- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:299.11-300.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德主张圆周运动的永恒推动者必然是不动且单一的第一本原,斐洛庞奴斯将其论述重构为一个完整的假言三段论,并阐明被省略的前提(连续运动的存在)是如何通过时间的连续性得到确立的。
" Ἐπειδὴ ἀνάγκη εἶναί τι κινοῦν, εἰ κίνησις ἔσται." Ὥσπερ ἐν ταῖς ἄλλαις πραγματείαις ἐποίησε, μὴ καταμείνας μέχρι τῶν φυσικῶν αἰτίων, ἀλλ’ ἀναγαγὼν ἑαυτὸν ἐπὶ τὰ ἐξῃρημένα αἴτια (ἐν γοῦν τῇ Φυσικῇ διαλεχθεὶς περὶ φυσικῆς κινήσεως ὕστερον ἐν τῷ ὀγδόῳ λόγῳ ἀνήγαγεν ἑαυτὸν ἐπί τι ἐξῃρημένον πάσης φυσικῆς κινήσεως αἴτιον ἀκίνητόν τε ὂν καὶ ἀίδιον, εἰπὼν ‘ἐκ τοιαύτης ἄρα ἀρχῆς ἀνήρτηται ὅ τε οὐρανὸς καὶ ὁ κόσμος’, καὶ ἐν τῷ Περὶ ψυχῆς δὲ ὡσαύτως ἐκ τῶν περὶ ψυχῆς λόγων ἐπὶ τὸν νοῦν ἀναδραμών), οὕτως δὲ κἀνταῦθα1 εἰπὼν τῆς ἀειγενεσίας ποιητικὸν αἴτιον εἶναι τὴν κυκλοφορίαν τοῦ οὐρανοῦ, νῦν δείκνυσιν ὅτι καὶ τῆς κυκλοφορίας ἐστί τι ἐξῃρημένον αἴτιον ἀιδίως κινοῦν, ὃ ἀκίνητόν τέ ἐστι καὶ ἀίδιον καὶ ἀναλλοίωτον καὶ ἓν κατ’ ἀριθμόν. εἰ γάρ, φησίν, ἔστι τι κινούμενον ἀίδιον κίνησιν καὶ συνεχῆ, ἀνάγκη εἶναί τι καὶ τὸ ἀιδίως κινοῦν ἀκίνητον ὂν καὶ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, συνεχῆ γε κινοῦν κίνησιν. καὶ εἰ πολλά γε εἴη, φησί, τὰ κινούμενα τοιαύτην κίνησιν, ἀίδιόν φημι καὶ συνεχῆ, ἀνάγκη καὶ τὰ κινοῦντα πολλὰ εἶναι, ἑνὸς ὄντος καθ’ ἑκάστην κίνησιν τοῦ ἀιδίως κινοῦντος. καὶ ταῦτα δὲ τὰ πολλά, εἴπερ εἴη συντεταγμένα καὶ μὴ ἀπηρτημένα ἀλλήλων, ἀνάγκη μιᾶς ἠρτῆσθαι ἀρχῆς ἐξ ἧς καὶ τὴν τάξιν ἔχουσι. δῆλον ἄρα ὅτι μία ἐστὶν ἀρχὴ τῆς πάντων κινήσεως ἀίδιός τε καὶ ἀκίνητος. Ἐπειδὴ ἀνάγκη εἶναί τι κινοῦν, εἰ κίνησις ἔσται, ὥσπερ εἴρηται πρότερον ἐν ἑτέροις. ὁ μὲν σύμπας λόγος εἴη ἂν τελείως προφερόμενος τοιῶσδε· ἐπειδὴ ἀνάγκη οὔσης ἀιδίου κινήσεως καὶ συνεχοῦς εἶναί τι τὸ ἀιδίως κινοῦν ἓν καὶ ταὐτὸ τῷ ἀριθμῷ, ἔστι δὲ ἀίδιος κίνησις καὶ συνεχής, ἔστιν ἄρα τὸ ἀιδίως κινοῦν ἓν τῷ ἀριθμῷ καὶ ἀκίνητον καὶ ἀναλλοίωτον. ὁ μὲν πᾶς λόγος τοιοῦτός ἐστι, δοκεῖ δὲ ἐλλιπῶς προενηνέχθαι παρὰ τοῦ Ἀριστοτέλους, διὰ τὸ παραλελοιπέναι τὴν πρόσληψιν καὶ τὸ συμπέρασμα ὑποθετικοῦ ὄντος τοῦ τρόπου.2 ὅτι μὲν γάρ, εἰ ἔστιν ἀίδιος κίνησις, ἀνάγκη εἶναι καὶ τὸ ἀιδίως κινοῦν εἴρηκεν (ἐδείχθη γὰρ ὅτι πᾶν κινούμενον ὑπὸ κινοῦντος κινεῖται), ὅτι δὲ ὅλως ἐστὶν ἀΐδιος κίνησις οὐ τέθεικε διὰ προσλήψεως, ὅτι δὲ καὶ ἀκίνητον ἔσται ἔλαβεν ὡς προαποδεδειγμένον (δέδεικται γὰρ ὅτι καὶ τὸ πρώτως κινοῦν ἀκίνητόν ἐστιν), ὡσαύτως δὲ καὶ τὸ συνεχοῦς οὔσης τῆς κινήσεως ἓν εἶναι καὶ ταὐτὸν τῷ ἀριθμῷ, καὶ τοῦτο δέδεικται ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς· εἰ γὰρ διάφορα εἴη κατὰ διαδοχὴν τὰ κινοῦντα, ἀδύνατον συνεχῆ γίνεσθαι τὴν κίνησιν. καὶ τὸ ἐν ἑτέροις δὲ εἴρηται πρότερον περὶ τῶν ἐν τῇ Φυσικῇ δεδειγμένων εἴη ἂν λέγων.
“既然如果将有运动,就必然有某种动者。” 正如他在其他论著中所做的那样,他没有停留在自然原因的层面上,而是将自己提升至超越的原因(无论如何,在《物理学》中探讨了自然运动之后,他随后在第八卷中将自己提升至某个超越于一切自然运动的原因,它是既不动且永恒的,并说‘天体与宇宙正是悬于这样一种本原’;同样,在《论灵魂》中,他也从关于灵魂的论述上溯至理智),如此,在这里也是一样,在说明了永恒生成的动力因是天体的周转运动之后,他现在表明,周转运动也有某个永恒推动的超越原因,它是既不动、永恒、不可变异,又在数目上为一的。他说,因为如果存在着以永恒且连续的运动被推动的某种事物,那么永恒推动者作为不动且在数目上为一且同一者也必然存在,至少作为推动连续运动者。并且他说,即使以这种运动——我是说永恒且连续的运动——被推动的事物是多数,推动者也必然是多数,对于每一个运动都存在一个永恒推动者。而且这些多数者,只要它们是协调有序且互不脱节的,就必然依系于一个本原,它们正是从这单一本原获得其秩序。显然,万物运动的永恒而不动的本原是唯一的。“既然如果将有运动,就必然有某种动者,正如先前在其他论著中所说。”整个论证若完整地表述出来,当如下所示:“既然在存在永恒且连续的运动时,必然存在永恒推动且在数目上为一且同一的某种事物,而永恒且连续的运动确实存在,那么永恒推动者在数目上为一、不动且不可变异。”整个论证是如此,但它似乎被亚里士多德表述得残缺不全,因为在形式为假言论证的情况下,他省略了小前提和结论。因为他虽然说了如果有永恒运动就必然有永恒推动者(因为已被证明凡被动者皆由动者推动),但他并未通过小前提设定根本上存在永恒运动;并且它也将是不动的这一结论,他是作为先前已论证之事而采纳的(因为已证明第一动者也是不动的);同样,在运动是连续的情况下[动者]在数目上为一且同一,这也是在《物理学》第八卷中被证明的;因为如果推动者相继不同,运动就不可能成为连续的。而“正如先前在其他论著中所说”,他应当是指在《物理学》中被证明的那些内容。
"Καὶ εἰ πλείους αἱ κύκλῳ κινήσεις, πλείους μέν, πάσας δέ πως εἶναι ταύτας ὑπὸ μίαν ἀρχήν." Εἰ πλείους εἶεν, φησίν, αἱ κύκλῳ κινήσεις, καὶ αἱ κινοῦσαι αἰτίαι πλείους ἂν εἶεν, ἀλλὰ καὶ εἰ πλείους εἶεν, ἀνάγκη πάσας ὑπὸ μίαν εἶναι. τὸ δέ πως προστέθεικε διὰ τὸ τὸ ‘ὑπό’ ἐπὶ τῶν κατὰ τόπον περιεχόντων κυρίως λέγεσθαι.3
“而如果圆周运动有多重,〔就必然〕固然有多重,但这全部都以某种方式从属于单一的本原。” 他说,如果圆周运动有多重,推动的原因也会有多重;但即使有多重,也必然全部从属于单一者。而他加上“以某种方式”,是因为“在……之下(从属)”一词本真地用于按处所包含的事物。
"Συνεχοῦς δὲ ὄντος τοῦ χρόνου ἀνάγκη τὴν κίνησιν συνεχῆ εἶναι." Τεθεικὼς κατὰ τὴν ἀρχὴν τῇ δυνάμει, εἰ καὶ μὴ φανερῶς, ὅτι ἔστι συνεχὴς κίνησις, καὶ τὸ ἑπόμενον τούτῳ δείξας, ὅτι τὸ κινοῦν ταύτην τὴν κίνησιν ἀΐδιόν ἐστι καὶ ἀκίνητον καὶ ἓν τῷ ἀριθμῷ, νῦν τὴν πρόσληψιν τὴν δυνάμει τεθεῖσαν κατασκευῆς ἀξιοῖ, ὅτι ἔστι συνεχὴς κίνησις, καὶ δείκνυσιν αὐτὸ ἐκ τοῦ χρόνου. ἐπειδὴ γὰρ συνεχὴς ὁ χρόνος, ἀνάγκη καὶ τὴν κίνησιν συνεχῆ εἶναι· μέτρον γὰρ κινήσεως ὁ χρόνος, καὶ κινήσεως δηλονότι τῆς συνεχοῦς. ἔστι δὲ τοιαύτη ἡ κύκλῳ μόνη. ὁ τοίνυν χρόνος μέτρον ἐστὶ τῆς κύκλῳ κινήσεως.
“在时间是连续的情况下,运动必然是连续的。” 他在开端时哪怕没有明显地、也是在潜能上设定了存在连续的运动,并且展示了由此得出的结论,即推动这一运动的事物是永恒、不动且在数目上为一的;现在,他认为应当确立此前在潜能上设定的小前提——即存在连续的运动,并从时间出发来表明这一点。因为既然时间是连续的,运动也必然是连续的;因为时间是运动的量度,显然是连续运动的量度。而唯独圆周运动是如此的。因此,时间乃是圆周运动的量度。
- 2.151Ὥσπερ ἐν ταῖς ἄλλαις πραγματείαις ἐποίησε ... οὕτως δὲ κἀνταῦθα
整个长句的骨干为 Ὥσπερ ... ἐποίησε(从属比较节)与 οὕτως δὲ κἀνταῦθα ... δείκνυσιν(主节)构成的照应句结构。在 Ὥσπερ 从句内部,接续了分词短语 μὴ καταμείνας ... ἀλλ’ ἀναγαγὼν 以及插在括号内的两个例证(ἐν γοῦν τῇ Φυσικῇ ... 与 καὶ ἐν τῷ Περὶ ψυχῆς δὲ ...),之后在主句 οὕτως δὲ κἀνταῦθα 中引入主动词 δείκνυσιν。
- 2.151διὰ τὸ παραλελοιπέναι τὴν πρόσληψιν καὶ τὸ συμπέρασμα ὑποθετικοῦ ὄντος τοῦ τρόπου
διὰ τὸ παραλελοιπέναι 是表示原因的介词接带冠词不定词结构,其宾语为 τὴν πρόσληψιν(小前提)与 τὸ συμπέρασμα(结论)。ὑποθετικοῦ ὄντος τοῦ τρόπου 是独立属格(“尽管三段论的推理形式是假言的”),指出亚里士多德仅给出了大前提而省略了小前提与结论。
- 2.152διὰ τὸ τὸ ‘ὑπό’ ἐπὶ τῶν κατὰ τόπον περιεχόντων κυρίως λέγεσθαι
双重中性定冠词 τὸ τὸ 具有两层构词作用:第一个宾格 τὸ 将动词不定词短语 λέγεσθαι 整体名词化,作介词 διά 的宾语;第二个 τὸ 则是引用定冠词,将介词 ‘ὑπό’ 本身作为中性单数名词化主语,置于 λέγεσθαι 之前。
