- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:304.30-306.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论证了单纯必然者不可能存在于直线运动(无论无限还是有限)之中,而唯独属于具有永恒连续性与复归性的圆周运动,随后解释了原著中“依生成而运动”这一表述的合理性。
ὅτι μὲν οὖν τοῖς κατ’ εὐθεῖαν ἐπ’ ἄπειρον κινουμένοις οὐχ ὑπάρχει τὸ ἁπλῶς ἀναγκαῖον, ἐκ τούτων δῆλον· ὅτι δὲ οὐδὲ τοῖς ἐπὶ πεπερασμένης εὐθείας, δείκνυσι τοῦτον τὸν τρόπον. τὸ ἁπλῶς ἐξ ἀνάγκης γίνεσθαι τοῦτό ἐστιν, ὃ ἀδύνατόν ἐστι μὴ γίνεσθαι· ὃ δὲ ἀδύνατόν ἐστι μὴ γίνεσθαι, ἀεὶ γίνεται· τὸ δὲ ἀεὶ γίνεσθαι ἐπὶ πεπερασμένης εὐθείας ἀδύνατον. τοῦ γὰρ ἀεὶ γίνεσθαι διχῶς νοουμένου,1 ἢ κατὰ τὸ συνεχῆ καὶ μίαν ἀεὶ τὴν γένεσιν εἶναι ἢ κατὰ τὸ πάλιν καὶ πάλιν γίνεσθαι (ὡς ὅταν φῶμεν τὸν ἥλιον ἐξ ἀνάγκης ἐν Κριῷ γίνεσθαι καὶ ἀεὶ ἐν Κριῷ γίνεσθαι, οὐ τῷ διὰ παντὸς ἐν Κριῷ κατὰ τὸ συνεχὲς γίνεσθαι, ἀλλὰ τῷ πάλιν καὶ πάλιν, καὶ τοῦτ’ ἀεί), εἰ μὲν τὸ ἐξ ἀνάγκης γίνεσθαι ἐπὶ τῆς πεπερασμένης εὐθείας τοιοῦτον λάβῃς, ὡς συνεχῆ καὶ μίαν εἶναι τὴν γένεσιν, ἀδύνατον. συμβήσεται γάρ, φησίν, ἀεὶ εἶναι τὸ ἐνδεχόμενον μὴ ἀεὶ εἶναι· τὸ γὰρ ἐπὶ πεπερασμένης εὐθείας κινούμενον περανθείσης τῆς εὐθείας παύεται τῆς κινήσεως καὶ οὐκέτι κινηθήσεται. ὅπερ οὖν ἀδύνατον ἀεὶ κινεῖσθαι, ἐξ ἀνάγκης ἀεὶ κινούμενον ὑποτίθενται οἱ φάσκοντες ἐξ ἀνάγκης ἐπὶ πεπερασμένης εὐθείας ἀεὶ κινεῖσθαι. εἰ δέ τις τὸ ἀεὶ κινεῖσθαι ὑπόθοιτο κατὰ τὸ πάλιν καὶ πάλιν κινεῖσθαι, ἀΐδιόν τινα ἀνάκαμψιν εἰσάξει, ἥτις τῇ ἀνακυκλήσει μόνως ὑπάρχει· ἐπὶ γὰρ εὐθείας οὐκ ἔστιν ἀνάκαμψις ἀιδίως γινομένη. καὶ δῆλον μὲν πρῶτον ἐκ τῆς ἐναργείας, τῷ μηδὲν εἶναι τοιοῦτον ὃ ἐπ’ εὐθείας ἀιδίως ἀνάκαμψιν ποιεῖται· ἔπειτα εἰ τὸ ἀιδίως κινούμενον ἀΐδιόν ἐστι, τὸ δὲ ἀΐδιον ἀιδίαν ἔχον τὴν δύναμιν οὐ ποτὲ μὲν κινηθήσεται ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ κατὰ τὸ συνεχές, ἡ δὲ ἐπ’ εὐθείας κίνησις ἀνακάμπτουσα οὐ μένει συνεχὴς ἀλλ’ ἐν μέσῳ ἡσυχίᾳ διαλαμβάνεται, ἀδύνατον ἄρα ἀιδίως κατὰ συνέχειαν ἐπὶ πεπερασμένης εὐθείας κινηθῆναι. καὶ ἄλλως οὐδὲν τῶν ἐπ’ εὐθείας κινουμένων ἀΐδιόν ἐστιν, ἀλλὰ πάντα γενητά ἐστι καὶ φθαρτά. εἰ τοίνυν δέδεικται μήτε τοῖς ἐπ’ ἀπείρου μήτε τοῖς ἐπὶ πεπερασμένης εὐθείας κινουμένοις τὸ ἁπλῶς ἀναγκαῖον ὑπάρχον, δῆλον ὅτι τοῖς ἐπ’ εὐθείας ὅλως κινουμένοις μὴ ὑπάρξει. τῇ κύκλῳ ἄρα·2 μόνη γὰρ ἡ κύκλῳ φορὰ τὸ ἁπλῶς ἀναγκαῖον ἔχει, ἐπειδὴ καὶ μόνη ἡ κύκλῳ κίνησις ἀΐδιος, μία οὖσα καὶ συνεχὴς κίνησις. τὰ δὲ μέρη τῆς κινήσεως αὐτῆς τῷ μὲν ἀριθμῷ διάφορά ἐστι, τῷ εἴδει δὲ τὰ αὐτά· ἡ γὰρ ἀπὸ Κριοῦ ἐπὶ Ταῦρον κίνησις τῇ ἀπὸ Ταύρου ἐπὶ Διδύμους τῷ μὲν ἀριθμῷ οὐχ ἡ αὐτὴ εἴδει δὲ ἡ αὐτή, καὶ αἱ περίοδοι δὲ τῶν ἀποκαταστάσεων εἴδει μὲν αἱ αὐταὶ διάφοροι δὲ τῷ ἀριθμῷ. μόνῃ ἄρα τῇ ἀνακυκλήσει ὑπάρχει τὸ ἐξ ἀνάγκης καὶ ἀϊδίως πάλιν καὶ πάλιν γίνεσθαι, ὡς ὅταν εἴπωμεν τὸν ἥλιον ἐν Κριῷ ἐξ ἀνάγκης γίνεσθαι, διότι οὐδέποτε διαλείπει κατὰ ἐνιαυσιαίαν περίοδον ἐν Κριῷ γινόμενος. ὥστε δέδεικται ἐκ τῶν λελεγμένων ὅτι τὸ ἀναγκαῖον, εἴτε τὸ κατὰ τὴν συνεχῆ καὶ ἀδιάκοπον κίνησιν θεωρούμενον εἴτε τὸ κατὰ τὸ πάλιν καὶ πάλιν τῇ ἀνακυκλήσει νοούμενον λάβωμεν, μόνως τοῖς κύκλῳ κινουμένοις ὑπάρξει. Ἐπεὶ δὲ ἐν τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἢ ἀλλοίωσιν ἢ ὅλως μεταβολήν. ἐπειδὴ ἡ γένεσις κίνησις μὲν οὐχ ἁπλῶς, ἔστι δὲ κατὰ τὴν γένεσιν κίνησίς τις (οὐδὲ γὰρ ἄνευ κινήσεως ἡ γένεσις), εἰκότως εἶπεν ἐν τοῖς κινουμένοις κατὰ γένεσιν.
因此,从这些论述可以清楚看出,单纯必然者并不属于沿直线作无限运动的事物;而他按如下方式证明它也不属于在有限直线上的事物。单纯出于必然生成,就是指不可能不生成者;而不可能不生成者,总是生成的;但总是在生成,在有限直线上是不可能的。因为“总是在生成”被理解为两种方式,要么在于生成总是连续且单一的,要么在于一次又一次地生成(正如当我们说太阳出于必然在白羊宫中生成,并且总是在白羊宫中生成时,并不是由于它在所有时间中依连续方式在白羊宫中生成,而是由于一次又一次,并且这总是如此),如果把在有限直线上出于必然生成设定为这样一种生成,即生成是连续且单一的,这是不可能的。因为他说道,“将得出可能非永远存在者,竟然永远存在”;因为沿有限直线运动的事物,在直线穷尽时便停止运动,不再被推动了。因此,那些声称出于必然在有限直线上永远运动的人,是将那不可能永远运动的事物,假定为出于必然永远在运动。如果另一方面,有人把永远运动假定为由于一次又一次地运动,他就会引入某种永恒的往返折返,而这只属于循环往复;因为在直线上并不存在永恒生成的折返。首先从显明的事实来看就很清楚,因为没有任何事物是在直线上作永恒折返的;其次,如果永恒运动者是永恒的,而永恒者具有永恒的能力,便不会有时运动有时不运动,而是依连续性永远运动,但直线上的折返运动并不保持连续,而是被中间的静止所间隔,因此在有限直线上依连续性作永恒运动是不可能的。此外,在直线上运动的事物没有一个是永恒的,而是全都是可生成和可消灭的。由此,如果已经证明单纯必然者既不属于在无限直线上运动的事物,也不属于在有限直线上运动的事物,那么显而易见,它根本不属于在直线上运动的事物。因而它属于圆周运动;因为唯有圆周位移才具有单纯必然者,因为也唯有圆周运动才是永恒的,是单一且连续的运动。而这一运动的各部分在数目上各不相同,在形式上则是相同的;因为从白羊宫到金牛宫的运动与从金牛宫到双子宫的运动,在数目上并非同一,但在形式上是同一的,而复位周期的循环在形式上相同,在数目上相异。因此,唯独循环往复才具有出于必然且永恒地一次又一次生成,正如当我们说太阳出于必然在白羊宫中生成,是因为它依照年度周期在白羊宫中生成从未中断过。是以从上述论证已然表明,无论我们将必然者理解为依连续且不中断的运动被观照者,还是理解为依循环往复中一次又一次被理解者,它都唯独属于做圆周运动的事物。 “而既然在依生成或质变或通体的变化而连续运动的事物中”既然生成单纯而言并非运动,但依生成存在某种运动(因为没有运动生成也不会存在),他合乎情理地说了“在依生成运动的事物中”。
- 2.157τοῦ γὰρ ἀεὶ γίνεσθαι διχῶς νοουμένου
独立属格(τοῦ ... νοουμένου),表示理由或论述的前提背景。其内部包含由 ἢ ... ἢ ... 构成的两分法展开(κατὰ τὸ συνεχῆ... 与 κατὰ τὸ πάλιν καὶ πάλιν...)及具体例证的插入(ὡς ὅταν φῶμεν...),并引向随后的条件句结构(εἰ μὲν ... λάβῃς, ἀδύνατον)。
- 2.157τῇ κύκλῳ ἄρα
呼应前文的 μήτε τοῖς ἐπ’ ἀπείρου μήτε τοῖς ἐπὶ πεπερασμένης εὐθείας κινουμένοις ... μὴ ὑπάρξει,省略了动词与主语(ὑπάρξει τὸ ἁπλῶς ἀναγκαῖον)的简略结论。与格 τῇ κύκλῳ 承接下文的 μόνη γὰρ ἡ κύκλῳ φορὰ / κίνησις,指圆周运动。
