- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:29.3-30.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德重述德谟克利特论证的段落(316a17–316a34),指出了从“无限可分”滑移到“同时在处处被分割”所包含的误谬所在,并阐释了诸点无论如何组合都不能造就数量,以及假定产生类似锯屑的不可分碎片同样会陷入两难境地。
" Εἰ γὰρ πάντῃ διαιρετόν, καὶ τοῦτο δυνατόν, κἄν ἅμα εἴη πάντῃ διῃρημένον." Εἰ ἐστί, φησί, πάντῃ δυνάμενον διαιρεθῆναι, διαιρεθείη ἄν ποτε πάντῃ ἅμα. τὸ μὲν οὖν ὑποθέσθαι τὸ δυνάμενον γενέσθαι εἰς ἐνέργειαν ἐκβεβηκὸς οὐκ ἄτοπον· οὐκ ἔχει γὰρ ἑπόμενον τὸ ἀδύνατον, ὥσπερ φησὶν ὑποκατιών, ὅτι ἐὰν ὑποθώμεθα εἰς μυρία μυριάκις διῃρημένον τὸ μέγεθος, κἄν μήπω διῄρηται μηδὲ δυνατὸν ἴσως διαιρεθῆναι διὰ τὴν τοῦ διαιροῦντος ἀσθένειαν, οὐκ ἀδύνατος οὐδὲ ἄτοπος ἡ ὑπόθεσις. τὸ μὲν οὖν τοῦτο ὑποθέσθαι οὐκ ἄτοπον. τῷ δὲ πάντῃ διαιρετῷ ὡς ἀκολουθοῦν ἔλαβε τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι. καὶ εἰδέναι χρὴ ὅτι κατὰ τοῦτο γίνεται ἡ παραγωγὴ τοῦ λόγου,1 ὡς ἐφεξῆς δείκνυται. τῷ γὰρ λόγῳ τῷ φάσκοντι τὸ συνεχὲς ἐπ’ ἄπειρον εἶναι διαιρετὸν οὐκ ἀκολουθεῖ τὸ ἅμα πάντῃ διῃρῆσθαι· ὅλως γὰρ ἐπὶ τοῦ φάσκοντος λόγου τὴν τομὴν τοῦ μεγέθους μὴ ἐπιλείπειν, ἀλλ’ ἐπ’ ἄπειρον αὔξεσθαι, οὐ δοκεῖ ἔχειν χώραν τὸ ἅμα πάντῃ διῃρῆσθαι· διαιρεθέντος γὰρ ἐπιλείπειν ἀνάγκη τὴν ἐπ’ ἄπειρον τομήν. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἐφεξῆς ἀκριβέστερον ἐξετασθήσεται, ἔνθ’ αὐτὸς τὴν τῆς λύσεως ἀπορίαν ἐκτίθεται.
“因为如果它在处处可分,且这是可能的,它也就可以同时在处处被分割。” 他说,如果它能够处处被分割,它也就可以在某个时候同时处处被分割。因此,假定能够生成的事物已经在现实中实现,这并非不合情理;因为这并不必然得出不可能的结果,正如他在后文中说的,如果我们假定该量度已经被分割为一万的一万倍,即便它尚未被分割,并且由于分割者的无力也许不能被分割,这种假定既非不可能也非不合情理。因此,作出这种假定本身并不荒谬;然而他把“能够同时在处处被分割”当作“在处处可分”的推论来采纳。并且应当知道,论述的偏离正是在这一点上发生的,正如后文所示。因为对于主张连续体可分至无限的论据而言,并不能得出它已经同时在处处被分割;因为一般而言,对于主张对量度的切分永不穷尽而是无限增加的论据来说,同时在处处被分割似乎根本没有容身之地;因为一旦被分割,无限的切分就必然穷尽。但这将在后文中受到更严密的审查,在那里他自己陈述了解答的疑难。
"Καὶ κατὰ μέσον ὡσαύτως." Καὶ ὅλως, φησίν, εἰ πάντῃ διαιρετόν τε καὶ κατὰ μέσον ὡσαύτως. τοῦτο δὲ δηλωτικόν ἐστι τοῦ πάντῃ γενέσθαι τὴν διαίρεσιν· ἑκάστου γὰρ ἀεὶ μορίου ἐκ τῆς διαιρέσεως γινομένου δυνατὸν πάλιν κατὰ τὸ μέσον ἐπιδιαίρεσιν γενέσθαι. διὰ τοῦτο σαφηνίζων καὶ περιληπτικώτερον ἑρμηνεύων ἐπήγαγε καὶ ὅλως εἰ πάντῃ διαιρετόν, ἐὰν διαιρεθῇ, οὐδὲν ἔσται ἀδύνατον γεγονός· τῷ γὰρ δυνατῷ ὑποτεθέντι ψεῦδος μὲν ἴσως ἀκολουθεῖ, ἀδύνατον δὲ οὐδέν. οἷον δυνατὸν ἐν θέρει ὗσαι· εἰ οὖν ὑποθώμεθα ἐν θέρει ὕειν, ψεῦδος μὲν ἴσως ὑποτιθέμεθα, οὐκ ἀδύνατον δέ. εἰ δὲ μὴ ἀδύνατον, ἐνδέχοιτ’ ἂν γίνεσθαι· εἰ δὲ ἐνδέχεται γίνεσθαι, κἂν γένοιτο τῷ μακρῷ χρόνῳ.
“并且在中点处亦同样如此。” 他说,总括而言,如果在处处可分,在中点处亦同样如此。而这是为了表明分割在处处发生;因为随着每一次分割不断产生的每一个部分,都可能在中点处再次发生追加的分割。因此,为了使其更明晰并作更概括的解释,他接着补充道:总括而言如果在处处可分,假若它被分割,也不会有任何不可能的事情发生;因为当假定可能的事情时,或许会得出虚假,但绝不会得出不可能。例如,夏天有可能下雨;因此如果我们假定夏天在下雨,我们或许是假定了一件虚假的事,却绝非不可能的事。而如果不属不可能,它就可以被允许发生;如果允许发生,在长远的岁月中它甚至也会发生。
"Ὁμοίως δὲ κἂν ἐκ στιγμῶν σύγκειται, οὐκ ἔσται ποσόν." Ὥσπερ τὸ ἐκ μὴ ὄντων συγκείμενον οὐχ ἅμα ὄν, οὕτω καὶ εἴ τι ἐκ στιγμῶν, ταὐτὸ δὲ εἰπεῖν ἐξ ἀμερῶν, σύγκειται, οὐκ ἔσται ποσόν· αἱ γὰρ στιγμαὶ οὐ ποσόν. ὁπότε γὰρ ἅμα ἦσαν ἐν τῷ μεγέθει ἀδιαιρέτῳ ὄντι καὶ ἥνωντο, ὅπερ ἐκάλεσεν ‘ἅπτεσθαι’, οὐδὲν παρ’ αὐτὰς τὸ μέγεθος μεῖζον ἐγίνετο. καὶ εἰς ἀπόδειξιν τούτου παρατίθεται τὸ ἐφεξῆς.
“同样,即使它由诸点构成,它也不会是一个数量。” 正如同由非存在者构成之物不同时是存在者一样,如果有某种东西是由诸点构成的——也就是说由无部分之物构成的——它也不会是一个数量;因为诸点并非数量。因为当它们同时处于未分割的量度中并且彼此联合时——他把这称为‘接触’——量度丝毫不因它们而变得更大。而为了证明这一点,他列举了接下来的论述。
"Διαιρεθέντος γὰρ εἰς δύο ἢ καὶ πλείω." Τοῦ συνεχοῦς, φησί, διαιρεθέντος εἰς πλείω καὶ πάλιν συντεθέντος οὔτε μεῖζον ἔσται τὸ πᾶν ἐν τῇ συνθέσει τῶν σημείων συνελθόντων, οὔτε ἔλαττον ἐν τῇ διαιρέσει. ἀληθὲς δὲ καὶ ἀμφότερα ἐφ’ ἑκατέρου λέγων·2 οὔτε γὰρ συντιθεμένου μεῖζον ἢ ἔλαττον τὸ πᾶν γίνεται οὔτε διαιρουμένου, ᾧ δηλονότι οὐδὲν ἡ πρόσθεσις τῶν στιγμῶν συμβάλλεται εἰς αὔξησιν τοῦ μεγέθους, οὐδὲ ἡ ἀφαίρεσις εἰς μείωσιν. οὐκ ἄρα οὐδὲ συντεθεῖσαι ἐργάσαιντο ποσὸν ἢ μέγεθος.
“因为当它被分割为两个乃至更多的部分时”他说,当连续体被分割为更多部分并再次被组合时,整体既不会在诸点合拢的组合中变得更大,也不会在分割中变得更小。而他在针对每一种情形说出这两方面时也都是真实的;因为整体在被组合时既不会变得更大也不会变得更小,在被分割时亦是如此,由此显然可知,诸点的附加对量度的增加毫无助益,其分离对量度的减少也毫无助益。因此,即使诸点被组合,也不会造就数量或量度。
"Ἀλλὰ μὴν καὶ εἴ τι διαιρουμένου οἷον ἔκπρισμα γίνεται." Ὥσπερ ἐν τοῖς πριζομένοις ξύλοις γίνεται ἐκπρίσματα, σωμάτια μὲν ὄντα, μὴ δυνάμενα δὲ πάλιν πρισθῆναι, καὶ γίνεται τὸ πᾶν ἔλαττον διὰ τὴν τούτων θρύψιν, εἰ οὕτως τις ὑπόθοιτο καὶ ἐπὶ τῶν διαιρουμένων, ὡς τὸ διῃρημένον λέγειν εἰς ἐκπρίσματα καταναλίσκεσθαι, ὁ αὐτὸς ἁρμόσει λόγος. τὸ γὰρ ἔκπρισμα, εἴπερ μὴ ἔστι στιγμὴ ἀλλὰ μέγεθος, διαιρεθήσεται καὶ αὐτό, εἴπερ πάντῃ διαιρετὸν τὸ μέγεθος· εἰ δὲ μὴ διαιρεθήσεται, ὁ Δημοκρίτου λόγος ἀληθής, τὸ εἶναι σώματα ἄτομα ὧν τῇ συγκρίσει τὰ ἄλλα γίνεσθαι ἔλεγε, καὶ οὐ πάντῃ διαιρετὸν τὸ μέγεθος.
“然而,即使在被分割时产生出如同锯屑一样的东西。” 正如同在被锯开的木料中产生锯屑(它们是微小物体,却不能再次被锯开),且由于它们的碎裂整体变得更小一样,如果有人在被分割的事物上也作如此假定,以致声称被分割之物消耗为锯屑,同样的论据也将适用。因为锯屑如果不是点而是量度,那么如果量度在处处可分,它本身也将被分割;而如果它不会被分割,德谟克利特的论据就是真实的——即存在着不可分的物体,他曾说其他事物通过这些物体的结合而生成——并且量度就不是在处处可分的了。
- 1.44παραγωγὴ τοῦ λόγου
παραγωγή 在此处指逻辑上的“偏离”、“误导”或“概念偷换”(fallacy / diversion)。它标明了德谟克利特的论证从连续体的“无限可分”滑移到“同时在处处被分割”(可分性的完全现实化)这一逻辑缺陷的关键节点。
- 1.47ἀληθὲς δὲ καὶ ἀμφότερα ἐφ’ ἑκατέρου λέγων
主格分词 λέγων 的主语指亚里士多德,与谓语形容词 ἀληθές 结合,构成判断句结构:“他在针对每一种情形(组合与分割)说出这两方面(既不更大也不更小)时也是真实的”。紧接着由 γάρ 引出的句子对此作了具体阐释。
