- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:307.19-308.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了在端托必然者中生成的双向换位,指出了亚里士多德文本中的倒装,并提出了一系列自然生灭物中出于先行条件而必然发生的反例来进行讨论。
" Εἰ τοίνυν ἀνάγκη γενέσθαι τὸ ὕστερον, καὶ τὸ πρότερον ἀνάγκη· καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον 〈τοίνυν〉 ἀνάγκη." Τουτέστιν ἐφ’ ὧν τὸ ὕστερον δι’ ἑαυτὸ τὸ ἀναγκαῖον ἔχει, ἐπὶ τούτων τὰ τῆς ἀντιστροφῆς ἐξισάζει, καὶ οὐ μόνον τῷ ὑστέρῳ τὸ πρότερον, ἀλλὰ καὶ τῷ προτέρῳ τὸ ὕστερον ἕπεται. Καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον τοίνυν ἀνάγκη. ὑπερβατῶς ἀναγνωστέον1 ‘καὶ εἰ τὸ πρότερον τοίνυν, καὶ τὸ ὕστερον ἀνάγκη’.
“因此,如果后继者生成是必然的,先前者也是必然的;而如果先前者存在,后继者〈因此〉也是必然的。” 也就是说,在后继者凭自身具有必然性的事物上,换位的情况是均等的,不仅先前者跟随于后继者,而且后继者也跟随于先前者。“而如果先前者存在,后继者因此也是必然的”。这应当倒装地读作:“而因此,如果先前者存在,后继者也是必然的”。
"Ἀλλ’ οὐ δι’ ἐκεῖνο, ἀλλ’ ὅτι ὑπέκειτο ἐξ ἀνάγκης ἐσόμενον." Ἐπὶ τοῦ ἁπλῶς ἀναγκαίου, φησίν, ἕπεται τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης, ἀλλ’ οὐ διὰ τὸ πρῶτον, φησίν, ἀλλὰ διὰ τὴν ἰδίαν φύσιν, διότι αὐτὸ τῶν ἐξ ἀνάγκης γινομένων ἐστί, τουτέστι τῶν ἀϊδίων· τοῦτο γάρ ἐστι τὸ ἐξ αὑτοῦ ἀναγκαίαν ἔχον τὴν γένεσιν, ὅπερ ἀΐδιον ἔχει τὴν γένεσιν. καὶ ἰστέον ὅτι τούτῳ αὐτῷ χρώμενος ὡς ὁμολογουμένῳ, τῷ ‘τὸ ἐξ ἀνάγκης ἑπόμενον τῷ πρώτῳ καθ’ αὑτὸ καὶ μὴ δι’ ἄλλο ἀναγκαίαν ἔχει τὴν γένεσιν’, ἐφεξῆς ἀποδείκνυσιν ὅτι οὐχ οἷόν τε ἐπὶ πεπερασμένης εὐθείας τὸ ἁπλῶς ἀναγκαῖον κατὰ τὴν γένεσιν θεωρεῖσθαι, ὡς ἂν μὴ δυναμένης ἐπινοεῖσθαι ἀϊδίου γενέσεως ἐπ’ εὐθείας πεπερασμένης. τὸ γὰρ ἀναγκαῖον ἐπὶ τοῦ ἀϊδίου φέρει· τὸ γὰρ ἐξ αὑτοῦ ἔχον καὶ μὴ δι’ ἄλλο τὸ ἀναγκαῖον τῆς γενέσεως τοιοῦτον. δόξει δὲ πολλὰ ἀντιπίπτειν τοῖς πρὸς Ἀριστοτέλους λεγομένοις. ὁρῶμεν γὰρ πολλὰ ἐν τοῖς φυσικοῖς, τοῖς γενητοῖς καὶ φθαρτοῖς, τῶν ἑπομένων ἐξ ἀνάγκης τισὶ προηγησαμένοις τὸ ἀναγκαῖον τῆς γενέσεως οὐ δι’ ἑαυτὰ ἔχοντα,2 ἀλλὰ διὰ τὰ προηγησάμενα, οἷον τῇ ἀτροφίᾳ ἡ ἴσχνανσις ἐξ ἀνάγκης ἀκολουθεῖ, οὐχ ὅτι αὐτὴ καθ’ αὑτὴν ἀναγκαίαν ἔχει τὴν γένεσιν, ἀλλὰ διὰ τὴν προηγησαμένην ἀτροφίαν· οὐ γὰρ ἐξ ἀνάγκης δι’ ἑαυτὴν ἡ ἴσχνανσις γίνεται, ἀλλ’ ὅταν ἀτροφία προηγήσηται. οὕτως δὲ καὶ πολλῶν καὶ ὑπὲρ δύναμιν ἐδηδεσμένων ἀκολουθήσει βραδυπεψία οὐ δι’ ἑαυτήν, καὶ τῇ πληγῇ δὲ τῇ κατὰ σαρκώδους μορίου ἀκολουθήσει μώλωψ οὐ δι’ ἑαυτὸν ἀλλὰ διὰ τὴν πληγήν, καὶ ὕδατι κατὰ γῆς χεομένῳ πηλὸς ἐξ ἀνάγκης ἕπεται οὐ δι’ ἑαυτόν. καὶ πολλά ἐστιν ἄλλα, ἐφ’ ὧν τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖ, οὐ δι’ ἑαυτὸ ἀλλὰ διὰ τὸ πρότερον. καὶ οὐδὲ πάντως ἀντιστρέφει· οὐδὲ γὰρ εἰ βραδυπεψία, πάντως ἐδήδεσται πλείονα, ἀλλὰ συμβαίνει καὶ διὰ φροντίδας γενέσθαι καὶ δι’ ἀγρυπνίαν καὶ ἑτέρας αἰτίας· καὶ τῇ μὲν σφαγῇ ἐξ ἀνάγκης ἕπεται θάνατος, οὐ μὴν εἰ θάνατος, καὶ σφαγὴ προηγήσατο.
“然而并不是由于那个,而是因为它已被设定为将出于必然存在的。” 他说,在单纯必然者的情况下,第二者出于必然跟随第一者,然而并非由于第一者,他说,而是由于它自身的本性,因为它是属于出于必然生成的事物,即永恒的事物;因为所谓凭自身具有必然生成的事物,正是具有永恒生成的事物。并且应当知道,他把这个前提本身当作公认的前提来使用,即“出于必然跟随第一者的事物,其生成是凭自身而非由于其他事物而必然的”,随后证明在一条有限的直线上,生成方面的单纯必然者是不可能被观察到的,因为在一条有限的直线上无法设想永恒的生成。因为他将必然者归于永恒者;因为凭自身而非由于其他事物而具有生成的必然性的事物正是如此的。 然而,似乎有许多事实与亚里士多德所说的话相冲突。因为我们在自然界的事物中,即在可生成和可毁灭的事物中看到,有许多出于必然跟随某些先行者的事物,它们生成的必然性并不是凭自身具有的,而是由于那些先行者;例如消瘦出于必然伴随着绝食,并不是因为消瘦本身就具有必然的生成,而是由于先行的绝食;因为消瘦并不是出于必然凭自身生成的,而是在绝食先行时才发生。同样,当进食了过量且超出承受能力的食物时,消化不良将会跟随而来,这不是凭其自身的缘故;对于肉质部位的击打,淤青将会跟随而来,这不是凭其自身而是由于击打;水泼在泥土上,泥浆出于必然跟随而来,也不是凭其自身。还有许多其他情况,第二者出于必然跟随第一者,并不是凭其自身而是由于先前者。而且它们也绝非都能换位;因为如果消化不良,绝不一定总是吃得过多,而是由于忧虑、失眠和其他原因也会发生;在割喉之后死必然跟随而来,然而如果有死,并不意味着割喉必然先行。
- 2.163ὑπερβατῶς ἀναγνωστέον
注疏家指出亚里士多德原文引文中的小品词 τοίνυν 位置发生了倒装(hyperbaton),提示应当在逻辑上将其还原到条件从句中阅读,即 καὶ εἰ τὸ πρότερον τοίνυν, καὶ τὸ ὕστερον ἀνάγκη。
- 2.164πολλὰ ἐν τοῖς φυσικοῖς, τοῖς γενητοῖς καὶ φθαρτοῖς, τῶν ἑπομένων ἐξ ἀνάγκης τισὶ προηγησαμένοις τὸ ἀναγκαῖον τῆς γενέσεως οὐ δι’ ἑαυτὰ ἔχοντα
中性复数分词 ἔχοντα 与主句动词 ὁρῶμεν 的直接宾语 πολλὰ 一致并对其进行修饰。其间插入的属格短语 τῶν ἑπομένων ... τισὶ προηγησαμένοις 为部分属格,整体构成“在那些出于必然跟随某些先行者的事物中,有许多并不是凭自身具有生成的必然性”的句式结构。
