← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§310.25-312.28

圆周运动中生成的必然性与天体循环

斐洛波诺斯注解了亚里士多德关于端托必然性在有限直线上亦不能成立、永恒且必然的生成仅属于圆周运动的论证,并阐明了天球与太阳在黄道上的运动如何决定了季节及万物生成的圆周永恒性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.166

" Ὅταν γὰρ γένηται, εἰ μὴ ἀεὶ τοῦτο ἀνάγκη γενέσθαι." Δείξας ὅτι ἐπ’ ἀπείρου εὐθείας ἀδύνατον τὸ ἁπλῶς ἀναγκαῖον ὑποθέσθαι, νῦν δείκνυσιν ὅτι οὐδὲ ἐπὶ πεπερασμένης δυνατόν. εἰ γὰρ τὸ ἐξ ἀνάγκης γινόμενον τοῦτό ἐστιν ὃ ἀεὶ γίνεσθαι ἀνάγκη, τὸ δὲ ἐπ’ εὐθείας πεπερασμένης γινόμενον οὐκ ἀεὶ γίνεται, συμβήσεται, φησίν, ἀεὶ γίνεσθαι τὸ ἐνδεχόμενον μὴ ἀεὶ εἶναι, ὅπερ ἄτοπον.

“因为当[某物]已经生成时,如果这物生成不是总是必然的。” 在证明了在无限直线上假定单纯必然者是不可能的之后,他现在证明在有限直线上也是不可能的。因为如果出于必然生成之物是这个必须总是生成之物,而在有限直线上生成之物并不是总是生成的,那么他说,结果就会是可能并非总是存在之物变成了总是生成的,这是荒谬的。

§2.167

"Τὸ γὰρ ἐξ ἀνάγκης καὶ ἀεὶ ἅμα." Τουτέστι τὸ ἐξ ἀνάγκης γινόμενον τῷ ἀεὶ γινομένῳ ταὐτόν· τὸ γὰρ ἅμα τὸ ταὐτὸν σημαίνει.1 ἐπεὶ οὖν τὸ ἐπὶ πεπερασμένης εὐθείας γινόμενον οὐκ ἀεί ἐστιν (ἔχει γὰρ πέρας ἐφ’ οὗ οὐκέτι ἐστίν), εἴ τις φαίη ἐπὶ ταύτης τὸ ἐξ ἀνάγκης, ὅπερ ταὐτόν ἐστι τῷ ἀεί, τῷ προειρημένῳ ἀτόπῳ περιπεσεῖται· φήσει γὰρ ἀεὶ εἶναι τὸ ἐνδεχόμενον μὴ εἶναι. εἰ οὖν ἐξ ἀνάγκης ἡ γένεσις, καὶ ἀεὶ ἔσται· εἰ δὲ ἀεί, ἀδύνατον αὐτὴν ἐπ’ εὐθείας εἶναι.

“因为出于必然者与总是存在者是一并俱存的。” 这就是说,出于必然生成之物与总是生成之物是同一的;因为“一并”意味着“同一”。因此,既然在有限直线上生成之物不是总是存在的(因为它有一个限界,在此限界之上它就不复存在了),如果有人说在这条线上存在出于必然者——这与“总是存在”是同一的——那么他将陷入前述的荒谬之中;因为他将等于说可能并非存在之物是总是存在的。因此,如果生成是出于必然的,它也将是总是存在的;而如果它是总是存在的,它在直线上就是不可能的。

§2.168

"Εἰ ἄρα τινὸς ἐξ ἀνάγκης ἁπλῶς ἡ γένεσις, ἀνακυκλεῖν ἀνάγκη καὶ ἀνακάμπτειν." Νῦν ἀνακεφαλαιούμενος ἐν βραχεῖ τὰ προειρημένα ἐπάγει τὸ συμπέρασμα. ἐπειδὴ γάρ, φησίν, ἀνάγκη ἤτοι πέρας ἔχειν τὴν γένεσιν ἢ μὴ ἔχειν, οὐκ ἔχει δέ (πῶς γὰρ ἂν εἴη ἀΐδιος πέρας ἔχουσα;), ἤτοι ἐπ’ εὐθείας ἔσται ἢ κατὰ κύκλον· ἀλλ’ ἐπὶ μὲν τῆς εὐθείας ἐδείχθη ἀδύνατον (οὔτε γὰρ ἐπ’ ἀπείρου οὔτε ἐπὶ πεπερασμένης δυνατὸν συστῆναι τὸ ἐξ ἀνάγκης, διὰ τὸ μὴ εἶναι τὸ πρῶτον καὶ ὕστερον· οὔτε γὰρ ἐπὶ τῶν γεγονότων οὔτε ἐπὶ τῶν ἐσομένων· ἐν ἑκατέρῳ γὰρ δι’ ἀπείρου γενέσθαι τὴν κίνησιν ἀνάγκη)· λείπεται ἄρα τῇ κατὰ κύκλον κινήσει μόνῃ ὑπάρχειν τὴν ἀναγκαίαν γένεσιν καὶ ἀΐδιον.

“因此,如果某物的生成是单纯出于必然的,就必然作圆周旋转并折返。” 现在他简短地概括前述诸点,引出结论。因为他说,既然生成必然要么具有限度要么不具有限度,而它并不具有限度(因为如果具有限度,它又怎能是永恒的呢?),那么它要么在直线上,要么依圆周;但在直线上已被证明是不可能的(因为出于必然者无论在无限直线上还是在有限直线上都不可能确立,这是由于不存在第一者和后继者;因为无论在已生成的事物中还是在将要存在的事物中都不存在;因为在这两种情况下运动都必然经过无限而发生);因此剩下的就是,必然且永恒的生成仅属于依圆周的运动。

§2.169

"Ἀνάγκη δὲ εἶναι ἀρχήν, μήτε πεπερασμένης οὔσης,2 καὶ ἀΐδιον εἶναι." Ἡ ἀναγκαία γένεσις, φησί, καὶ ἀεί ἐστι καὶ ἀρχὴν ἔχει· ἀΐδιον γὰρ οὐ τὴν μίαν τῷ ἀριθμῷ καὶ συνεχῆ φαμεν, ἀλλὰ τὴν ἐπ’ ἄπειρον τὴν αὐτήν. εἰ οὖν ἀρχὴν οὐκ ἔστιν ἐπὶ τοῦ ἀπείρου λαβεῖν οὐδὲ ἐπὶ τῆς πεπερασμένης τὸ ἀεί, ὅλως ἄρα ἐπ’ εὐθείας οὐκ ἔστιν ἡ ἐξ ἀνάγκης γένεσις. ἡ κύκλῳ ἄρα μόνη τὸ ἀναγκαῖον ἕξει, ἐφ’ ἧς καὶ ἀντιστρέφει ἐξ ἀνάγκης. εἰ γὰρ τὸ πρῶτον, καὶ τὸ δεύτερον πάντως· καὶ εἰ τὸ δεύτερον, καὶ τὸ πρῶτον, ὡς ἤδη δέδεικται.

“并且必然存在开端,即使它不是有限的,而且必然是永恒的。” 他说,必然的生成既是总是存在的,又具有开端;因为我们所说的永恒,不是指数目上为一且连续之物,而是指贯穿无限而保持相同之物。因此,如果在无限者上不可能把握开端,在有限者上也无法把握“总是存在”,那么总之出于必然的生成绝不在直线上。因此,唯独圆周式的生成才具有必然性,在此生成上也出于必然进行换位。因为如果第一者存在,第二者也必定存在;而如果第二者存在,第一者也存在,正如已经证明的那样。

§2.170

"Καὶ τοῦτο ἀεὶ δὴ συνεχῶς· οὐδὲν γὰρ διαφέρει λέγειν διὰ δύο ἢ πλειόνων." Δείξας ὅτι τὸ ἀναγκαῖον τῇ κυκλικῇ μόνῃ κινήσει ὑπάρχει, διότι ἐν τοῖς ἀϊδίοις καὶ ἀρχὴν ἔχουσι συνίσταται, ὧν τὸ μὲν ἀΐδιον οὐχ ὑπάρχει τοῖς ἐπὶ πεπερασμένης εὐθείας κινοῦσι, τὸ δὲ ἀρχὴν ἔχειν περὶ τὴν ἄπειρον εὐθεῖαν οὐ θεωρεῖται,3 ὡς ὑπολείπεσθαι τὴν κύκλῳ κίνησιν μόνην ἔχειν τὸ ἀναγκαῖον καὶ ἐν ταύτῃ μόνῃ ἀναγκαίαν εἶναι τὴν ἀντιστροφὴν 〈ἣν〉 περὶ δύο τινὰ ἐθεώρησεν, ἐπισημαίνεται λέγων ὅτι κατὰ τὸ συνεχὲς ἀεὶ ἀναγκαίως καὶ τῷ δευτέρῳ τὸ τρίτον καὶ τούτῳ τὸ τέταρτον ἕπεται· οὐδὲν γὰρ διαφέρει, φησί, διὰ δύο ἢ πλειόνων θεωρεῖν τὴν ἀντιστροφὴν γινομένην καὶ τὴν ἐξ ἀνάγκης ἀκολούθησιν.

“并且这确实总是连续的;因为通过两个项还是通过更多项来说,没有任何差别。” 在证明了必然者仅属于圆周运动之后——因为必然者确立在那些既是永恒的又具有开端的事物之中,其中永恒性不属于在有限直线上运动之物,而具有开端在涉及无限直线时无法被观察到,以至于剩下的唯独圆周运动具有必然性,并且唯独在此运动中他在两个项上所观察到的换位是必然的——,他指出并说道,依连续性,总是必然地在第二者之后跟随第三者,在此之后跟随第四者;因为他说,无论是通过两个项还是通过更多项来观察发生的换位以及出于必然的推论,没有任何差别。

§2.171

"Καὶ εἴτε κύκλῳ, ἕκαστον ἀνάγκη γίνεσθαι καὶ γεγονέναι, καὶ εἰ ἀνάγκη, ἡ τούτων γένεσις κύκλῳ." Νῦν τὸν πάντα λόγον συμπεραινόμενός φησιν ὅτι εἴ τι εἴη κύκλῳ γινόμενον, ἀναγκαίαν ἔχει τοῦτο τὴν γένεσιν, καὶ εἴ τι ἀναγκαίως γίνεται, καὶ κύκλῳ γίνεται.

“并且如果按圆周,每一事物生成和已经生成就是必然的;如果必然,它们的生成就是按圆周的。” 现在他总结全部论述并说道,如果有某种事物是按圆周生成的,它就具有必然的生成;如果有某种事物是必然生成的,它也是按圆周生成的。

§2.172

"Ταῦτα μὲν δὴ εὐλόγως, ἐπειδὴ ἀίδιος καὶ ἄλλως ἐφάνη ἡ κύκλῳ κίνησις καὶ ἡ τοῦ οὐρανοῦ." Δείξας ὅτι τὸ ἀναγκαῖον τῇ κύκλῳ μόνῃ κινήσει συμβέβηκεν, φησὶν ὅτι εὐλόγως ταῦτα συμβέβηκεν, συνῳδὰ ὑπάρχοντα τοῖς ἀλλαχοῦ ἀποδεδειγμένοις· ἀποδέδεικται δὲ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως ἡ κύκλῳ κίνησις μόνη ἀίδιος ὑπάρχουσα. εἴπερ οὖν τὸ ἁπλῶς ἀναγκαῖον τοῖς ἀιδίοις ὑπάρχει, ὡς δέδεικται πρότερον, εὐλόγως τῇ κύκλῳ κινήσει μόνῃ ὑπάρχει· μόνη γὰρ ἡ κύκλῳ κίνησις τῶν οὐρανίων ἀίδιος, δι’ αὐτὴν δὲ καὶ ἄλλαι ἀίδιοι ὅσαι ὑπ’ αὐτῆς ἐπιτελοῦνται. διότι μὲν γὰρ ἡ τῶν ἀπλανῶν ἀίδιός ἐστι κίνησις, διὰ τοῦτο καὶ τῶν πλανήτων, ὥστε καὶ τοῦ ἡλίου· διότι δὲ ἡ τοῦ ἡλίου ἀϊδίως ἐπὶ τοῦ λοξοῦ κύκλου4 γίνεται κίνησις, διὰ τοῦτο καὶ ἡ τῶν ὡρῶν ἀνακύκλησις ἀίδιος, θέρους λέγω καὶ χειμῶνος καὶ τῶν λοιπῶν· διότι δὲ αἱ ὧραι κύκλῳ ἀνακάμπτουσι, διὰ τοῦτο ἡ γένεσις καὶ ἡ φθορὰ ζῴων καὶ φυτῶν καὶ τῶν ἄλλων κύκλῳ τε γίνεται καὶ τὴν ἀιδιότητα κέκτηται· ὑπὸ γὰρ τῆς τῶν ὡρῶν ἐναλλαγῆς ἡ γένεσις καὶ ἡ φθορά.

“这些确实是合乎情理的,既然圆周运动——即天的运动——在别的方式下也显明为是永恒的。” 在证明了必然者仅附随于圆周运动之后,他说这些是合乎情理地附随的,与在别处所论证的相符合;而在《自然听读》第八卷中已经证明,唯独圆周运动是永恒的。因此,如果单纯必然者属于永恒者,正如先前所证明的那样,那么它合乎情理地仅属于圆周运动;因为唯独天体事物的圆周运动是永恒的,而由于它,由它所完成的其他运动也是永恒的。因为恒星的运动是永恒的,为此缘故行星的运动也是永恒的,从而太阳的运动也是永恒的;而由于太阳的运动在黄道圈上永恒地进行,为此缘故各季节的旋转——我是指夏季、冬季和其余季节——也是永恒的;而由于各季节按圆周折返,为此缘故动物、植物及其他事物的生成与消灭也是按圆周发生的并拥有永恒性;因为生成与消灭是由各季节的更替所致的。

语法注4 条
  1. 2.167τὸ γὰρ ἅμα τὸ ταὐτὸν σημαίνει

    实质化的副词 τὸ ἅμα 作主语,实质化的中性短语 τὸ ταὐτόν 作 σημαίνει 的宾语。注解者通过这种指示句将亚里士多德原文中的副词 ἅμα(“同时/一并”)在语义上阐释为严格的同延或同一。

  2. 2.169μήτε πεπερασμένης οὔσης

    亚里士多德引文词条中的独立属格结构。否定连词 μήτε 起连接作用,引入生成“既不是有限的(省略主语 τῆς γενέσεως)”而又“是永恒的(καὶ ἀΐδιον εἶναι)”这一并列条件。

  3. 2.170ὧν τὸ μὲν ἀΐδιον οὐχ ὑπάρχει τοῖς ἐπὶ πεπερασμένης εὐθείας κινοῦσι, τὸ δὲ ἀρχὴν ἔχειν περὶ τὴν ἄπειρον εὐθεῖαν οὐ θεωρεῖται

    从属格关系代词 ὧν 开始,指代前述先行词 τοῖς ἀϊδίοις καὶ ἀρχὴν ἔχουσι(“既是永恒的又具有开端的事物”),并通过 μέν 和 δέ 派生出两个对称的主语结构:受 οὐχ ὑπάρχει 支配的 τὸ μὲν ἀΐδιον,以及受 οὐ θεωρεῖται 支配的冠词定形不定词主语 τὸ δὲ ἀρχὴν ἔχειν,工整地对比了有限直线与无限直线的否定属性。

  4. 2.172ἐπὶ τοῦ λοξοῦ κύκλου

    短语 ὁ λοξὸς κύκλος 是古代天文学和自然哲学中指称“黄道圈”(黄道带)的标准专门术语。介词短语 ἐπὶ τοῦ λοξοῦ κύκλου 表示太阳运行所在的倾斜轨道空间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:310.25-312.28