- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:306.6-307.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《论生成与消灭》337b3–16,通过将来表达式的用法及事物本性论证了生成中偶然性与必然性的区分,并探讨了假言必然性与单纯必然性的换位可能。
" Ὅτι μὲν γὰρ ἔνια, δῆλον καὶ εὐθύς· τὸ γὰρ ἔσται καὶ τὸ μέλλον." Ζητήσας εἰ ἐν τοῖς συνεχῶς γινομένοις ἐστὶ τὸ ἀναγκαῖον ἢ οὐκ ἔστιν πάντων ἐνδεχομένην ἐχόντων τὴν γένεσιν,1 ὅτι μὲν ἔνια ἐνδεχομένην ἔχει τὴν γένεσιν ὁμολογούμενον λαμβάνει, ὅτι δὲ οὐ πάντα, ἀλλ’ ἔστιν ἔνια ἐξ ἀνάγκης γινόμενα, ἐφεξῆς κατασκευάζει διὰ τῆς χρήσεως τοῦ ἔσται καὶ τοῦ μέλλει.
“因为有些是如此,这也随即是显而易见的;因为有‘将是’与‘正要发生’。” 在探讨了在连续生成的事物中是否存在必然者,还是因所有事物的生成都是偶然的而并不存在之后,他把某些事物具有偶然的生成当作公认的前提接受下来;而并非一切事物都是如此、反而有些事物是出于必然生成的,他随后通过对“将是”和“正要发生”的用法作了论证。
"Ὅλως τε ἐπειδὴ ἐνδέχεται ἔνια τῶν ὄντων καὶ μὴ εἶναι." Δευτέρα κατασκευὴ τοῦ τὰ μὲν ἐνδεχομένην ἔχειν τὴν γένεσιν τὰ δὲ ἀναγκαίαν, ἐκ τῆς τῶν πραγμάτων φύσεως εἰλημμένη. ἐπειδὴ γὰρ τῶν ὄντων τὰ μὲν ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι, τὰ δὲ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι καὶ ἀδύνατόν ἐστιν αὐτὰ μὴ εἶναι, τὸν αὐτὸν τρόπον, φησί, κατὰ τὴν γένεσιν ἕξει· τὰ γὰρ ἐνδεχόμενα καὶ εἶναι καὶ μὴ εἶναι, ταῦτα καὶ τὴν γένεσιν ἐνδεχομένην ἔχει. ἐπειδὴ δὲ οὐ πάντα ἐστὶ τοιαῦτα, ἀλλ’ ἔστιν ἃ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι, καὶ ἡ γένεσις τούτων ἀναγκαία ἔσται. οἷον ἐπὶ τῶν τροπῶν· θέρος γὰρ καὶ χειμὼν ἀναγκαίαν ἔχει τὴν γένεσιν· οὐ γὰρ ἐνδέχεται μὴ εἶναι ταῦτα.
“而且总括而言,既然在现存事物中有些也是可能不存在的。” 这是关于某些事物具有偶然的生成而另一些事物具有必然的生成的第二种论证,取材于事物的本性。因为在现存事物中,既然有些是既可能存在又可能不存在的,而另一些则是出于必然具有存在且不可能不存在的,他说,在生成方面情况也将完全相同;因为那些既可能存在又可能不存在的事物,它们的生成也是偶然的。而既然并非一切事物都是如此,反而有些事物是出于必然具有存在的,这些事物的生成也将是必然的。例如关于冬夏至点(季节流转)的情形;因为夏季和冬季具有必然的生成;因为它们不可能不存在。
"Εἰ δὴ τὸ πρότερον ἀνάγκη γενέσθαι, εἰ τὸ ὕστερον, ἔσται,2 οἷον εἰ οἰκία, θεμέλιον, εἰ δὲ τοῦτο, πηλόν. ἆρ’ οὖν καὶ εἰ θεμέλιος γέγονεν, ἀνάγκη οἰκίαν γενέσθαι;" Ὅ φησι τοιοῦτόν ἐστιν· ἆρα ἐφ’ ὧν ἐστι τὸ κατὰ ὑπόθεσιν ἀναγκαῖον, ἐπὶ τούτων καὶ τὸ ἁπλῶς ἀναγκαῖον θεωρηθήσεται; οἷον εἰ τῆς οἰκίας γινομένης ἀνάγκη καὶ τὸν θεμέλιον γεγονέναι καὶ πρὸ τούτου πηλόν, ἆρα καὶ ἔμπαλιν τοῦ θεμελίου γεγονότος ἀνάγκη οἰκίαν γενέσθαι; ἢ οὐκέτι τοῦτο ἀνάγκη, εἰ μὴ ἄρα πέφυκε τῷ πρώτῳ τὸ δεύτερον ἀκολουθεῖν ἐξ ἀνάγκης ἁπλῶς· ὅταν δὲ τοιοῦτον ᾖ τὸ δεύτερον ὡς ἐξ ἀνάγκης ὑπάρχειν, τηνικαῦτα ἀντιστρέφει· καὶ ὥσπερ τοῦ δευτέρου ὄντος ἐξ ἀνάγκης τὸ πρῶτον ἔσται, οὕτως καὶ τοῦ πρώτου ὄντος ἐξ ἀνάγκης ἔσται τὸ δεύτερον, ὅπερ ἐστὶ τὸ ἁπλῶς ἀναγκαῖον.
“那么,如果后继者将存在,先前者生成就是必然的(例如如果有房屋,就必须有地基;如果有地基,就必须有黏土),那么难道在地基已经生成的情况下,房屋生成也是必然的吗?” 他的意思是:在存在假言必然性的事物上,单纯必然者是否也能在它们上面被观察到呢?例如,如果房屋生成时,地基必然也已经生成,且在此之前黏土也必须已经生成,那么难道反过来,在地基已经生成时,房屋生成也是必然的吗?或者说,除非第二者依其本性单纯出于必然跟随第一者,否则这便不再是必然的?而当第二者是出于必然存在的那种事物时,此时它便可换位;正如第二者存在时第一者必然将存在一样,第一者存在时第二者也必然将存在,而这正是单纯必然者。
"Οὕτω γὰρ ἦν τὸ πρότερον ἔχον πρὸς τὸ ὕστερον, ὥστε εἰ ἐκεῖνο ἔσται, ἀνάγκη ἐκεῖνο πρότερον.3" Ἡ ἀκολουθία, φησί, τοῦ προτέρου πρὸς τὸ ὕστερον τοιαύτη τις ἦν, ὥστε εἰ τὸ ὕστερον ἔσται, ἀνάγκη εἶναι καὶ τὸ πρότερον. εἴπερ οὖν καὶ ἡ τοῦ δευτέρου πρὸς τὸ πρῶτον ἀκολουθία ἡ αὐτὴ εἴη, ὥστε τοῦ προτέρου ὄντος εἶναι πάντως τὸ δεύτερον, ἐπὶ τούτων ἀδιάφορος ἡ ἀντιστροφή.
“因为先前者相对于后继者是具有如此的关系的,即如果那个将存在,那个在先就是必然的。” 他说,先前者相对于后继者的归结关系是这样的:如果后继者将存在,先前者必然也存在。因此,如果第二者相对于第一者的归结关系也是同一的,以至于先前者存在时第二者无论如何都存在,那么在这些事物中换位是无差别的。
"Ἢ οὐκέτι, εἰ μὴ κἀκεῖνο ἀνάγκη γενέσθαι ἁπλῶς." Τουτέστιν οὐ πάντως τῷ θεμελίῳ ἀκολουθεῖ ἡ οἰκία, εἰ μὴ αὐτὴ ἡ οἰκία τὸ ἐξ ἀνάγκης εἶναι ἕξει. εἰ οὖν μὴ ἐξ ἀνάγκης, οὐδὲ γενομένου θεμελίου ἀνάγκη εἶναι οἰκίαν.
“或者不再是如此,除非那个单纯地生成也是必然的。” 也就是说,并非在一切情况下房屋都伴随地基,除非房屋自身就具有出于必然的存在。因此,如果它不是出于必然的,那么即使地基已经生成,房屋的存在也不是必然的。
- 2.158πάντων ἐνδεχομένην ἐχόντων τὴν γένεσιν
属格绝对结构,表示前述探究的理由或附随情境(是否由于一切事物都具有偶然的生成,因而不存在必然者)。
- 2.160Εἰ δὴ τὸ πρότερον ἀνάγκη γενέσθαι, εἰ τὸ ὕστερον, ἔσται
引文中的嵌套条件句结构,其中从句“εἰ τὸ ὕστερον [ἔσται]”构成了先前者生成的条件,整体表述了假言必然性的经典公式:“如果后继者将存在,先前者生成就是必然的”。
- 2.161ὥστε εἰ ἐκεῖνο ἔσται, ἀνάγκη ἐκεῖνο πρότερον
指示代词“ἐκεῖνο”在此连续两次出现却指代不同的项:前一个指代“τὸ ὕστερον”(后继者),后一个指代“τὸ πρότερον”(先前者)。
