- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:297.25-299.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明存在如何借由永恒的生成维持其连贯性,以及诸元素为何没有早已彻底分离到各自固有的处所,并总结了此前关于生成与消灭的探讨。
" Οὕτως γὰρ ἂν μάλιστα συνείροιτο τὸ εἶναι διὰ τὸ ἐγγύτατα εἶναι τῆς οὐσίας τὸ γίνεσθαι ἀεὶ καὶ τὴν γένεσιν.1" Οὕτω γὰρ ἄν, φησί, τὸ εἶναι καὶ ἡ ὕπαρξις τῶν ὄντων εἱρμὸν ἂν ἔχοι καὶ τεταγμένην πρόοδον τῆς ὑποστάσεως, εἰ μετὰ τὰ κατ’ ἀριθμὸν ἀίδια [δὲ] μένοντα εἴη τὰ κατὰ τὸ εἶδος ἀίδια κατ’ ἀριθμὸν δὲ γενητὰ καὶ φθαρτά. ἐγγὺς γὰρ κατὰ τὴν οὐσίαν ἐστὶ τὸ μὲν γίνεσθαι τῷ εἶναι (τὸ δὲ εἶναι πανταχοῦ τὸ κυρίως καὶ ἀεὶ ὡσαύτως ἔχειν νόει), τῇ δὲ ἀιδιότητι ἡ παλιγγενεσία. ἑκάτερον γὰρ τῷ ἑτέρῳ ἀντέθηκεν, τῷ μὲν εἶναι τὸ γίνεσθαι, τῇ δὲ ἀιδιότητι τὴν ἀεὶ γένεσιν, ὅπερ διὰ τοῦ ἀεὶ γίνεσθαι ἐσήμανεν. ὥστε ἐγγύτατά ἐστι ταῖς οὐσίαις ἀλλήλων τὰ ὄντα καὶ ἀίδια τοῖς γενητοῖς καὶ ἀειγενεσίαν εἰληχόσιν εἰκότως ἐφεξῆς ἀλλήλων ἴσχουσι τὴν πρόοδον.
“因为惟有这样,存在才最能保持连贯,这是由于永远生成与生成最接近实体。” 他说,因为惟有这样,存在与存在者的存有才能拥有前后相续的连贯秩序以及实在的井然递进,如果在依数目保持永恒的事物之后,存在着依物种永恒但在数目上受生且可灭的事物。因为就实体而言,一方面,生成接近于存在(并请到处将‘存在’理解为在本真意义上且始终保持同一状态者),另一方面,再生接近于永恒性。因为他将彼此相互对应:将生成对应于存在,将永恒生成对应于永恒性,而这正是他借由‘永远生成’所表示的。因此,在实体方面,常在且永恒的事物与那些受生并获得永恒生成的事物彼此最为接近,它们顺理成章地彼此相继展开递进。
"Κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις." Ἢ ἐκ παραλλήλου τὸ αὐτό, ἢ δυνάμεις μὲν τὰς ῥοπὰς αὐτῶν φησι, καθ’ ἃς αἱ κινήσεις, πάθη δὲ τὴν θερμότητα καὶ ψυχρότητα καὶ τὰς λοιπὰς ποιότητας· ἤγουν δυνάμεις μὲν τὸ θερμὸν καὶ ψυχρόν, πάθη δὲ τὸ ὑγρὸν καὶ ξηρόν.
“依其受动性质与能力。” 要么他是以平行用语指涉同一事物,要么他将运动所依据的那些倾向称为‘能力’,而将热、冷以及其余性质称为‘受动性质’;或者也可以说,他将冷热称为‘能力’,而将干湿称为‘受动性质’。
"Ἅμα δὲ δῆλον ἐκ τούτων ὅ τινες ἀποροῦσι." Ἐκ τῶν προειρημένων περὶ τῶν στοιχείων, ὅτι μεταβάλλοντα εἰς ἄλληλα εἰς ταὐτὸ ἀνακυκλεῖται, κατὰ κύκλον τινὰ τῆς γενέσεως προϊούσης, πόρισμα εὑρίσκει εἰς λύσιν τινὸς ἀπορίας ἐπιφερομένης. ἔστι δὲ ἡ ἀπορία, πῶς ἑκάστου τῶν ἁπλῶν σωμάτων τὸν οἰκεῖον τόπον καταλαβεῖν σπεύδοντος μὴ ἐκ πολλοῦ τὰ στοιχεῖα διεκρίθησαν,2 ἑκάστου τὸν οἰκεῖον τόπον καταλαβόντος, ὡς μηκέτι μήτε ἄνω ὕδωρ ἢ γῆν εἶναι μήτε πῦρ κάτω. ἐπιλύεται δὲ τὴν ἀπορίαν ἐκ τῶν προειρημένων. εἰ μὲν γάρ, φησίν, ἀμετάβλητα ἦν τὰ στοιχεῖα, εἰκότως τοῦτο ἄπορον ᾤοντο οἱ οὕτως λέγοντες· ἐπειδὴ δὲ μεταβάλλουσιν ἀεὶ εἰς ἄλληλα, εἰ καὶ τόδε τὸ πῦρ ἐκ τοῦ κάτω τόπου διεκρίθη, ἕτερον γίνεται ἐξ ἀνάγκης, καὶ ἀεὶ ἔσται καὶ κάτω πῦρ καὶ ἄνω γῆ καὶ ὕδωρ, μὴ ἀποκεκριμένης ἑκάστῳ χώρας· τοῦτο γὰρ ἂν ἦν ἀμεταβλήτων ὄντων.
“同时,由这些也清楚显明了某些人所疑难之事。” 根据此前关于诸元素的论述——即它们通过相互转变而循环返回同一状态,生成依照某种圆环而展开——他找到了一个推论,用以解决随后提出的某个疑难。这个疑难是:既然各个简单物体都急于占据其固有的处所,为何诸元素没有早已彻底分离开来,各就其固有处所,以至于上方既不再有水或土,下方也不再有火?而他根据前述内容化解了这个疑难。他说,因为如果诸元素是不变的,那些如此主张的人理所当然地认为这是个难题;但既然它们始终相互转变,即使特定的这一团火从下方的处所分离出去,也必然会产生另一团火,并且在下方也总是会有火,在上方也总是会有土和水,并不会为每一个元素截然隔离出一个单独区域;因为唯有在它们不变的情况下,才会出现这种局面。
"Μεταβάλλει μὲν οὖν διὰ τὴν φορὰν διπλῆν οὖσαν." Διπλῆν φησι φορὰν ἢ τὴν κατὰ τὸν λοξὸν κύκλον τῇ προσόδῳ καὶ ἀφόδῳ, ἤγουν διπλῆν, διότι κινοῦνται τὴν μὲν τῇ ἀπλανεῖ ἑπόμενοι ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, τὴν δὲ ἰδίαν ἔμπαλιν ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς.
“因此,由于空间位移是双重的,它们发生转变。” 他之所以称空间位移为‘双重的’,要么是指沿着黄道斜圆因临近和退行而展开的位移,要么称其为双重,是因为它们一方面顺应恒星天球从东向西运动,另一方面又以其自身的运动反向地从西向东运动。
"Διότι μὲν οὖν ἔστι γένεσις καὶ φθορὰ καὶ διὰ τίνα αἰτίαν, καὶ τί τὸ γενητὸν καὶ φθαρτόν." Ὅτι μὲν οὖν ἔστι γένεσις καὶ φθορὰ ἔδειξε, καὶ ὅπως ἔδειξεν εἴρηται ἡμῖν πρότερον, καὶ διὰ τίνα δὲ αἰτίαν ἔστι γένεσις καὶ φθορὰ δέδεικται, ἐκ τοῦ τὴν ὕλην δυνάμει εἶναι τὰ ἐναντία· οὖσα γὰρ πῦρ ἐνεργείᾳ δυνάμει ἐστὶν ὕδωρ, ἐνεργείᾳ δὲ ὕδατος γινομένης φθείρεται τὸ πῦρ. καὶ τί τὸ γενητὸν καὶ φθαρτόν· ὅτι ὃ δύναται εἶναι καὶ μὴ εἶναι.
“那么,生成与消灭的存在、由于何种原因,以及何为受生且可灭者[已被说明]。” 那么,生成与消灭存在,他已经作了阐明,而他是如何阐明的,我们此前已经讲过;并且生成与消灭因何种原因存在也已被论证,这源于质料在潜能上乃是对立双方;因为现实中作为火的质料在潜能上是水,而当它在现实中成为水时,火便消灭了。至于‘何为受生且可灭者’,乃是指能够存在又能够不存在的事物。
- 2.146διὰ τὸ ἐγγύτατα εἶναι τῆς οὐσίας τὸ γίνεσθαι ἀεὶ καὶ τὴν γένεσιν
由介词 διά 引导的带冠词不定式(宾格不定式)结构。εἶναι 的主语是 τὸ γίνεσθαι ἀεὶ καὶ τὴν γένεσιν(‘永远生成与生成’),ἐγγύτατα 作表语性副词,支配属格 τῆς οὐσίας(‘与实体’)。
- 2.148πῶς ἑκάστου τῶν ἁπλῶν σωμάτων τὸν οἰκεῖον τόπον καταλαβεῖν σπεύδοντος μὴ ἐκ πολλοῦ τὰ στοιχεῖα διεκρίθησαν
陈述疑难内容的间接疑问从句。在主语和谓语动词(τὰ στοιχεῖα διεκρίθησαν)之前置有独立属格 ἑκάστου ... σπεύδοντος(具有让步意味,‘尽管各自……急于’)。否定词 μή 直接修饰直陈式过去时 διεκρίθησαν,构成表达反事实疑惑的结构:‘为何诸元素没有早已彻底分离开来?’
