- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:1.5-2.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐明了亚里士多德自然学全部论著的分类体系,厘清了《物理学》、《论天》与本书《论生成与消灭》之间的逻辑次序与从属关系,并通过文首连词证明本书与《论天》的直接连续性。
Διαλαβὼν ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν ἀρχῶν τῶν φυσικῶν πραγμάτων, λέγω δὲ ὕλης καὶ εἴδους,1 καὶ περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων, τόπος δὲ ταῦτα καὶ χρόνος καὶ κίνησις, σκοπὸν ἔθετο λοιπὸν ἐν ταῖς ἐφεξῆς πραγματείαις περὶ αὐτῶν τῶν φυσικῶν πραγμάτων διαλαβεῖν. τῶν δὲ φυσικῶν πραγμάτων τὰ μὲν ἀγένητά ἐστι καὶ ἄφθαρτα, τὰ δὲ γενητὰ καὶ φθαρτά· τῶν δὲ ἀφθάρτων καὶ ἀϊδίων τὰ μὲν καὶ κατὰ τὴν ὁλότητα καὶ κατὰ τὰ μέρη ἐστὶν ἀΐδια, καθάπερ τὰ οὐράνια, τὰ δὲ κατὰ μὲν τὴν ὁλότητα ἀΐδια κατὰ δὲ τὰ μέρη γενητὰ καὶ φθαρτά, οἷά ἐστι τὰ τέσσαρα στοιχεῖα. περὶ μὲν οὖν τῶν ἐν τοῖς φυσικοῖς ἀϊδίων, τῶν τε κατὰ τὴν ὁλότητα καὶ τὰ μέρη καὶ τῶν κατὰ τὴν ὁλότητα μὲν τοιούτων κατὰ δὲ τὰ μέρη φθαρτῶν, ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ διέλαβεν. οὐδὲ γάρ, ὡς ἄν τις οἴοιτο, ἀσύμφωνος ἡ περὶ τῶν τεσσάρων στοιχείων διδασκαλία τῇ περὶ οὐρανοῦ ὑποθέσει, τῆς τοῦ οὐρανοῦ προσηγορίας τὸν πάντα κόσμον δηλούσης παρὰ τοῖς παλαιοῖς. ἐν γοῦν Τιμαίῳ φησὶν ὁ Πλάτων “ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ ἄλλο ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω”, καὶ ἐν Πολιτικῷ “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν”. ὥστε καὶ Ἀριστοτέλης “Περὶ οὐρανοῦ” ἐπιγράψας οὐ τὰ ἄνω σώματα μόνον, ἀλλὰ πάντα κόσμον ἐσήμανεν. ἐν μὲν οὖν ταύτῃ, καθὼς εἴρηται, τῇ πραγματείᾳ περὶ τῶν ὁπωσποτεοῦν λεγομένων ἀϊδίων διαλαμβάνει, ἐν δὲ ταῖς ἑξῆς περὶ τῶν ὑπολοίπων, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ πάντων τῶν παρακολουθούντων αὐτοῖς. πάλιν δ’ αὖ τῶν παρακολουθούντων τοῖς ἐν γενέσει καὶ φθορᾷ πράγμασι τὰ μὲν κοινῶς πᾶσιν αὐτοῖς παρακολουθεῖ, τὰ δὲ ἰδίᾳ τισί· καὶ τῶν ἰδίᾳ τισὶ παρακολουθούντων τὰ μὲν τοῖς περὶ γῆν ἰδίᾳ παρακολουθεῖ, τὰ δὲ τοῖς ὑπὲρ γῆν, τουτέστι μεταξὺ γῆς καὶ οὐρανοῦ, ἅπερ καὶ μετέωρα καλεῖται· καὶ τῶν περὶ γῆν τὰ μὲν ὡς ἐμψύχοις παρακολουθεῖ, τὰ δὲ ὡς ἀψύχοις· καὶ τῶν ὡς ἐμψύχοις τὰ μὲν ὡς αἰσθητικοῖς, τὰ δὲ ὡς ἀναισθήτοις. ἀκολούθως τοίνυν τῇ διαιρέσει ταύτῃ ὁ Ἀριστοτέλης καὶ τὰς φυσικὰς αὑτοῦ πραγματείας διεῖλεν. ὥσπερ γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων διέλαβεν, οὕτως ἐν τῇ προκειμένῃ πραγματείᾳ περὶ τῶν κοινῇ πᾶσι τοῖς ἐν γενέσει καὶ φθορᾷ διαλέξεται, ἐν δὲ τοῖς Μετεώροις περὶ τῶν ὑπὲρ γῆν συνισταμένων καὶ τῶν παρακολουθούντων αὐτοῖς διέλαβεν, ἐν δὲ ταῖς Περὶ ζῴων πραγματείαις περὶ τῶν ὡς ἐμψύχοις καὶ αἰσθητικοῖς (πλεῖσται δὲ αὗται διὰ τὸ πολυειδὲς τῆς τῶν ζῴων φύσεως), ἐν δὲ τοῖς Περὶ φυτῶν περὶ τῶν ἐμψύχων μὲν οὐκ αἰσθητικῶν δέ, περὶ δὲ τῶν ἀψύχων ἐν τοῖς Περὶ τῶν μετάλλων καὶ ἐν τῷ τετάρτῳ τῶν Μετεωρολογικῶν. Ἡ μὲν οὖν διαίρεσις τῶν φυσικῶν πραγμάτων καὶ τῶν εἰς ταῦτα πραγματειῶν τοῦ Ἀριστοτέλους, ὡς συντόμως εἰπεῖν, αὕτη ἐστίν. ἀλλ’ ἐπειδὴ πολλή ἐστι τῆς παρούσης πραγματείας ἡ συνέχεια πρὸς τὴν Περὶ οὐρανοῦ, ὡς δηλοῖ ὁ “δέ” σύνδεσμος ὁ κατὰ τὸ προοίμιον (φησὶ γὰρ περὶ δὲ γενέσεως καὶ φθορᾶς) ὡς πρὸς τὸν “μέν” ἀποδεδομένος τὸν ἐν τῷ πέρατι τῆς Περὶ οὐρανοῦ τεταγμένον (ἔστι γὰρ συνέχεια μία λόγου συναπτόντων ἡμῶν τῷ ἐκείνης πέρατι τὸ ταύτης προοίμιον τοῦτον τὸν τρόπον “περὶ μὲν οὖν βαρέος καὶ κούφου καὶ τῶν περὶ αὐτὰ συμβεβηκότων διωρίσθω ἡμῖν τοῦτον τὸν τρόπον, περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων” καὶ τὰ ἑξῆς), ἐπεὶ τοίνυν, ὡς δέδεικται, συνεχὴς ἡ παροῦσα πραγματεία καὶ ἐκείνη, εὔλογον μὴ ἀνεννοήτους ἡμᾶς εἶναι2 τῶν ἐν τῇ Περὶ οὐρανοῦ διδασκομένων, ἀλλὰ κεφαλαιωδέστερον ἐπιδραμεῖν τοῖς ἐκεῖσε γυμναζομένοις.3 Ἰστέον τοίνυν ὅτι κατὰ μὲν τὰ πρῶτα δύο βιβλία διαλέγεται περὶ τῶν ἀϊδίων, ἐν δὲ τοῖς λοιποῖς δύο περὶ τῶν γινομένων καὶ φθειρομένων.
亚里士多德在《物理学》中探讨了自然事物的本原,即质料与形式,以及共同伴随一切自然事物的事物,即处所、时间与运动之后,接下来便将探讨自然事物本身作为后续各论著的旨趣。在自然事物中,有些是无生无灭的,有些则是生灭的;而在不灭且永恒的事物中,有些无论就整体还是就部分而言都是永恒的,如天体,有些则就整体而言是永恒的,但就部分而言是生灭的,如四元素。因此,关于自然事物中那些无论就整体还是就部分都是永恒的,以及就整体而言如此但就部分而言是灭亡的永恒事物,他在《论天》这部论著中进行了探讨。因为关于四元素的学说并不像有人可能认为的那样与关于天的论题不调和,因为在古人那里,“天”这一名称所指的就是整个宇宙。无论如何,柏拉图在《蒂迈欧篇》中说:“整个天,或者宇宙,或者无论用什么其他名称它最乐意接受,就让我们如此称呼它吧”,在《政治家篇》中又说:“我们称之为天或宇宙的那事物”。因此亚里士多德题名为《论天》,所指示的不仅是上方的物体,而是整个宇宙。正如所说,他在该论著中探讨了以任何方式被称为永恒的事物,而在后续各论著中则探讨其余的事物,即处于生成与消灭之中的事物以及伴随它们的一切事物。另一方面,在伴随处于生成与消灭之中的事物者中,有些共同伴随它们全体,有些则特异地伴随某些特定事物;在特异地伴随某些特定事物者中,有些特异地伴随大地周围的事物,有些则伴随大地之上、即位于大地与天之间的事物,这些事物也被称为气象;而在大地周围的事物中,有些作为有灵魂之物而伴随,有些则作为无灵魂之物而伴随;在作为有灵魂之物而伴随者中,有些作为有感觉之物而伴随,有些则作为无感觉之物而伴随。由此,亚里士多德依照这一区分也划分了他的自然哲学诸论著。正如他在《物理学》中探讨了共同伴随一切自然事物者那样,他在本论著中将探讨共同属于一切处于生成与消灭之中的事物者,在《气象学》中探讨了在大地之上构成的事物及伴随它们的事物,在《动物学》诸论著中探讨了作为有灵魂且有感觉之物而属于它们的事物(由于动物本性的多种多样,这些论著数量极多),在《论植物》中探讨了虽有灵魂却无感觉的事物,而在《论矿物》与《气象学》第四卷中探讨了无灵魂的事物。 简而言之,自然事物的划分以及亚里士多德致力于这些事物的论著划分便是如此。然而,由于本论著与《论天》的连续性极大,正如开篇的连词“而”(δέ)所表明的那样(因为他说:“而关于生成与消灭”),它是用来呼应置于《论天》篇末的“一方面”(μέν)的(因为当我们把该篇的末尾与本篇的开端以此种方式连接时,便具有单一连续的话语:“因此,关于重与轻以及关于它们的偶性,便由我们如此规定;而关于自然生成与消灭的事物的生成与消灭”,等等),因此,正如所表明的,既然本论著与那部论著是连续的,我们理当对《论天》中所讲授的诸内容并非一无所知,而是应当对那里所操练的事理作更概括的浏览。因此应当知道,在最初的两卷中,他论述了永恒的事物,而在其余的两卷中,则论述了生成与消灭的事物。
- 1.0λέγω δὲ ὕλης καὶ εἴδους
紧随插入句 λέγω δέ 之后的 ὕλης καὶ εἴδους 采用属格,与前文的 τῶν ἀρχῶν(属格)构成同位语(说明性属格),明确具体指出“自然事物的诸本原”。
- 1.0ἀλλ’ ἐπειδὴ πολλή ἐστι ... ἐπεὶ τοίνυν, ὡς δέδεικται ... εὔλογον μὴ ἀνεννοήτους ἡμᾶς εἶναι
由 ἀλλ’ ἐπειδὴ 引导的原因从句因其间插入的引文与阐释而变得冗长,随后通过 ἐπεὶ τοίνυν 进行复述与重开(呼应性重开),最终引向主句谓语 εὔλογον [ἐστι] μὴ ἀνεννοήτους ἡμᾶς εἶναι。
- 1.0τοῖς ἐκεῖσε γυμναζομένοις
表示方向的副词 ἐκεῖσε(“往那里”)在此依照晚期希腊语的用法,代替表示静止位置的 ἐκεῖ(“在那里”)使用。γυμναζομένοις 为中性复数现在时被动分词,指“在其中被探讨/研讨的事理”。
