- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:301.1-302.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德援引《物理学》并探究运动的连续性究竟源于处所还是被动者(337a25–337a30),斐洛庞努斯指出处所本身的连续性依赖于物体,并阐明与自身相接的圆周物体才是运动乃至时间连续性的根本原因。
" Καθάπερ ἐν τοῖς ἐν ἀρχῇ λόγοις διωρίσθη." Τοὺς ἐν ἀρχῇ λόγους φησὶ τοὺς τῆς Φυσικῆς ἀκροάσεως· αὕτη γὰρ ἄρχει καὶ προηγεῖται τῆς φυσικῆς θεωρίας.
“正如在开端的论述中所规定的。” 他说,“开端的论述”是指《物理学讲义》的论述;因为这部著作开启并引领着自然研究。
"Συνεχὴς δ’ ἡ κίνησις πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ τὸ ἐν ᾧ κινεῖται;1" Λαβὼν ὅτι ἔστι κίνησις συνεχὴς ἧς μέτρον ἐστὶν ὁ χρόνος, καὶ ὅτι αὕτη ἐστὶν ἡ τοῦ κυκλοφορικοῦ σώματος, νῦν ζητεῖ πόθεν τὸ συνεχὲς τῇ κινήσει, πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ τῷ συνεχὲς εἶναι τὸ ἐν ᾧ ἡ κίνησις. τὸ δὲ ἐν ᾧ καὶ καθ’ ὃ ἡ κίνησις, πάθος ἐστὶ καὶ τόπος. τὸ μὲν οὖν πάθος οὐκ ἂν λέγοιτο συνεχὲς πλὴν ἢ κατὰ συμβεβηκός, τῷ τὸ πρᾶγμα ἐν ᾧ θεωρεῖται εἶναι συνεχές. τὸ γὰρ λευκὸν λέγομεν εἶναι συνεχὲς τῷ τὸ σῶμα ἐν ᾧ θεωρεῖται εἶναι συνεχές· τὸ γὰρ συνεχὲς τοῦ ποσοῦ ἐστι καὶ περὶ τοῦτο θεωρεῖται. εἰ δέ τις λέγοι ὅτι τὸ αὐξόμενον μεγέθους προσθήκῃ αὔξεται, καὶ ταύτῃ εὐλόγως τὴν αὔξησιν συνεχῆ λέγεσθαι, φαμὲν ὅτι συνεχὲς νῦν φησιν ὁ Ἀριστοτέλης οὗ ἔστι τινὰ ἀεὶ ἐφεξῆς λαβεῖν,2 τῆς δὲ αὐξήσεως οὐκ ἔστιν ἀεὶ ἐφεξῆς λαβεῖν· οὐ γὰρ ἐπ’ ἄπειρον αὔξεται τὸ αὐξόμενον. ὥστε τὸ πάθος οὐκ ἂν εἴη συνεχές. εἰ οὖν ὑπάρξει τινὶ τῶν ἐν ᾧ ἡ κίνησις τὸ συνεχές, τῷ τόπῳ μόνῳ ὑπάρξει· μέγεθος γάρ τί ἐστιν ὁ τόπος. καὶ τούτῳ δὲ οὐ παντὶ ὑπάρχει τὸ συνεχές, ἀλλὰ μόνῳ τῷ κύκλῳ· ἐπὶ τούτου γὰρ ἔστιν ἀεί τι ἐφεξῆς λαβεῖν, τῷ μὴ εἶναι ἀρχὴν μηδὲ πέρας. ἆρ’ οὖν ἐπειδὴ ὑπάρχει τῷ κύκλῳ τόπῳ τὸ συνεχές, διὰ τὸν τόπον φαμὲν τὴν κίνησιν ἔχειν τὸ συνεχές; ὅπερ αὐτὸς μηκέτι ζητήσας ἀλλὰ παραλιπών, περὶ τοῦ κινουμένου ποιεῖται τὸν λόγον λέγων ὅτι τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές, καὶ ἐφεξῆς αὐτὸ αἰτιᾶται τῆς συνεχοῦς κινήσεως. καὶ τοῦτο εἰκότως. εἰ γὰρ καὶ ἔχει τὸ συνεχὲς ὁ τόπος, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ’ ἐκ τοῦ σώματος τοῦ ἐν αὐτῷ. οὐ γὰρ ἔχει καθ’ ἑαυτὸν ὕπαρξιν ὁ τόπος κατὰ Ἀριστοτέλην, ἀλλὰ τῷ σώματι συνυφίσταται τῷ οὗ ἐστι τόπος· σχέσις γάρ τίς ἐστι τοῦ περιέχοντος πρὸς τὸ περιεχόμενον. ὥστε τῷ τὸ σῶμα εἶναι συνεχὲς καὶ ὁ τόπος συνεχής. εἰκότως ἄρα τὸ αἴτιον τῆς συνεχείας τῆς κατὰ τὴν κίνησιν τῷ κινουμένῳ ἀποδίδωσι.
“运动之所以连续,是因为被动者是连续的,还是因为其在其中运动者是连续的?” 在设定了存在以时间为其量度的连续运动,且这运动是周转物体的运动之后,他现在探究运动的连续性究竟从何而来:是因为被动者是连续的,还是因为运动在其中发生的事物是连续的。而运动在其中且依其发生的,乃是性质状态与处所。那么,性质状态除非是附带地、因其被观察于其中的事物是连续的,否则不能被称为连续的。因为我们说白是连续的,乃是因为它被观察于其中的物体是连续的;因为连续属于数量,并就数量而被观察。但如果有人说,增长物是通过大小的增加而增长的,因而增长被合理地称为连续的,那么我们回答说:亚里士多德现在所说的连续,是指始终可以在其后相继取受某种事物的东西,而在增长的情形中却不能始终相继取受;因为增长物并不是无限增长的。因此,性质状态不会是连续的。那么,如果连续性要属于运动在其中的任何事物,它将仅仅属于处所;因为处所是某种大小。并且连续性并不是属于每一个处所,而仅仅属于圆周处的处所;因为在此情形中始终可以相继取受某种事物,这是由于没有起点也没有终点。那么,难道由于连续性属于圆周处的处所,我们就说运动是因为处所而具有连续性吗?亚里士多德自己不再探究这一点,而是将其略过,转而讨论被动者,说“而在这当中,唯独在圆周上的才是连续的”,并随之将其归为连续运动的原因。这是合情合理的。因为即使处所具有连续性,也不是出于它自身,而是出于其内部的物体。因为按照亚里士多德的观点,处所并不具有自存的存在,而是与它作为其处所的物体一同持存;因为它是包含者相对于被包含者的某种关系。因此,由于物体是连续的,处所也是连续的。所以,他将运动中连续性的原因归于被动者是合乎情理的。
"Τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές." Τούτου μέν φησι τοῦ μεγέθους. ἐπιστῆσαι δὲ χρὴ ὅτι ἐξ ἀρχῆς εἰπὼν “δῆλον δὴ τῷ τὸ κινούμενον”, τουτέστι τῷ τὸ κινούμενον συνεχὲς εἶναι καὶ ἡ κίνησις συνεχής, εἶτα διὰ μέσου περὶ τοῦ τόπου εἰπών, ἐπήγαγε τὸ τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές,3 οὐκέτι περὶ τοῦ τόπου, ἀλλὰ περὶ τοῦ κινουμένου σώματος· τὸ γὰρ κυκλοτερὲς σῶμα αὐτὸ ἑαυτῷ συνεχές ἐστι, τουτέστιν ἑαυτῷ συναπτόμενον καὶ οὐ πρὸς ἄλλο ἔχον συνέχειαν. ἐκ τούτου δέ, φησί, τοῦ συνεχοῦς μεγέθους καὶ ἡ κίνησις ἔχει τὴν συνέχειαν, ἐκ δὲ τῆς κινήσεως ὁ χρόνος. ὥστε τὸ μὲν μέγεθος τῇ κινήσει, ἡ δὲ κίνησις τῷ χρόνῳ αἴτιον τῆς συνεχείας.
“而在这当中,唯独在圆周上的才是连续的。” 他说“在这当中”,是指在大小之中。应当注意到,他从一开始说了“显然是通过被动者”,即由于被动者是连续的,运动也是连续的,接着在中间谈到处所之后,他又补充道“而在这当中,唯独在圆周上的才是连续的”,这就不再是关于处所,而是关于被推动的物体了;因为圆周形的物体自身与自身相连续,即自身与自身相接,而不是相对于别物具有连续性。他说,正由于这种连续的大小,运动才具有连续性,而时间又由于运动而具有连续性。因此,大小是运动连续性的原因,而运动是时间连续性的原因。
- 2.155πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ τὸ ἐν ᾧ κινεῖται;
结构为表示原因的与格冠词 τῷ 引出不定式短语 τὸ κινούμενον συνεχὲς εἶναι。在 ἤ 之后的后半句中,省略了相对应的 τῷ [τὸ ἐν ᾧ κινεῖται συνεχὲς εἶναι] 结构。
- 2.155συνεχὲς νῦν φησιν ὁ Ἀριστοτέλης οὗ ἔστι τινὰ ἀεὶ ἐφεξῆς λαβεῖν
关系代词属格 οὗ 作为省略的先行词的部分属格,或与表示相继的副词概念 ἐφεξῆς 结合(相当于'在其[部分]之后始终可以相继取受者'),用以界定可以无限连续截取部分的连续体概念。
- 2.156ἐπιστῆσαι δὲ χρὴ ὅτι ἐξ ἀρχῆς εἰπὼν “δῆλον δὴ τῷ τὸ κινούμενον”, τουτέστι τῷ τὸ κινούμενον συνεχὲς εἶναι καὶ ἡ κίνησις συνεχής, εἶτα διὰ μέσου περὶ τοῦ τόπου εἰπών, ἐπήγαγε τὸ τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές
非人称动词 χρή 接不定式 ἐπιστῆσαι 构成主干('应当注意到……');ὅτι 从句内部由两个并列的分词短语(ἐξ ἀρχῆς εἰπὼν ... εἶτα ... εἰπών)修饰主动词 ἐπήγαγε('补充道'),理清了亚里士多德行文脉络的转换。
