← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§303.20-304.30

假设必然性与单纯必然性

斐洛庞努斯阐述了出于假设的必然性与单纯必然性之间的区别,指出前者适用于一切生成之物,而后者仅属于圆周运动,不可能属于沿无限或有限直线的运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.157#2

Ἆρ’ οὖν οὐδαμῶς, φησίν, ἐπὶ τούτων τὸ ἐξ ἀνάγκης ἐστί, λέγω δὴ τῶν ἐνδεχομένων εἶναι καὶ μὴ εἶναι; ἢ ἔστι πως κἀν τούτοις τὸ ἀναγκαῖον, καθ’ ὅ φαμεν τοῦ δευτέρου ὄντος ἐξ ἀνάγκης προηγήσατο τὸ πρότερον; καρπῶν γὰρ γενομένων ἐξ ἀνάγκης προκατεβλήθη τὸ σπέρμα. ὅπερ ἐξ ὑποθέσεως ἀναγκαῖον ὀνομάζει. χρὴ γὰρ εἰδέναι ὅτι διττοῦ ὄντος τοῦ ἀναγκαίου, τοῦ μὲν ἁπλῶς λεγομένου ἀναγκαίου καθ’ ὅ φαμεν τῷ προτέρῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖν, τοῦ δὲ ἐξ ὑποθέσεως καθ’ ὃ τοῦ δευτέρου ἐκβεβηκότος ἐξ ἀνάγκης τὸ πρότερον ὑπέστη, κατὰ μὲν τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον πάντα τὰ ὄντα καὶ γινόμενα ἀλλήλοις κοινωνεῖ (πάντα γὰρ κοινῶς μετέχει τούτου καὶ ἐν πᾶσι θεωρεῖται καὶ ἔστιν ἀναγκαῖα), κατὰ δὲ τὸ ἁπλῶς ἀναγκαῖον οὐκέτι κοινωνεῖ ἀλλήλοις πάντα· οὐ γὰρ ἕκαστον τῶν ἐξ ἀνάγκης ἐστίν, ἀλλὰ πολλὰ καὶ εἶναι καὶ μὴ εἶναι ἐνδέχεται. δῆλον τοίνυν ὡς ἐφ’ ὧν μέν ἐστι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, οὐ πάντως ἐστὶ τὸ ἁπλῶς ἀναγκαῖον· ἐφ’ ὧν δὲ τὸ ἁπλῶς ἀναγκαῖον, ἐπὶ τούτων καὶ τὸ ἐξ ὑποθέσεως ὑπάρξει ἀναγκαῖον, ὡς ἀντιστρέφειν καὶ τοῦ δευτέρου ὄντος εἶναι τὸ πρότερον ἐξ ἀνάγκης καὶ τοῦ προτέρου ὄντος ἐξ ἀνάγκης ἀκολουθεῖν καὶ τὸ δεύτερον. ἀλλ’ οὐ διὰ τὸ πρότερον, φησίν, ἀλλὰ δι’ ἑαυτό. ὅταν γὰρ τῷ προτέρῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἕπηται, οὐ διὰ τὸ πρότερον ἕπεται, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν, διότι τοιοῦτόν ἐστι φύσει ὡς ἀδύνατον εἶναι μὴ γενέσθαι. διὸ καὶ ἁπλῶς ἀναγκαῖον αὐτὸ εἰκότως ὠνόμασεν, διότι ἐξ ἑαυτοῦ τὸ ἀναγκαῖον ἔχει καὶ φύσει ἐστὶν ἀναγκαῖον, τοῦ ἑτέρου κατὰ ὑπόθεσιν οὐ κατὰ φύσιν ἔχοντος τὸ ἀναγκαῖον, ἀλλὰ μετὰ τὴν ἀπόβασιν λεγομένου τὸ ἐξ ἀνάγκης ἔχειν·1 ὑποθέμενοι γὰρ τὸ δεύτερον ἐκβεβηκός, ἐξ ἀνάγκης φαμὲν τὸ πρότερον προϋπάρξαι. Ταῦτα οὕτως εἰρηκὼς δείκνυσιν ἐφεξῆς ὅτι τὸ ἁπλῶς ἀναγκαῖον τοῖς κύκλῳ κινουμένοις μόνον ὑπάρχει, καὶ οὐ τοῖς ἐπ’ εὐθείας. ὅτι δὲ ἀδύνατον τοῖς ἐπ’ εὐθείας ὑπάρχειν τὸ ἁπλῶς ἀναγκαῖον, κατασκευάζει ἐκ διαιρέσεως. τὸ γὰρ ἐπ’ εὐθείας, φησί, κινούμενον ἤτοι ἐπ’ ἀπείρου ἢ ἐπὶ πεπερασμένης εὐθείας κινεῖται· οὔτε δὲ τοῖς ἐπ’ ἀπείρου εὐθείας κινουμένοις ὑπάρξει τὸ ἁπλῶς ἀναγκαῖον, οὔτε τοῖς ἐπὶ πεπερασμένης. τοῖς μὲν ἐπ’ ἀπείρου εὐθείας κινουμένοις οὐχ ὑπάρξει τὸ ἁπλῶς ἀναγκαῖον διότι τὸ ἁπλῶς ἀναγκαῖον ἐλέγομεν εἶναι ἔνθα τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖ, ἐπὶ δὲ τοῦ ἀπείρου οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ ὕστερον· ἄναρχον γὰρ καὶ ἀπεράτωτον. οὐδὲ γὰρ ἐπὶ τῶν γεγονότων δυνατὸν τὸ ἐξ ἀνάγκης ἁπλῶς λαβεῖν, ὥστε λέγειν διὰ τὸ πρότερον ἠκολουθηκέναι τὸ γεγονὸς δεύτερον· ὅλως γὰρ οὐκ ἔστιν ἀρχὴν λαβεῖν οὔτε πρῶτον τοῦ ἀπείρου. εἰ δὲ μὴ ἔστι τὸ πρῶτον λαβεῖν, οὐδὲ τὸ δεύτερον ἔσται. οὐκοῦν οὐδὲ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔσται. ὅλως γὰρ οὐδὲ γενέσθαι τι δυνατὸν ἐπὶ τοῦ ἀπείρου. ἕκαστον γὰρ τῶν λαμβανομένων ὡς γεγονὸς ἄπειρον ἔχει τὸ διάστημα τὸ μέχρι τῆς ἀρχῆς, ὅπερ ἀδύνατον ἦν διεξελθὸν καταντῆσαι ἐν ᾧ γέγονεν.2 οὕτως μὲν οὖν ἐπὶ τῶν γεγονότων, ὡσαύτως δὲ κἀπὶ τῶν γενησομένων ἀδύνατον ἐπὶ τοῦ ἀπείρου τὸ ἁπλῶς ἀναγκαῖον· οὐδὲ γάρ ἐστι τὸ ὕστερον ἐν τῷ ἀπείρῳ. οὐχ ἕξει ἄρα χώραν εἰπεῖν ὅτι εἰ τόδε γέγονε, καὶ τὸ ὕστερον ἕψεται.

“那么,难道在这些事物中,我是说在既可能存在又可能不存在的事物中,”他说道,“出于必然者就绝不存在吗?抑或在这些事物中也以某种方式存在着必然者,正如我们所说,在后继者存在时先行者必然居先一样?”因为在果实已经生成时,种子预先播下就是出于必然的。这正是他称之为“出于假设的必然者”。因为应当知晓,必然者既是双重的——其一是被单纯称为必然的,正如我们所说后继者出于必然伴随先行者;其二是出于假设的,正如在后继者成真时先行者出于必然已经成立——那么就出于假设的必然者而言,一切存在的事物和生成的事物都彼此相通(因为一切事物都共同分有此者,并在所有事物中被观照,且是必然的),但就单纯必然者而言,并非所有事物都彼此相通了;因为并非每一事物都是出于必然的,而是许多事物既可能存在也可能不存在。由此可见,在具有出于假设的必然者的场合,未必全然具有单纯必然者;而在具有单纯必然者的场合,出于假设的必然者也将属于这些事物,以致发生换位,既在后继者存在时先行者出于必然存在,又在先行者存在时后继者也出于必然伴随。“然而并非由于先行者,”他说道,“而是由于其自身。”因为每当后继者出于必然伴随先行者时,并不是由于先行者而伴随,而是由于其自身的本性,因为它是本性上如此的事物,以致不可能不生成。因此他也理所当然地称之为单纯必然者,因为它从自身具有必然性并且在本性上是必然的,而另一者依照假设而非依照本性具有必然性,乃是在结局之后才被说成具有出于必然者;因为我们在假设了后继者已经成真之后,才说先行者预先存在是出于必然的。 他在如此论述了这些之后,接着证明单纯必然者仅属于做圆周运动的事物,而不属于沿直线运动的事物。至于单纯必然者不可能属于沿直线运动的事物,他是通过划分法来论证的。因为他说道,“沿直线运动的事物,要么在无限的直线上运动,要么在有限的直线上运动”;但无论对于在无限直线上运动的事物,还是对于在有限直线上运动的事物,单纯必然者都不会属于它们。对于在无限直线上运动的事物,单纯必然者不会属于它们,是因为我们曾说单纯必然者是在第二者出于必然伴随第一者的地方,而在无限中并不存在第一者和后继者;因为它是无始且无极的。因为即便在已经生成的事物中,也不可能单纯地把握出于必然者,以致能够说由于先行者,已经生成的第二者才伴随而来;因为全然不可能把握无限的始基或第一者。而如果不可以把握第一者,第二者也不会存在。因此,出于假设的必然者也不会存在。因为全然不可能有任何事物在无限中生成。因为被当作已经生成而加以把握的每一事物,直到始基都有着无限的间距,在穿越了这一间距之后到达它所生成于其中的状态是不可能的。那么在已经生成的事物中情况固然如此,同样地在将要生成的事物中,在无限上单纯必然者也是不可能的;因为在无限中也不存在后继者。因此,说“如果此事已经生成,后继者也将伴随”就毫无立足之地了。

语法注2 条
  1. 2.157τοῦ ἑτέρου κατὰ ὑπόθεσιν οὐ κατὰ φύσιν ἔχοντος τὸ ἀναγκαῖον, ἀλλὰ μετὰ τὴν ἀπόβασιν λεγομένου τὸ ἐξ ἀνάγκης ἔχειν

    独立属格结构,主语 τοῦ ἑτέρου 支配两个并列分词 ἔχοντος 与 λεγομένου。它构成了逻辑上的鲜明对比:前文所述单纯必然者从自身且依本性具有必然性,而另一者(假设必然性)则仅在结局(ἀπόβασις)出现之后才被溯及既往地称作具有必然性。

  2. 2.157ὅπερ ἀδύνατον ἦν διεξελθὸν καταντῆσαι ἐν ᾧ γέγονεν

    关系代词 ὅπερ 先行词为 τὸ διάστημα,作为分词 διεξελθόν 的宾语。中性单数分词 διεξελθόν 与不定式 καταντῆσαι 的逻辑主语(承接前文 ἕκαστον)一致,句意为:在穿越了这一直到始基的无限间距之后,要到达它已经生成于其中的状态是根本不可能的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:303.20-304.30