- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:296.11-297.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了连续生成的目的因(万物希求善与存在),解释了可灭个体如何通过循环繁衍在物种上实现永恒,以及亚里士多德如何论述神通过确立连续生成来补足整个宇宙。
" Ἀεὶ δ’, ὥσπερ εἴρηται, συνεχὴς ἔσται ἡ γένεσις καὶ ἡ φθορά, καὶ οὐδέποτε ὑπολείψει δι’ ἣν εἴπομεν αἰτίαν. τοῦτο δ’ εὐλόγως συμβέβηκεν." Ἀποδεδωκὼς τὴν αἰτίαν δι’ ἣν ἀεί ἐστι γένεσις, τήν τε ὑλικὴν καὶ τὴν ποιητικήν, καὶ ὑλικὴν μὲν εἰπὼν τῆς ἀειγενεσίας αἰτίαν τὸ τὴν ἄλλου γένεσιν ἄλλου εἶναι φθοράν, ποιητικὴν δὲ τὴν ἀίδιον κίνησιν τῶν οὐρανίων (τῷ γὰρ ἐκεῖνα ἀιδίως κινεῖσθαι οὐδέποτε ἡ γένεσις ἐπιλείπει), νῦν τὴν τελικὴν αἰτίαν ἀποδίδωσι δι’ ἣν ἀεί ἐστι γένεσις, καί φησιν αἰτίαν εἶναι τὸ πάντα αὐτοφυῶς τοῦ ἀγαθοῦ ἐφίεσθαι. ἡ γὰρ ἀρχὴ πάντων τὸ ἀγαθόν ἐστι, πάντα δὲ τῆς οἰκείας ἀρχῆς ἐφίεται, ἀγαθὸν δὲ ἑκάστῳ ἐστὶ τὸ εἶναι οὐχὶ τὸ μὴ εἶναι, πάντα ἄρα αὐτοφυῶς τοῦ εἶναι ἐφίεται. ἐπειδὴ οὖν πᾶν τοῦ εἶναι ἐφίεται καὶ τοῦ βελτίονος, ἃ μὲν ἐγγυτέρω ἐστὶ τῆς ἀρχῆς τῆς πρώτης, ταῦτα μετασχεῖν ἐδυνήθη τῆς ἀιδιότητος καὶ τοῦ ἀεὶ εἶναι κατ’ ἀριθμὸν τὰ αὐτά, οἷα τὰ οὐράνια, πλὴν μετὰ ὑφέσεως (μετὰ γὰρ διαστάσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς), ὅσα δὲ πορρωτέρω ἐστί, μὴ δυνηθέντα διὰ τὸ ἀφεστηκέναι τῆς πρώτης ἀρχῆς, ἐξ ἧς τὸ εἶναι πᾶσι, κατ’ ἀριθμὸν εἶναι τὰ αὐτά, τὴν κατὰ τὸ εἶδος ἀϊδιότητα ἔλαχεν, ἑκάστου διὰ τὸ ἀεὶ εἶναι ἐφίεσθαι, μὴ δύνασθαι δὲ τῷ πόρρω ἀφεστηκέναι τῆς ἀρχῆς, γεννῶντος ἄλλο οἷον αὐτὸ καὶ ταύτῃ τὴν φθορὰν ὑποκλέπτοντος.1 καὶ αὐτὴν δὲ ἣν εἴληχε κατὰ τὸ εἶδος ἀιδιότητα, τῷ μιμεῖσθαι τὴν κυκλικὴν κίνησιν τῶν οὐρανίων ἐκτήσατο· διὰ κύκλου γὰρ τὰ γεννώμενα εἰς τὸ αὐτὸ ἀποκαθίσταται ὅθεν ἤρξατο. ἵνα γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου γένηται, κύκλος ἀποτελεῖται· σπέρμα γὰρ πρῶτον, κἀκ τούτου ἔμβρυον, εἶτα παῖς καὶ μειράκιον καὶ ἀνήρ, καὶ πάλιν σπέρμα καὶ ἔμβρυον. δῆλον ἄρα ὅτι ἡ τοῦ εἴδους διαδοχὴ ἐπ’ εὐθείας οὖσα τῷ μιμεῖσθαι τὴν κύκλῳ φορὰν τὴν ἀιδιότητα ἔχει.
“正如所说,生成与消灭将总是连续的,并且由于我们所说的原因绝不会匮乏;而这是合乎情理地发生的。” 在说明了生成何以总是存在的质料因与动力因之后——他指出永恒生成的质料因是一物的生成乃是另一物的消灭,而动力因则是天界之物的永恒运动(因为由于它们永恒运动,生成绝不匮乏)——现在他说明了生成何以总是存在的目的因,并说原因是所有事物都自然而然地希求善。因为万物的本原是善,所有事物都希求属于自己的本原,而对每个事物而言善乃是存在而不是不存在,因此所有事物都自然而然地希求存在。那么,既然一切事物都希求存在并希求更善者,那些更接近第一本原的事物就能够分有永恒性以及在数目上总是同一个事物之存在,比如天界之物,不过带有一种衰退(因为伴随着广延以及依位置的改变);至于那些离得更远的事物,由于远离赋予万物存在的第一本原而不能在数目上是同一个事物,便获得了依物种的永恒性,这是由于各个事物渴望总是存在,但因远离本原而未能如愿,便通过产生另一个如其自身一样的事物,以此方式规避了消灭。并且,它们依物种所获得的这种永恒性本身,也是通过模仿天界之物的圆周运动而取得的;因为通过圆环,生成之物又恢复到了它所开始的同一点。因为为了使人从人产生出来,便完成了一个圆环:首先是精子,由此产生胚胎,然后是儿童、青年和成年男子,接着又是精子和胚胎。由此可见,在直线上展开的物种传承,乃是通过模仿圆周运动而拥有了永恒性。
"Τὸ δὲ εἶναι ποσαχῶς λέγεται, ἐν ἄλλοις εἴρηται." Τὸ εἶναι διττῶς λέγεται, ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. ἕκαστον γὰρ εἶναι λέγεται ἢ τῷ εἶδος αὐτοῦ φυλάττεσθαι ἢ τῷ τὸν ἀριθμόν· τὰ μὲν γὰρ οὐράνια λέγεται εἶναι τῷ κατ’ ἀριθμὸν μένειν τὰ αὐτά, τὰ δὲ γενητὰ καὶ φθαρτὰ κατ’ εἶδος ἔχει τὸ ἀεὶ εἶναι. ταῦτα οὖν ἐστιν ἅ φησιν ἀλλαχοῦ διῃρῆσθαι σημαινόμενα τοῦ εἶναι. διὰ μέσου δὲ παρεμβέβληται τοῦτο τὸ ῥησείδιον. ὥστε αὐτὸ σιωπήσαντα συνάπτειν χρὴ ὅλον τὸ ῥητόν· ‘ἐπειδὴ ἑκάστου φύσις τοῦ βελτίονος ὀρέγεται, βέλτιον δὲ τὸ εἶναι ἢ τὸ μὴ 〈εἶναι〉, τὸ δὲ εἶναι κατ’ ἀριθμὸν ἀδύνατον ἐν ἅπασιν ὑπάρχειν διὰ τὸ πόρρω τῆς ἀρχῆς ἀφίστασθαι, διὰ τοῦτο, φησί, τῷ λειπομένῳ τρόπῳ τὸ ὅλον ἀνεπλήρωσεν ὁ θεὸς ἐνδελεχῆ ποιήσας τὴν γένεσιν.’ καὶ ἐντεῦθεν δῆλον ὅτι καὶ τῶν ἀιδίων πάντων αἴτιον οἴεται εἶναι τὴν πρώτην ἀρχὴν ὁ Ἀριστοτέλης. ὡς γὰρ τοῦ θεοῦ ποιήσαντος καὶ τὰ ἀίδια καὶ πάντῃ ἀμετάβλητα, ποιήσαντος δὲ καὶ τὰ ἀίδια μὲν κατ’ οὐσίαν σωματοειδῆ δὲ καὶ διαστατὰ καὶ τὴν κατὰ τόπον ἔχοντα μεταβολήν, ἐπήγαγε τὸ τῷ λειπομένῳ τρόπῳ ἀνεπλήρωσεν τὸ ὅλον ὁ θεός·2 ἵνα γὰρ τέλειος ᾖ ὁ κόσμος, ἔλιπεν ἄλλος τρόπος δημιουργίας, τῶν ἀίδιον μὲν τὸ εἶδος ἐχόντων τῇ διαδοχῇ, κατ’ ἀριθμὸν δὲ γενητῶν ὄντων καὶ φθαρτῶν. τῇ τούτων οὖν προόδῳ ἀνεπλήρωσε τὸν ὅλον ὑπ’ αὐτοῦ δεδημιουργημένον κόσμον, ἐνδελεχῆ καὶ ἀδιάκοπον ποιήσας τὴν γένεσιν.
“至于‘存在’在多少种意义上被说,已在其他地方述及。” ‘存在’在两种意义上被说,要么依物种,要么依数目。因为每个事物被说成存在,要么由于其物种得以保全,要么由于其数目得以保全;天界之物被说成存在是由于在数目上保持同一,而受生且可灭之物则是在物种上拥有总是存在。因此,这些就是他所说的在别处已被区分的‘存在’的诸涵义。而这一短语是插入在中间的。因此,应当将其搁置,将整段话连接起来理解如下:“既然每个事物的本性都欲求更善者,而存在比不[存在]更善,但由于远离本原,在数目上的存在不可能属于一切事物,因此,他说,神以剩下的方式,通过使生成成为连续不断的而补足了整体。”由此也显然可见,亚里士多德认为第一本原也是一切永恒之物的原因。因为正如神既造作了永恒且在各方面不变之物,又造作了就实体而言永恒但具物体性、有广延且依位置改变之物那样,他接着说道“神以剩下的方式补足了整体”;因为为了使宇宙完全,还剩下了另一种造作方式,即那些通过传承而在物种上永恒、但在数目上是受生且可灭之物的方式。因此,神借由这些事物的递进,补足了由他所造作的整个宇宙,使生成成为连续而不间断的。
- 2.144ὅσα δὲ πορρωτέρω ἐστί, μὴ δυνηθέντα διὰ τὸ ἀφεστηκέναι τῆς πρώτης ἀρχῆς, ἐξ ἧς τὸ εἶναι πᾶσι, κατ’ ἀριθμὸν εἶναι τὰ αὐτά, τὴν κατὰ τὸ εἶδος ἀϊδιότητα ἔλαχεν, ἑκάστου διὰ τὸ ἀεὶ εἶναι ἐφίεσθαι, μὴ δύνασθαι δὲ τῷ πόρρω ἀφεστηκέναι τῆς ἀρχῆς, γεννῶντος ἄλλο οἷον αὐτὸ καὶ ταύτῃ τὴν φθορὰν ὑποκλέπτοντος.
主句的主语为中性复数 ὅσα δὲ πορρωτέρω ἐστί,其谓语动词 ἔλαχεν 采用了中性复数主语搭配单数动词的规则。其后跟随的 ἑκάστου ... γεννῶντος ... καὶ ... ὑποκλέπτοντος 构成属格独立结构,表方式或原因(“通过各个事物产生……并规避……”)。在 ἑκάστου 之下,两个带冠词的不定词短语 διὰ τὸ ... ἐφίεσθαι 与 μὴ δύνασθαι [补出 ἀεὶ εἶναι] τῷ πόρρω ἀφεστηκέναι 作状语说明原因。
- 2.145ὡς γὰρ τοῦ θεοῦ ποιήσαντος καὶ τὰ ἀίδια καὶ πάντῃ ἀμετάβλητα, ποιήσαντος δὲ καὶ τὰ ἀίδια μὲν κατ’ οὐσίαν σωματοειδῆ δὲ καὶ διαστατὰ καὶ τὴν κατὰ τόπον ἔχοντα μεταβολήν, ἐπήγαγε τὸ τῷ λειπομένῳ τρόπῳ ἀνεπλήρωσεν τὸ ὅλον ὁ θεός·
句子主干结构为 ὡς 引导的属格独立结构(主语为 τοῦ θεοῦ,分词 ποιήσαντος 重复两次),随后是主句 ἐπήγαγε τὸ ...。ὡς 表达了亚里士多德的主观视角或前设(“因神造作了……,他补充道……”)。主句谓语动词 ἐπήγαγε 的直接宾语是由中性单数冠词 τὸ 引导的引文短句(τῷ λειπομένῳ τρόπῳ ἀνεπλήρωσεν τὸ ὅλον ὁ θεός)。
