- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:313.1-314.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯探讨了亚里士多德提出的疑难(338b5):为何元素的生成作圆周循环并可换位,而个别事物的生成却不然;他解释道,天体等永恒之物在数目上保持同一而循环,而可灭的个别事物与元素仅在形式上保持同一性。进而,针对主张元素与个别事物在大年与再生循环中会在数目上同一地再次生成的反论(338b18),他驳斥道存在时间中断之物在数目上不可能为一且同一。
" Τί οὖν δήποτε τὰ μὲν οὕτως φαίνονται, οἷον ὕδωρ καὶ ἀὴρ κύκλῳ γινόμενα, καὶ εἰ μὲν νέφος, δεῖ καὶ ὗσαι, καὶ εἰ ὕσει γε, δεῖ καὶ νέφος εἶναι, ἄνθρωποι δὲ καὶ ζῷα οὐκ ἀνακάμπτουσιν εἰς ἑαυτούς.1" Ἀπορίαν τινὰ προτίθεται νῦν, τί δήποτε ἐπὶ μὲν ἀέρος καὶ ὕδατος καὶ τῶν λοιπῶν στοιχείων καὶ ἀναγκαία τέ ἐστιν ἡ κύκλῳ γένεσις καὶ ἀντιστρέφει. καὶ γὰρ νέφους, φησίν, ὄντος ἔσται ὕδωρ, καὶ ὕδατος γεγονότος νέφος προϋπῆρχεν, ἐπὶ δὲ τῶν καθ’ ἕκαστα, φησίν, οὐκέτι οὕτως ἔχει· Σωκράτους μὲν γὰρ ὄντος προυπῆρχεν ὁ Σωφρονίσκος, Σωφρονίσκου δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἡ Σωκράτους γένεσις ἕψεται. ἐπιλύεται δὲ τὴν ἀπορίαν φάσκων εἰς εὐθὺ τὴν τῶν καθ’ ἕκαστα γένεσιν εἶναι, τουτέστιν ἐπ’ εὐθείας· οὐ γὰρ ὁ Σωφρονίσκος ἀνακάμπτει, ὅπερ ἂν ὑπῆρχε κατὰ κύκλον τῆς γενέσεως οὔσης τῶν καθ’ ἕκαστα. εἰ οὖν μὴ κατὰ κύκλον ἡ τῶν καθ’ ἕκαστα γένεσις, εἰκότως οὔτε τὸ ἀναγκαῖον οὔτε τὸ ἀντιστρέφειν ἔχει. τί δήποτε οὖν τὸ ὕδωρ καὶ ὁ ἀὴρ ἀνακάμπτει; διότι οὐ κατ’ ἀριθμὸν αὐτῶν γίνεται ἡ ἀνάκαμψις, ἀλλὰ κατὰ τὸ εἶδος. οὐ γὰρ ὁ αὐτὸς ἀὴρ κατ’ ἀριθμὸν φυλάττεται ἐν τῇ ἀνακάμψει καὶ τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ, πλὴν κἀπὶ τῶν ζῴων γένεσις δείκνυταί πως ἀνακάμπτουσα καὶ κυκλικῶς γινομένη, ὡς ἔφθημεν δείξαντες. ἀλλ’ ἴσως τις ἀπορήσειε τί δήποτε ἐνίων μὲν κατ’ ἀριθμὸν τῶν αὐτῶν μενόντων ἡ ἀνάκαμψις γίνεται, ἐνίων δὲ κατὰ μὲν τὸν ἀριθμὸν φθειρομένων κατὰ τὸ εἶδος δὲ μόνον φυλαττομένων. καὶ διὰ τοῦτο ἐπιφέρει φάσκων ἀρχὴ δὲ τῆς σκέψεως αὕτη, πότερον ὁμοίως πάντα ἀνακάμπτει, αὐτὸ τοῦτο ζητῶν τὸ προειρημένον. εἰ γὰρ ἐκ τῆς κύκλῳ κινήσεως τὴν ἀνάκαμψιν ἔχουσι, τί δήποτε τῶν κύκλῳ κινουμένων τὰ μὲν κατ’ ἀριθμὸν τὰ αὐτὰ διαμένοντα τὴν ἀνάκαμψιν ποιεῖται, τὰ δὲ κατ’ ἀριθμὸν φθειρόμενα κατ’ εἶδος φυλάττει τὴν διαδοχήν; καί φησιν ὅτι σύμφωνα ταῦτα τοῖς πολλαχοῦ εἰρημένοις, ὅτι ὅσα μὲν ἄφθαρτα ὄντα κινεῖται κύκλῳ, ταῦτα κατ’ ἀριθμὸν τὰ αὐτὰ μένοντα ἀνακάμπτει (ὁ γὰρ αὐτὸς κατ’ ἀριθμὸν ἥλιος πάλιν καὶ πάλιν κατὰ τὸ αὐτὸ κινούμενος γίνεται), ὅσων δὲ ἡ οὐσία φθαρτή ἐστι, ταῦτα ἀριθμῷ μὲν οὐ μένει τὰ αὐτά, τὸ δὲ εἶδος φυλάττει ἐν τῇ ἀνακάμψει· οὕτως ἔχει ἐπὶ ζῴων καὶ φυτῶν καὶ τῆς τῶν στοιχείων μεταβολῆς.
“那么究竟为什么,有些事物显现为此种情形——例如水和气按圆周生成,如果有了云,就必然下雨,而如果下雨,也必然有云——,但人和动物却不折返到自身之中呢?” 他现在提出了一个疑难:究竟为什么在气、水以及其余元素上,按圆周的生成既是必然的又能够换位?因为他说,有了云就会有水,有了水则云原先就已存在;但在个别事物上,他说,情况就不再如此了。因为苏格拉底存在时,索弗罗尼斯科斯原先存在,但索弗罗尼斯科斯存在时,苏格拉底的生成并不出于必然相随。他通过断言个别事物的生成是径直向前的,即在直线上,从而解决了这一疑难;因为索弗罗尼斯科斯并不折返,而如果个别事物的生成是依圆周的,这种折返原本就会存在。因此,如果个别事物的生成不依圆周,它合乎情理地既不具有必然性也不具有换位。那么究竟为什么水和气会折返呢?因为它们的折返不是在数目上发生的,而是在形式上发生的。因为在折返以及从水到气的转变中,数目上相同的气并没有被保存下来,不过在动物上生成也被表明在某种方式下折返并依圆周发生,正如我们先前已经表明的那样。但也许有人会疑惑,究竟为什么有些事物是在数目上保持同一而发生折返,而另一些事物却在数目上消灭而仅在形式上得以保存。为此缘故,他探讨的正是前述的这件事情,接着说道:“而考察的出发点是这一个,即是否所有事物都同样地折返。”因为如果它们是从圆周运动中获得折返,那么究竟为什么在作圆周运动的事物中,有些事物通过在数目上保持同一来进行折返,而另一些事物在数目上消灭却在形式上保存其相继延续?并且他说,这些与许多地方所说的相一致:凡是不灭而作圆周运动的事物,都在数目上保持同一而折返(因为数目上同一的太阳通过以相同方式运动而一次又一次地生成),但凡是其实体是可灭的事物,在数目上并不保持同一,而是在折返中保存形式;在动物、植物以及元素的转变上也正是如此。
"Εἰ δὲ καὶ ταῦτα ἀριθμῷ, ἀλλ’ οὐχ ὧν ἡ οὐσία γίνεται οὖσα τοιαύτη οἵα ἐνδέχεσθαι μὴ εἶναι.2" Δείξας ὅτι ἡ τῶν στοιχείων γένεσις ἀποτελεῖται ἑκάστου αὐτῶν κατ’ ἀριθμὸν μὲν φθειρομένου, κατ’ εἶδος δὲ τοῦ αὐτοῦ μένοντος, φησὶ νῦν ὅτι εἰ λέγοι τις καὶ αὐτὰ ταῦτα, τὰ στοιχεῖά φημι, κατ’ ἀριθμὸν τὰ αὐτὰ μένειν * * * ὧν ἦν Ἐμπεδοκλῆς, ῥητέον ὅτι ὁ τοιοῦτος ἀγένητα φήσει εἶναι τὰ στοιχεῖα, οὐχ ὡς ἡμεῖς γενητὴν τὴν οὐσίαν ὑποτιθέμενος καὶ τοιαύτην ὡς ἐνδέχεσθαι καὶ μὴ εἶναι. Ἀπορήσειε δ’ ἄν τις, ὥς φησιν Ἀλέξανδρος, πρὸς Ἀριστοτέλην· εἰ γὰρ ἡ ὕλη ἡ αὐτὴ ἀεὶ διαμένει, ἔστι δὲ καὶ τὸ ποιητικὸν αἴτιον τὸ αὐτὸ ἀεί, διὰ ποίαν αἰτίαν οὐχὶ κατὰ περίοδόν τινα πλείονος χρόνου ἐκ τῆς αὐτῆς ὕλης τὰ αὐτὰ πάλιν κατ’ ἀριθμὸν ὑπὸ τῶν αὐτῶν ἔσται; ὅπερ τινές φασι κατὰ τὴν παλιγγενεσίαν καὶ τὸν μέγαν ἐνιαυτὸν συμβαίνειν, ἐν ᾧ πάντων τῶν αὐτῶν ἀποκατάστασις γίνεται. τούτου δ’ ὄντος εἴη ἂν καὶ ἐπὶ τῶν καθ’ ἕκαστα, ὧν φθαρτὴ ἡ οὐσία, παλιγγενεσία καὶ κατ’ ἀριθμὸν ἀνάκαμψις. πρὸς τοῦτο δὲ ῥητέον ὅτι εἰ καὶ δοθείη πάλιν Σωκράτης γίνεσθαι, οὐ τῷ ἀριθμῷ ὁ αὐτὸς ἂν εἴη τῷ πρώτῳ γενομένῳ Σωκράτει ὁ ὕστερος γεγονὼς καὶ εἷς. οὐ γὰρ οἷόν τε ἓν καὶ ταὐτὸ κατ’ ἀριθμὸν διαλείπειν·3 οὐ γὰρ τῷ ἐκ τῶν αὐτῶν εἶναι ἓν κατ’ ἀριθμὸν γίνεται, ἀλλὰ τῷ τὸ αὐτὸ διαμένειν πρότερον καὶ ὕστερον ὄν. διὸ ἥλιος μὲν ὁ αὐτὸς κατ’ ἀριθμόν, Σωκράτης δέ, ὡς εἶπεν, οὐχ ὁ αὐτὸς κατ’ ἀριθμόν· οὐ γὰρ μένει τὸ ἄτομον εἶδος, εἰ καὶ ἡ ὕλη μένει.
“但如果这些也在数目上[折返],那么其实体生成为可能并非存在那样的诸事物却不然。” 在证明了元素的生成是通过它们之中的每一者在数目上消灭、但在形式上保持同一而得以完成之后,他现在说,如果有人说即使这些本身——我是指元素——在数目上也保持同一,[正如那些人所认为的]恩培多克勒便是其中之一,那就必须说,这样的人将断言元素是不生的,而不是像我们那样假定其实体是生成的且是可能并非存在的那种实体。但正如亚历山大所说,可能会有人向亚里士多德提出疑难:因为如果质料总是保持同一,并且动力因也总是同一的,那么由于什么原因,在较长时间的某种周期中,由相同的质料、在相同的动因作用下,数目上相同的诸事物不会再次生成呢?这正是某些人所声称的在再生和大年中发生的事情,在其中所有相同事物的复原得以发生。而如果这是成立的,那么在其实体是可灭的个别事物上,也就会存在再生和数目上的折返了。对此必须说,即使承认苏格拉底再次生成,后来生成的那个与最先生成的苏格拉底在数目上也绝不会是同一且为一的。因为在数目上为一且同一之物是不可能发生中断的;因为并不是由于由相同的事物构成而成为数目上的一,而是由于在较先和较后存在时保持同一而成为[一]的。因此,太阳在数目上是同一的,而苏格拉底,正如他所说的,在数目上不是同一的;因为即便质料保持留存,不可分的个体形式并不保持留存。
- 2.173ἀνακάμπτουσιν εἰς ἑαυτούς
具有不及物用法的动词 ἀνακάμπτω(折返、回折)与表示方向的前置词短语 εἰς ἑαυτούς(到自身)相结合。它表达了个体事物无法通过循环返回到数目上原本相同的自身这一事实。
- 2.174ἀλλ’ οὐχ ὧν ἡ οὐσία γίνεται οὖσα τοιαύτη οἵα ἐνδέχεσθαι μὴ εἶναι
亚里士多德原句(引文)的句法结构:在 ἀλλ’ οὐχ 之后省略了前文中的 ἀριθμῷ ἀνακάμπτει,其核心结构为“但那些其实体生成为可能并非存在那样的诸事物却并不[在数目上折返]”。关系代词 ὧν 作为属格包含其先行词,τοιαύτη οἵα + 不定词 构成表示性质与结果的关联句式。
- 2.174οὐ γὰρ οἷόν τε ἓν καὶ ταὐτὸ κατ’ ἀριθμὸν διαλείπειν
由非人称句式 οὐ γὰρ οἷόν τε(因为不可能……)支配带宾格的不定词结构。中性宾格短语 ἓν καὶ ταὐτὸ κατ’ ἀριθμόν(在数目上为一且同一者)充当不定词 διαλείπειν(中断、间断)的逻辑主语,构成了哲学论证的核心命题:在数目上同一之物不可能经历时间上的中断。
