- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:308.29-310.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德关于在无限直线上端托必然性与假定必然性均不成立的论述(337b25)。菲洛波庞批评亚里士多德的论证不够妥当,指出正如时间一样,即使无限也存在前后演替;并解答了可能的疑难,阐明物种生成的必然性在于其为圆周运动,而沿直线的个体演替则不具有必然性。
" Εἰ μὲν οὖν εἰς ἄπειρον εἶσιν ἐπὶ τὸ κάτω, οὐκ ἔσται ἀνάγκη τὸ ὕστερον τοδὶ γενέσθαι ἁπλῶς." Λαβὼν διττὸν σημαινόμενον τοῦ ἐξ ἀνάγκης, τὸ μὲν ἁπλῶς τὸ δὲ ἐξ ὑποθέσεως καὶ ἐνδεχομένως τὸ ἀναγκαῖον ἔχον, καὶ δείξας ἐπὶ μὲν τῶν ἐξ ἀνάγκης ἀντιστρέφουσαν τὴν ἀκολουθίαν (τοῦ τε γὰρ ὑστέρου γεγονότος χρὴ καὶ τὸ πρότερον γεγενῆσθαι, καὶ τοῦ πρώτου γενομένου χρὴ καὶ τὸ ὕστερον ἀκολουθῆσαι), ἐπὶ δὲ τῶν ἐνδεχομένων μηκέτι ἀντιστρέφουσαν τὴν ἀκολουθίαν (τοῦ μὲν γὰρ ὑστέρου ὄντος ἐπὶ τούτων ἀνάγκη τὸ πρῶτον γενέσθαι, τοῦ δὲ πρώτου ὄντος οὐκέτι ἀνάγκη τὸ ὕστερον γενέσθαι), βούλεται νῦν διδάξαι1 ὅτι τὸ ἁπλῶς ἀναγκαῖον ἐν μόνοις ἐστὶ τοῖς κύκλῳ κινουμένοις, οὐδενὶ δὲ τῶν ἐπ’ εὐθείας τοῦτο ὑπάρξει· εἴτε γὰρ ἄπειρος ἡ εὐθεῖα εἴτε πεπερασμένη ὑποκέοιτο, οὐχ ἕψεται τὸ ἁπλῶς ἀναγκαῖον. καὶ νῦν τέως δείκνυσιν ὅτι εἰ ὑποκέοιτο εὐθεῖα ἄπειρος, εἶτα ἐπὶ τῆς αὐτῆς τινὰ κινούμενα ἢ μεταβάλλοντα, ἀδύνατον τούτοις ὑπάρξαι τὸ ἁπλῶς ἀναγκαῖον. εἰ γὰρ τοῦτό ἐστι τὸ ἁπλῶς ἀναγκαῖον, ὅταν τῷ πρώτῳ ὄντι τὸ ὕστερον ἐξ ἀνάγκης ἀκολουθῇ διὰ τὴν ἑαυτοῦ φύσιν ἔχον τὸ ἀναγκαῖον, ἐν δὲ τῷ ἀπείρῳ οὐκ ἔστι πρῶτον καὶ ὕστερον λαβεῖν, πρόδηλον ὡς οὐκ ἔσται ἐπὶ τούτων τὸ ἁπλῶς ἀναγκαῖον. ἀλλ’ οὐδὲ τὸ ἐξ ὑποθέσεως, ὡς λέγει, ὅπερ ἦν ‘εἰ τὸ ὕστερον, καὶ τὸ πρότερον ἐξ ἀνάγκης’. εἰ οὖν μὴ ἔστιν ἐν τῇ ἀπείρῳ εὐθείᾳ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐ μόνον τὸ ἁπλῶς ἀναγκαῖον οὐκ ἔστιν ἐν αὐτῇ, ἀλλ’ οὐδὲ τὸ ἐξ ὑποθέσεως διὰ τὴν αὐτὴν αἰτίαν. Ἰστέον δὲ ὡς δοκεῖ μὴ κατωρθωμένον εἶναι τὸ τοιοῦτον ἐπιχείρημα. εἰ μὲν γὰρ ἐθέλοι τις ἀνελεῖν τὴν ἄπειρον εὐθεῖαν, καὶ λέγοι μηδὲν γίνεσθαι δύνασθαι ἐπ’ ἀπείρου εὐθείας, εἴπερ πᾶν μὲν γινόμενον ἕνεκά τινος τέλους γίνεται, πᾶν δὲ ἄπειρον ἀτελεύτητον εἶναι, ἀληθῆ τε ἐρεῖ καὶ ἀνέλεγκτα (οὐδὲ γὰρ ὅλως εἶναι ἄπειρον εὐθεῖαν ἐνδέχεται)· εἰ δὲ ὑπόθοιτο μὲν τὴν ἄπειρον εὐθεῖαν, ἐπειδὴ δὲ ἄναρχον καὶ ἀπεράτωτον τὸ ἄπειρον, μὴ δύνασθαι λέγοι ἐπ’ αὐτῆς ἐξ ἀνάγκης ἕπεσθαι τῷ πρώτῳ τὸ δεύτερον, οὐκ εὔλογα λέξει·2 εἰ γὰρ καὶ μὴ ἔστιν ἀρχὴ καὶ τέλος, ἀλλ’ οὖν ἔστι τὸ ἐφεξῆς καὶ τὸ τόδε μετὰ τόδε γίνεσθαι. οὕτως γοῦν τὸν χρόνον λέγων ὁ Ἀριστοτέλης μὴ ἔχειν ἀρχὴν μηδὲ τέλος, ὅμως φησὶν ἐν αὐτῷ τὸ ἐφεξῆς θεωρεῖσθαι καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον. ὥστε ὅσον ἐπὶ τοῖς παρὰ Ἀριστοτέλους λεγομένοις οὐκ ἀναιρεθήσεται τὸ ἀναγκαῖον. Ἐκεῖνο δὲ πάλιν ἴσως ἀπορήσειέ τις πρὸς τὰ εἰρημένα, ὅτι ἐπὶ τῆς γενέσεως ἀπείρου οὔσης καὶ κατ’ εὐθεῖαν τῇ διαδοχῇ ἐστι τὸ ἐξ ἀνάγκης ἁπλῶς· ἀνάγκη γὰρ ἐξ ἀνθρώπου πάντως γίνεσθαι ἄνθρωπον, καὶ οὐκ ἐνδεχόμενον μὴ γενέσθαι ἐξ ἀνθρώπου ἄνθρωπον. πρὸς τοῦτον δὲ ἐκεῖνο ῥητέον, ὅτι ἡ μὲν κατ’ εἶδος διαδοχή, καθ’ ἣν ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, κατὰ κύκλον γίνεται, τῷ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίστασθαι,3 τοῦτο δὲ κύκλου ἴδιον· πρῶτον γὰρ ἄνθρωπος, εἶθ’ οὕτως σπέρμα, καὶ τότε ἔμβρυον καὶ παῖς καὶ πάλιν ἄνθρωπος καὶ πάλιν σπέρμα. εἰ δέ τις λέγοι ὅτι κἀπὶ τῆς εὐθείας γίνεται ἀντίκαμψις ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό, γινωσκέτω ὡς ἐπὶ τῆς κατ’ εὐθεῖαν ἀντικάμψεως εἰς ὃ τελευταῖον ἦλθε τὸ κινούμενον, εἰς τοῦτο παλινδρομοῦν πρῶτον ἐκ τοῦ πέρατος ἀντικάμπτον ἔρχεται, οἷον εἰς τὸν ἔσχατον βαθμὸν τῆς κλίμακος ὑποστρέφων ἀπὸ τοῦ ἐδάφους πρῶτον ἀνακάμπτεις· ἐπὶ δὲ τῆς ἀνακυκλήσεως ἐξ οὗ προσεχῶς ἀπέστη, οἷον φέρε τῶν Ἰχθύων, εἰς τοῦτο τελευταῖον ἀνακυκλούμενον ἔρχεται· ἐκ τῶν Ἰχθύων γὰρ ἀποχωρήσας ὁ ἥλιος καὶ ἄλλης ἀνακυκλήσεως ἀρχόμενος οὐκ ἐπὶ τοὺς Ἰχθύας παλινδρομεῖ κατὰ συνέχειαν, ἀλλ’ ἐπὶ Ταῦρον φέρεται πρῶτον, ὕστερον δὲ πάντων ἐπὶ Ἰχθύας. εἰ τοίνυν δέδεικται κατὰ κύκλον γινομένη ἡ τῶν εἰδῶν διαδοχή, οὐκ ἄπορον πῶς ταύτῃ τὸ ἀναγκαῖον ὑπάρχει, ὅτι κατὰ κύκλον· προείρηται γὰρ ὅτι ἐν μόνῃ τῇ κατὰ κύκλον κινήσει τὸ ἀναγκαῖον ἐστίν. ἡ γοῦν διαδοχὴ ἡ μὴ κατὰ κύκλον γινομένη ἀλλ’ ἐπ’ εὐθείας, τοιαύτη δέ ἐστιν ἡ τῶν καθ’ ἕκαστα, καθ’ ἣν ἐκ Ταντάλου Πέλοψ κἀκ τούτου Ἀτρεύς, αὕτη οὐκέτι τὸ ἀναγκαῖον ἔχει· οὐδὲ γὰρ εἰ Τάνταλος, πάντως Πέλοψ, οὐδὲ εἰ Σωφρονίσκος, ἤδη καὶ Σωκράτης ἀνάγκη.
“因此,如果[过程]向下进行至无限,这后继的事物单纯地生成将不是必然的。” 在把握了出于必然者的双重含义——一者是单纯的,另一者是基于假定且出于可能地具有必然性的——并且证明了在出于必然者的情况下推论是可以换位的(因为当后继者已经生成时,先前者也必须已经生成;而当第一者已经生成时,后继者也必须跟随而来),而在出于可能者的情况下推论不再可以换位(因为在这些事物中,当后继者存在时,第一者生成是必然的;但当第一者存在时,后继者生成不再是必然的)之后,他现在想要阐明,单纯必然者仅存在于作圆周运动的事物中,而绝不属于任何沿直线的事物;因为无论直线被假定为无限的还是有限的,单纯必然者都不会跟随而来。而他现在暂且证明,如果假定一条无限的直线,随后某些事物沿这条直线运动或变化,单纯必然者属于它们是不可能的。因为如果单纯必然者是这样的:当第一者存在时,后继者凭着其自身本性具有必然性而出于必然跟随而来;而在无限中不可能把握第一者和后继者,那么非常明显,在这些事物中将不会有单纯必然者。而且正如他所说,基于假定的必然者也不会有,这曾经是“如果后继者存在,先前者也出于必然存在”。因此,如果在无限的直线上不存在先前者和后继者,那么不仅单纯必然者不在其中,而且基于假定的必然者由于同样的原因也不在其中。 然而应当知道,这样的论证似乎并不妥当。因为如果有人想要否定无限的直线,并且说没有任何事物能够在无限的直线上生成,既然一切生成的事物都是为了某种目的而生成的,而一切无限者都是没有终点的,那么他所说的将是真实的且无可反驳的(因为根本就不可能存在无限的直线);但是如果他假定了一条无限的直线,接着由于无限者既无开端又无限度,就说在它上面第二者不可能出于必然跟随第一者,那么他所说的将是不合情理的;因为即使没有开端和终点,但无论如何,连续序列以及这一事物在另一事物之后生成是存在的。至少亚里士多德在说时间既无开端也无终点时也是如此,他仍然说在时间中可以观察到连续序列以及第一者和第二者。因此,就亚里士多德所言而言,必然者将不会被取消。 然而针对所说的这些,也许有人会再次提出疑问:在生成是无限且在演替上沿直线的情况下,单纯必然者也是存在的;因为由人必然完全生成人,并且不可能不从人生出人来。对于这人必须这样说:依据形式的演替——人从人生出正是依据这种演替——是通过从相同者复归于相同者而按圆周发生的,而这是圆周特有的性质;因为首先是人,随后是种子,然后是胚胎和小孩,再次是人,再次是种子。但是如果有人说,在直线上也会发生从相同者到相同者的折返,那么就让他知道,在沿直线的折返中,运动之物最后到达的地方,当它从端点折返逆行时,首先到达的正是这个地方,如同你从地面折返时,最先折返到的是梯子的最下一级;而在圆周旋转中,它最近离开的地方——比如双鱼座——在旋转中是最后到达这个地方的;因为太阳离开双鱼座并开始另一轮旋转时,并不接续地逆行回双鱼座,而是首先运行到金牛座,并在所有事物之后才运行到双鱼座。因此,如果已经证明各种形式的演替是按圆周发生的,那么为什么必然性属于它是毫无疑问的:因为它是按圆周的;因为前面已经说过,必然者仅存在于圆周运动中。总之,并非按圆周而是沿直线发生的演替——这就是各个个体之间的演替,依照这种演替,珀罗普斯出自坦塔罗斯,阿特柔斯出自珀罗普斯——这种演替就不再具有必然性了;因为如果有坦塔罗斯,绝非必然总有珀罗普斯;如果有索弗罗尼斯科斯,也绝非苏格拉底就已经是必然的。
- 2.165Λαβὼν διττὸν σημαινόμενον τοῦ ἐξ ἀνάγκης, ... βούλεται νῦν διδάξαι
句首由两个并列的分词短语“Λαβὼν ... καὶ δείξας ...”修饰主句省略的主语(亚里士多德),引出主动词“βούλεται νῦν διδάξαι”。分词“δείξας”支配两个宾语补足结构(“ἀντιστρέφουσαν τὴν ἀκολουθίαν”与“μηκέτι ἀντιστρέφουσαν τὴν ἀκολουθίαν”),其后各自带有括号性的解释从句。
- 2.165εἰ μὲν γὰρ ἐθέλοι τις ... ἀληθῆ τε ἐρεῖ ... εἰ δὲ ὑπόθοιτο ... οὐκ εὔλογα λέξει
此处理论上是混合条件句:条件从句使用祈愿语气(ἐθέλοι, ὑπόθοιτο, λέγοι),归结主句使用将来时直陈语气(ἐρεῖ, λέξει)。这种句式将假设作为一种可能的设定提出,但对该设定所必然引出的评判结论作出了确定的断言。
- 2.165τῷ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίστασθαι
带定冠词与格的中性单数不定式短语“τῷ ... ἀποκαθίστασθαι”,在句中充当手段或原因与格,用以修饰前面的动词“κατὰ κύκλον γίνεται”(意为“由于/通过从同一者复归于同一者”)。
