- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:302.11-303.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明了在生成的连续性与相继中后继者是必然生成还是偶然生成的问题,并通过名词用法(“必定会”与“将要”之分)以及存在者本性的差异(必然存在者与偶然存在者)这两个角度进行了论证。
" Ἐπεὶ δ’ ἐν τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἢ ἀλλοίωσιν ἢ ὅλως μεταβολὴν ὁρῶμεν τὸ ἐφεξῆς ὂν καὶ γινόμενον τόδε μετὰ τόδε." Δείξας ἐν τοῖς προλαβοῦσιν ὅτι ὑπάρχει τῇ γενέσει τὸ συνεχές, ἐπειδὴ τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἐστὶ τὸ ἐφεξῆς καὶ τὸ γίνεσθαι τὸ δεύτερον μετὰ τὸ πρότερον, ζητεῖ εἰ ἔστι τὸ ἐξ ἀνάγκης ἐν τοῖς γινομένοις ὡς ἀνάγκη ἀκολουθεῖν τῷ προτέρῳ τὸ δεύτερον, ἢ οὐδέν ἐστιν ἀνάγκη γινόμενον, ἀλλὰ πάντα ἐνδεχόμενα, ὡς ἐνδέχεσθαι καὶ γίνεσθαι καὶ μὴ γίνεσθαι. ἀλλ’ ὅτι μέν, φησίν, ἔνια ἐνδεχομένην ἔχει τὴν ἔκβασιν, πρόδηλον, ἀλλ’ εἰ μὴ πάντα ἐστὶ τοιαῦτα ζητητέον. ὅτι οὖν οὐ πάντα ἐνδεχομένην ἔχει τὴν ἐπὶ τοῖς προτέροις ἀκολούθησιν, ἀλλ’ ἔνια καὶ τὸ ἐξ ἀνάγκης ἔχει, ἐφ’ ὧν ἀδύνατον τὸ μὴ ἀκολουθεῖν τοῖς προτέροις τὰ δεύτερα, δείκνυσι διχῶς, ἔκ τε τῆς χρήσεως τῶν ὀνομάτων καὶ ἐξ αὐτῶν τῶν πραγμάτων. ἀπὸ μὲν τῆς χρήσεως, διότι ἐπὶ τῶν μηδέπω ὄντων, ἀλλ’ εἰς τὸν μέλλοντα χρόνον ἔσεσθαι δυναμένων, εἰώθαμεν τῷ ‘μέλλει’ καὶ τῷ ‘ἔσται’ κεχρῆσθαι, τὸ μὲν ἔσται ἐπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων τάττοντες (ἀληθοῦς γὰρ ὄντος τοῦ ἔσται, ἀνάγκη εἶναί ποτε ὅπερ ἔφαμεν ἔσεσθαι), τὸ δὲ μέλλει ἐπὶ τῶν ἐνδεχομένων καὶ μὴ γενέσθαι·1 ἀληθοῦς γὰρ ὄντος τοῦ μέλλει, δύναται καὶ μὴ ἐκβῆναι ὅπερ ἔφαμεν μέλλειν. καὶ μὴ ἐκβεβηκότος οὐκ ἐψεύσατο ὁ μέλλειν εἰπών· τὸ γὰρ μέλλει ἐν ἴσῳ ἐστὶ τῷ ἐνδέχεται, τὸ δὲ δύνασθαι καὶ ἐνδέχεσθαι οὐ πρὸς τὴν ἔκβασιν κρίνεται, ἀλλὰ πρὸς τὴν ἀκώλυτον ἐπιτηδειότητα. δύναται γὰρ τὸ ξύλον καυθῆναι κἂν μηδέποτε καυθῇ, καὶ ἡ παρθένος δύναται συνελθεῖν ἀνδρὶ κἂν μηδέποτε συνέλθῃ. οὕτως τοίνυν εἰ μὲν φαίημεν ὅτι μετὰ τὸ ἔαρ ἔσται θέρος, καὶ ἀνάγκη εἶναί ποτε τὸ θέρος * * * λέγομεν2 τοῦ σπέρματος καταβληθέντος ὅτι μέλλει φῦναι στάχυς καὶ δυνατὸν φῦναι, ἀληθοῦς οὔσης τῆς ἀποφάνσεως ἐνδέχεται μὴ φῦναι, διότι ἐνδεχομένη ἦν ἡ ἔκβασις. τοῦτον μὲν οὖν τὸν τρόπον ἐκ τῆς χρήσεως πιστοῦται τὸ προκείμενον, ἐκ δὲ τῶν πραγμάτων τῆς διαφορᾶς οὕτως. ἐπειδὴ τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἔχει τὸ εἶναι καὶ ἀδύνατον αὐτὰ μὴ εἶναι, τὰ δὲ δυνατὸν καὶ εἶναι καὶ μὴ εἶναι, τὸν αὐτὸν τρόπον ἕξει κἀπὶ τῶν γινομένων, ὡς τὰ μὲν ἐξ ἀνάγκης γίνεσθαι τὰ δὲ ἐνδεχομένως· εἰ τι μὲν γὰρ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι, τοῦτο καὶ τὴν γένεσιν ἐξ ἀνάγκης ἔχει. οἷον ὁ ἥλιος ἐν Κριῷ ὢν ἐξ ἀνάγκης τὸ εἶναι ἔχει· οὐ γὰρ δυνατὸν ἦν μὴ εἶναι αὐτὸν ἐκεῖσε δηλονότι, καὶ ὅταν μήπω ἦν, ἐξ ἀνάγκης ἐκεῖ γενήσεται, καὶ ἀδύνατον μὴ γενέσθαι ἐκεῖ. ὡσαύτως δὲ ὅπερ ἐνδεχομένως ἔχει τὸ εἶναι, ἐνδεχομένην ἕξει καὶ τὴν γένεσιν, ἅτε δὴ δυνάμενον καὶ εἶναι καὶ μὴ εἶναι. οἷον εἰ τὸ εἶναι τὴν οἰκίαν ἢ γραμματικὸν εἶναι ἢ τέκτονα ἐνδεχομένως ἐστί, καὶ ἡ τούτων γένεσις ἐνδεχομένη ἐστί· δυνατὸν γὰρ ἦν καὶ μὴ εἶναι μηδὲ γενέσθαι τούτων ἕκαστον. καὶ εἰ μὴ ἀναγκαῖον ἔχει τὸ εἶναι ὅδε τις ὁ στάχυς, ἀλλ’ ἐνεδέχετο καὶ μὴ εἶναι, δῆλον ὅτι καὶ ἡ τούτου γένεσις οὐκ ἀναγκαίως ἠκολούθησε τῇ τοῦ σπέρματος εἰς γῆν καταβολῇ, ἀλλ’ ἐνεδέχετο καὶ μὴ ἀκολουθῆσαι.
“而既然在按照生成、质变或一般的变化而连续运动的事物中,我们看到相继存在,且此事在彼事之后生成。” 在前面证明了连续性属于生成之后,由于在按照生成连续运动的事物中存在着相继,即后继者在先行者之后生成,因此他探究:在生成的事物中是否存在出于必然的事物,以致后继者必然伴随先行者;还是说生成的事物中没有任何东西是出于必然的,而全都是偶然的,以致既可能生成也可能不生成。但他说道,某些事物具有偶然的结局固然是预先显明的,但是否并非所有事物都是如此,则需要探究。因此,关于并非所有事物都是偶然地伴随于先行事物之后,而是某些事物也具有出于必然者(在这些事物中,后继者不可能不伴随先行者),他通过两种方式加以证明:其一来自名词的用法,其二来自事实本身。从用法来说,是因为对于尚未存在但在未来时间中可能存在的事物,我们习惯于使用“将要”和“必定会”,把“必定会”配置给那些出于必然伴随的事物(因为如果“必定会”是真的,那么我们说过必定会存在的事物在某一时刻存在就是必然的),而把“将要”配置给那些偶然的、也可能不生成的事物(因为如果“将要”是真的,我们说过将要发生的事物也可能不会成真;而即使没有成真,说了“将要”的人也没有说谎;因为“将要”等同于“可能是”,而可能与偶然并不是根据结局来判定的,而是根据不受阻碍的合宜性来判定的;因为木头即使从未被烧毁也是可能被烧毁的,处女即使从未与男人结合也是可能结合的)。因此同样地,如果我们一方面说在春天之后必定会有夏天,且夏天在某一时刻存在是必然的,[那么另一方面,]在种子播下时我们说谷穗将要长出且可能长出,但即使这一论断是真的,它也有可能不长出,因为这一结局是偶然的。那么,以此方式从用法上证实了所提出的论题,而从事实的差异上则是这样。既然在存在者中,某些事物出于必然具有存在且它们不可能不存在,而另一些事物既可能存在也可能不存在,那么在生成的事物中情况也将相同,以致某些事物出于必然生成,而另一些事物偶然地生成。因为如果有某物出于必然具有存在,此物也出于必然具有生成。例如,太阳在白羊宫中是出于必然具有存在的;因为显而易见,它不可能不在那里,且当它尚未在那里时,它也必然会生成在那里,并且不可能不生成在那里。同样,凡偶然具有存在的事物,由于既能够存在也能够不存在,因而也偶然地具有生成。例如,如果房屋的存在、或是成为文法家、或是成为木匠是偶然的,那么它们的生成也是偶然的;因为这些事物中的每一项原本都有可能不存在也不生成。而且,如果这一个别谷穗并不具有必然的存在,而是原本也可能不存在,那么显而易见,它的生成也并未必然地伴随着种子在土地中的播下,而是原本也可能不伴随。
- 2.157τὸ δὲ μέλλει ἐπὶ τῶν ἐνδεχομένων καὶ μὴ γενέσθαι
不定词 καὶ μὴ γενέσθαι 作为补足不定词修饰 τῶν ἐνδεχομένων(中性复数属格实体化分词),意为“也可能不生成的事物”。此处的 καί 具有“也”的附加含义,突显了偶然性不仅包含生成、同时也包含“不生成”的双向可能性。
- 2.157εἰ μὲν φαίημεν ὅτι μετὰ τὸ ἔαρ ἔσται θέρος, καὶ ἀνάγκη εἶναί ποτε τὸ θέρος * * * λέγομεν
在 ἀνάγκη εἶναί ποτε τὸ θέρος 之后文本存在脱文(lacuna)。开头由 εἰ μὲν 引导的条件从句所对应的归结从句(或相对比的从句,如 εἰ δέ / ὅταν δέ)已经缺失,导致直接衔接至 λέγομεν 造成句法脱节。理解时须依据句意在夏天必定到来的必然性与种子发芽生穗的偶然性之间补充这种逻辑对比。
