所、运动或静止的不可能状态,并借助接触的定义反驳了物体分解为点以及点组合成量度的可能性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.49

" Εἰ δὲ μὴ σῶμα ἀλλ’ εἶδος οὐ χωριστόν." Ἢ χωριστόν· γράφεται γὰρ ἑκάτερον. καὶ σημαίνει τὸ μὲν οὐ χωριστὸν τὸ μὴ δυνάμενον αὐτὸ καθ’ αὑτὸ ὑποστῆναι χωρὶς ὑποκειμένου, ἀλλ’ ἀεὶ ἐν τῷ συνθέτῳ ὄν, ὡς πάντα τὰ ἔνυλα εἴδη· εἰ δὲ χωριστὸν εἴη γεγραμμένον, σημαίνοι ἄν τὸ πεφυκὸς καὶ δυνάμενον χωρισθῆναι τοῦ ὑποκειμένου φθαρέντος.1 καὶ ἔστι ταὐτὸ τῇ δυνάμει ἑκάτερον καὶ ἐπὶ τοῦ αὐτοῦ λεγόμενον. διαφέρει δὲ ἡ ἐπιχείρησις αὕτη τῶν πρὸ αὐτῆς, ὅτι ἄνω μὲν τὸ μέγεθος ἐλάμβανε καὶ διαιρῶν ηὕρισκε στιγμὰς καταλειπομένας, ἐξ ὧν οὐκ ἦν δυνατὸν συντεθεισῶν μέγεθός τι γενέσθαι, ἐνταῦθα δέ φησιν εἰ ὑπόθοιτό τις μέγεθος μὴ ἐκ μεγεθῶν συγκεῖσθαι ἀλλ’ ἐκ στιγμῶν εἶδός τι καὶ πάθος προσλαβουσῶν ἐν τῇ συνθέσει καὶ ποιουσῶν οὕτως τὸ μέγεθος, ὅπερ εἶδος ἢ πάθος ἐν τῇ διαιρέσει χωρίζεται ὡς καταλιμπάνεσθαι τὰς στιγμάς, τὰ αὐτὰ ἄτοπα ἕψεται, τὸ ἐκ μὴ μεγεθῶν ποιεῖν τι μέγεθος. εἰ δέ τις ἀπορεῖ πῶς τοῦτο ὡς ἄτοπον συνάγει,2 τὸ ποιεῖν ἐκ μὴ μεγέθους μέγεθος (καὶ γὰρ καὶ οἱ τὴν πρώτην ὕλην λέγοντες προσλαβοῦσαν τὸ εἶδος ἀποτελεῖν τὸ σῶμα, ἐκ μὴ σωμάτων σῶμα γεννῶσι), γινωσκέτω ὁ τοιοῦτος ὅτι εἰ καί φαμεν ἐξ ὕλης καὶ εἴδους συγκεῖσθαι τὰ σώματα, οὐκ ἐκ προϋπαρχούσης τῆς ὕλης καθ’ αὑτήν φαμεν γίνεσθαι τὸ σῶμα. λόγῳ γὰρ μόνῳ χωρίζοντες τοῦ εἴδους αὐτὴν καθ’ αὑτὴν θεωροῦμεν, μηδέποτε αὐτὴν καθ’ αὑτὴν δυναμένην ὑποστῆναι· ἀεὶ γὰρ τοῦ τοιοῦδε σώματος εἰς τὸ τοιόνδε μεταβάλλοντος γίνεται ἡ γένεσις καὶ ἡ φθορὰ τῶν σωμάτων, καὶ ὅλως τῶν πρός τι ἡ ὕλη καὶ τὸ εἶδος καὶ οὐδέτερον χωρὶς ἑτέρου εἶναι δύναται. οἱ δὲ ἐκ τῆς διαιρέσεως ὑπολιμπάνεσθαι φάσκοντες τὰς στιγμὰς τοῦ εἴδους χωρισθέντος, καὶ ἐξ ἀμεγεθῶν ἐνεργείᾳ προυπαρχόντων ἀμεγεθῶν γεννῶσι τὸ μέγεθος καὶ εἰς ἀμεγέθη ἐνεργείᾳ ὑφεστῶτα αὐτὰ καθ’ αὑτὰ ἀναλύουσι τὸ μέγεθος, ὅπερ ἐστὶν ἄτοπον. καὶ ἄλλως εἰ καὶ ἀσώματος τῷ ἰδίῳ λόγῳ ἡ ὕλη, ἀλλὰ πάντῃ οὖσα ἀνείδεος δυνάμει ἐστὶ σῶμα, τὰ δὲ σημεῖα οὐκ ἔστιν ἀνείδεα οὐδὲ δυνάμει μεγέθη, οὐδὲ ὑποκείμενον ἑτέρῳ εἶναι δύναται αὐτὰ δεόμενα ἑτέρου εἰς ὕπαρξιν· ἐν γραμμῇ γὰρ τὸ εἶναι ἔχουσιν αὐτὰ καθ’ αὑτὰ ὕπαρξιν οὐκ ἔχοντα. πῶς οὖν ἐν τούτοις τὸ μέγεθος ὑπάρξαι δυνήσεται;

“而如果它不是物体,而是不可分离的形式。” 或者“可分离的”;因为两种写法都有记载。其中“不可分离的”意味着不能脱离底层主体而自身独立自存,而是正如所有质料形式那样始终存在于复合体之中;而如果写的是“可分离的”,它将意味着在本性上能够在底层主体毁灭时与其相分离。两者在效力上相同,并且是就同一事物而言的。这一论证与先前的论证不同之处在于:在上面,他设定了量度,并在分割它时发现遗留下诸点,由这些点组合起来不可能产生出任何量度;而在这里他说,如果有人假定,量度不是由量度构成的,而是由诸点在组合中附加了某种形式和性质、并以此生成量度所构成的,而该形式或性质在分割中被分离出来以致留下诸点,那么同样的荒谬结论将会随之而来,即从非量度生成某种量度。如果有人疑惑他何以将从非量度生成量度推断为荒谬(因为那些主张原始质料附加了形式而生成物体的人,也是从非物体中产生物体的),那么这样的人应当知道:即使我们说物体由质料与形式构成,我们也不曾说物体是由自身预先存在的质料所生成的。因为我们仅仅是在理性中把它与形式分离开来从而就其自身加以观照,它绝不可能自身独立自存;因为正是通过这样一种物体转变为那样一种物体,物体的生成与毁灭才始终发生,并且总括而言,质料与形式属于相互关联者,两者脱离对方均不能存在。相反,那些声称通过分割在形式被分离后遗留下诸点的人,不仅是从在现实中预先存在的非量度中产生出量度,而且还将量度分解为在现实中自身独立自存的非量度,这正是荒谬的。此外,即便质料依其自身界说而言是非物体的,但它完全无形式,因而潜能上是物体;然而点既非无形式,在潜能上亦非量度,而且由于它们自身需要别物以获得实存,它们也不能成为别物的底层主体;因为它们在线中拥有存在,自身并不拥有独立实存。那么,量度又怎能存在于这些点之中呢?

§1.50

"Ἔτι ΔΕ ΠΟΥ ἔσονται καὶ ἀκίνητοι ἢ κινούμεναι." Ὁ λόγος οὗτος δύναται καὶ ἐρωτηματικῶς καὶ ἀποφαντικῶς προφέρεσθαι,3 ἐρωτηματικῶς μὲν οὕτως· ποῖον γὰρ ἀφορίσεις τόπον ἢ ποίαν κίνησιν ταῖς στιγμαῖς; οὔτε γὰρ τὸν ἄνω (οὐ γὰρ πῦρ εἰσιν ἢ ἀήρ) οὔτε τὸν κάτω, ὅτι οὐχ ὕδωρ οὐδὲ γῆ. οὕτως δὲ οὐδὲ κίνησιν ἢ ἀκινησίαν αὐταῖς ἀφορίσεις· ἀκίνητοι μὲν γὰρ οὖσαι οὐκ ἂν συνέλθοιεν διῃρημέναι εἰς τὸ ποιῆσαι γένεσιν, κινουμένας δὲ εἴπερ ὑποθώμεθα, πρῶτον μὲν ἄτοπον κινούμενόν τι μὴ εἶναι σῶμα, ἔπειτα δὲ ποίαν κίνησιν ἀφωρισμένην ἕξουσιν; ὁ αὐτὸς γὰρ λόγος τῷ περὶ τόπου. εἰ δὲ ἀποφαντικῶς ἀκούοις τοῦ λόγου, ἐρεῖς ὅτι ἀνάγκη αὐτάς που εἶναι· εἰ γὰρ μὴ καθέξουσι τόπον ἐκ σώματος ἀναλυθέντος γενόμεναι, ἔσται κενὸν ὃ ἐπεῖχε τὸ σῶμα τὸ εἰς αὐτὰς διαλυθέν. ἀλλὰ καὶ τοῦτο πάλιν ἀδύνατον· πῶς γὰρ αἱ ἀσώματοι καὶ ἀδιάστατοι παντελῶς τοπικὸν καθέξουσι διάστημα;

“此外,它们想必是在某处,且或为不动的或为运动的。” 这句话既可以作为疑问句也可以作为断言句来表达。作为疑问句时如下:即你将给诸点规定何种场所或何种运动呢?因为既不是上方的场所(因为它们既非火亦非气),也不是下方的场所(因为它们既非水亦非土)。这样,你既不能为它们规定运动也不能规定静止;因为如果它们是不动的,被分割开后就无法合拢以造成生成;而如果我们假定它们在运动,首先,运动之物不是物体乃是荒谬的,其次,它们又将具有何种被规定的运动呢?因为这与关于场所的论据是相同的。但如果你将这句话理解为断言,你将说它们必然在某处;因为如果它们由于从物体分解而生成却不占据场所,那么分解为它们的原物体所占据的空间将成为虚空。但这同样是不可能的;因为完全非物体且毫无延展之物又怎能占据场所性的间隔呢?

§1.51

"Ἁφή τε ἀεὶ μία δυοῖν τινων." Πᾶσα μὲν ἁφὴ πέρας, οὐ πᾶν δὲ πέρας ἤδη καὶ ἁφή. εἴτε οὖν πέρατα καλεῖς τὰ σημεῖα καὶ τὰς στιγμάς, ἀδύνατον πέρας εἶναι μὴ ὄντος τοῦ περατουμένου· εἴτε ἁφάς, ἁπτομένων ἔσονται ἁφαί. ὅτι δὲ ἕτερα τὰ ἁπτόμενα παρὰ τὴν ἁφὴν ἢ τὴν στιγμὴν ἢ τὴν διαίρεσιν (ταὐτὸν γὰρ πάντα σημαίνει), δηλοῖ τὸ μίαν μὲν εἶναι τὴν ἁφήν, δύο δὲ τὰ ἁπτόμενα. δυνατὸν μὲν οὖν οὕτως ἀκούειν τοῦ λόγου, δηλοῦντος ὅτι ἀδύνατον εἰς στιγμὰς διαλυθῆναι τὸ σῶμα. δυνατὸν δὲ καὶ πρὸς τὸ μὴ δύνασθαι τὰς στιγμὰς συντεθείσας ποιεῖν μέγεθος ἀκούειν τοῦ λόγου· πῶς γὰρ ὅλως συντίθενται μὴ δυνάμεναι ἀλλήλων ἅπτεσθαι; τὰ γὰρ ἁπτόμενα κατά τι μέρος αὐτῶν ἅπτεται ὡς εἶναί τινα αὐτῶν παρὰ τὴν ἁφήν,4 τὰς δὲ στιγμὰς οὐ δυνατὸν κατά τι ἀλλήλων ἅπτεσθαι.

“而且接触始终是属于某两个事物的一者。” 一切接触都是极限,但并非一切极限都已经是接触。因此,如果你把点与标示称为极限,在被限定者不存在时极限是不可能存在的;或者如果你把它们称为接触,它们将是相互接触者之间的接触。而相互接触者不同于接触、点或分割(因为它们都表示同一事物),这一点由接触是一而相互接触者是二所表明。因此,固然可以这样来理解这句话,即它表明物体不可能分解为诸点;但也可以将这句话理解为针对诸点组合起来无法造就量度;因为如果它们根本不能彼此接触,它们又怎能组合起来呢?因为相互接触者是在其自身的某个部分上相接触,以致它们的某些部分处于接触之外,而诸点在某个部分上彼此相接触则是不可能的。

语法注4 条
  1. 1.49τοῦ ὑποκειμένου φθαρέντος

    属格短语 τοῦ ὑποκειμένου 由动词 χωρισθῆναι 支配,作分离属格,过去时分词 φθαρέντος 与之保持性数格一致(意为“在底层主体毁灭时与其相分离”)。在语法上亦可将其视为独立属格(“在底层主体毁灭时”),但由于 χωρισθῆναι 在语义上要求一个分离的起点,因而将整个属格短语视作由该动词支配更为自然。

  2. 1.49εἰ δέ τις ἀπορεῖ πῶς τοῦτο ὡς ἄτοπον συνάγει

    该条件从句从属于主句的祈使句 γινωσκέτω ὁ τοιοῦτος ὅτι...。在 πῶς 引导的宾语从句中,代词 τοῦτο 先行指涉其后的同格冠词不定式短语 τὸ ποιεῖν ἐκ μὴ μεγέθους μέγεθος(“从非量度生成量度”),随后插入了一个由 καὶ γὰρ καὶ 引导的解释性小句,之后才接回主句动词。

  3. 1.50Ὁ λόγος οὗτος δύναται καὶ ἐρωτηματικῶς καὶ ἀποφαντικῶς προφέρεσθαι

    斐洛庞诺斯在此直接指出了亚里士多德在 ¦316b5¦ 处原文句子的句法性质。该句既可标点并读作疑问句(ἐρωτηματικῶς:“它们将会在何处、且是不动还是运动的呢?”),亦可读作断言句(ἀποφαντικῶς:“它们想必会在某处,且或为不动或为运动”),指出了原文在句法语调上的两种可能解释。

  4. 1.51ὡς εἶναί τινα αὐτῶν παρὰ τὴν ἁφήν

    连词 ὡς 带不定式 εἶναι 构成结果从句(相当于 ὥστε)。介词 παρά 接宾格 τὴν ἁφήν 表示“在……之外”,τινα αὐτῶν 指“它们[相互接触者]的某些部分”。此结构说明相互接触的物体是在某一部分接触,从而其另一些部分留在接触面之外。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:30.23-32.16