- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:294.28-296.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯在确证基于太阳周期的接近与退行而得出的生成与自然消灭等时性的经验证据后,探讨了个体往往早于规定寿命灭亡的原因。针对“混合”与“冲突”的异文,他从元素失调、质料与天体诸原因的交织碰合,以及天体自身星象构形的交错等角度解释了提前消灭的发生机制。
" Φαίνεται δὲ καὶ κατὰ τὴν αἴσθησιν ὁμολογούμενα τοῖς παρ’ ἡμῶν λόγοις." Εἰπὼν ἐξ ἀρχῆς ὅτι ἴσος ὁ χρόνος τῆς γενέσεως καὶ τῆς φθορᾶς τῆς κατὰ φύσιν, νῦν τὴν πίστιν τούτου παρατίθεται ἐκ τῶν καθ’ ἑκάστην περίοδον τοῦ ἡλίου γινομένων γενέσεων καὶ φθορῶν. καθὼς γὰρ προειρήκαμεν, ὁρῶμεν προσιόντος μὲν τοῦ ἡλίου γένεσιν ἀπιόντος δὲ φθορὰν ἐπακολουθοῦσαν, ἔστι δὲ ἡ προσέλευσις τοῦ ἡλίου ἰσόχρονος τῇ ἀποχωρήσει. καλῶς δὲ κἀνταῦθα φθορὰν εἰπὼν τὴν κατὰ φύσιν προστέθεικεν· ἔστι γὰρ κἀπὶ ζῴων κἀπὶ τῶν ἐπετείων καρπῶν φθορὰν βιαίαν νοῆσαι γινομένην.
“而且从感觉来看,也是与我们的论述相一致的。” 在最初说明了符合本性的生成与消灭的时间相等之后,现在他从太阳每个周期中所发生的生成与消灭中提出此事的证明。因为正如我们先前所说,我们看到当太阳接近时生成随之而来,而当它退去时消灭随之而来,而太阳的接近与其退行是等时间的。而他在这里说了消灭之后补充了“符合本性的”,也是恰当的;因为无论在动物还是在一年生果实的情况中,都可以设想发生强暴的消灭。
"Ἀλλὰ συμβαίνει πολλάκις ἐν ἐλάττονι φθείρεσθαι διὰ τὴν πρὸς ἄλληλα σύγκρασιν." Τοῦτο οὐ πρὸς τὸ προσεχὲς ἀκουστέον, ἀλλὰ πρὸς τὸ ἀνωτέρω εἰρημένον. εἰπὼν γὰρ ὅτι οἱ βίοι καὶ οἱ χρόνοι τεταγμένοι εἰσὶν εἴδους ἑκάστου, ἐνταῦθά φησιν ὅτι συμβαίνει πολλάκις ἐν ἐλάττονι χρόνῳ τοῦ τεταγμένου ἀπόλλυσθαι. καὶ τούτου αὐτοῦ πρόκειται αὐτῷ τὴν αἰτίαν ζητῆσαι, τί δήποτε ἔνια τῶν καθ’ ἕκαστα προαπόλλυται μὴ πληρώσαντα τὴν φυσικὴν περίοδον. φησὶν οὖν τοῦτο συμβαίνειν διὰ τὴν πρὸς ἄλληλα σύγκρασιν ἢ σύγκρουσιν· γέγραπται γὰρ διττῶς. εἰ μὲν ἔχοι σύγκρασιν, εἴη ἂν1 τὴν τῶν στοιχείων αἰτιώμενος ἀμετρίαν καὶ ἀκρασίαν· πολλάκις γὰρ ἡ ὕλη διὰ τὴν ἀνεπιτηδειότητα καὶ τὸ ἀνάρμοστον ἑαυτῆς οὐ καταδέχεται τελείως τὸν ἄνωθεν κόσμον, ὡς διαλυθῆναι θᾶττον τὸ ζῷον διὰ τὸ ἀσθενὲς τῆς συμπήξεως, μὴ διαρκούσης ἐπὶ πολλῶν τῆς κατὰ τὴν ὕλην συγκράσεως ἐπὶ πολὺ τὴν χορηγουμένην ζωὴν καταδέξασθαι.2 εἰ δὲ ἔχει σύγκρουσιν, δηλοῖ τὴν πρὸς ἄλληλα τῶν αἰτίων συντυχίαν, φημὶ δὲ τοῦ τε ὑλικοῦ καὶ τοῦ ποιητικοῦ τοῦ τε προσεχοῦς καὶ τοῦ πρώτου. αἴτιον γὰρ ποιητικὸν προσεχὲς μὲν ὁ πατήρ, πόρρω δὲ καὶ πρῶτον τὰ οὐράνια· καὶ ἡ ὕλη δὲ καὶ ἡ τοιάδε προαίρεσις καὶ δίαιτα αἰτία τῆς τοιᾶσδε συμπήξεως τῷ σώματι. ἐὰν οὖν συντύχῃ τοιόνδε μὲν εἶναι τὸ παρὰ τοῦ πατρὸς σπέρμα καὶ τὸ παρὰ τῆς μητρὸς σπέρμα καὶ αἷμα τοιόνδε [μὲν] (τὸ μὲν 〈γὰρ〉 αἷμα ὕλης λόγον ἐπέχειν φασί, τὸ δὲ σπέρμα ποιητικοῦ αἰτίου), τύχῃ δὲ καὶ ἡ κατὰ τὴν κύησιν δίαιτα τῆς μητρὸς τοία ἢ τοία, ἢ καὶ τὸ περιέχον δυσκράτως ἔχον ἄγαν, ὡς ἐκ τούτων τινὸς ἐμποδισθῆναι τὴν τῶν οὐρανίων κίνησιν τὴν τελεωτάτην ἐνέργειαν ἐπιδείξασθαι περὶ τὸ γεννώμενον καὶ κόσμον ἐναποθέσθαι τὸν προσήκοντα, τηνικαῦτα φθορὰ ἀκολουθεῖ3 πρὸ τοῦ τεταγμένου χρόνου, διὰ τὸ συγκλωσθῆναι τὴν τοιάνδε ὕλην καὶ τἄλλα αἴτια τῇ τοιᾷδε κινήσει τῶν οὐρανίων, τῆς ὕλης τὴν αἰτίαν τῆς ἀνωμαλίας, καθὼς προείρηται, ἐχούσης· ὥσπερ εἰ ἄτακτόν τι καὶ ἀνάρμοστον γένοιτο περὶ θρόνον ἢ ἀβάκιον διὰ τὴν τῆς ὕλης ἀνεπιτηδειότητα μηδὲν ἁμαρτόντος τοῦ τεχνίτου. δύναιτο δὲ τὸ τῆς συγκρούσεως λαμβάνεσθαι καὶ ἐπὶ τῶν οὐρανίων μόνων. ἐπειδὴ γὰρ οὐ μόνος ὁ ἥλιος, ἀλλὰ καὶ οἱ ἄλλοι πλάνητες καὶ οἱ ἀπλανεῖς δέ, καὶ εἰ μὴ τοσοῦτον, ἐνεργοῦσι γοῦν καὶ αὐτοὶ περὶ τὰς γενέσεις, τὴν τοιάνδε αὐτῶν συνδρομὴν τῶν σχημάτων, ἣν καλεῖ σύγκρουσιν, αἰτίαν φησὶν εἶναι ἄλλης ἄλλῳ προθεσμίας τοῦ βίου· πολλάκις γὰρ διὰ τὴν τοιάνδε πρὸς ἄλληλα αὐτῶν συμπλοκήν, εὐδιάλυτον γίνεσθαι συμβαίνει τὸ ἐξ αὐτῶν διαπλαττόμενον σῶμα καὶ τὸν τῆς ζωῆς χρόνον ὀλίγον.
“但往往由于相互间的混合,而发生用更少[时间]消灭的情况。” 这不应当联系紧接着的前文来理解,而应当联系上文所说的内容来理解。因为在说明了每个物种的寿命和时间是确定的之后,他在这里说往往会在比规定时间更短的时间内灭亡。而探讨此事的自身原因正是摆在他面前的任务,即究竟为何个别事物中的某些未经度完自然的周期就提前灭亡。于是他说这是由于彼此之间的“混合”或“冲突”而发生的;因为有两种写法。如果读作“混合”,他大概是在归咎于元素的失调与不调和;因为质料往往由于自身的不可承受性与不调和,没有完全接受来自上界的秩序,从而动物由于结合的虚弱而更快解体,质料方面的混合在许多情况下不足以持久地承受所赋予的生命。而如果读作“冲突”,则表明诸原因彼此之间的碰合,即我所说的质料因与动力因、直接之因与第一之因。因为直接的动力因是父亲,而遥远的第一动力因是天界之物;且质料,以及此种选择和日常起居,乃是身体获得如此结合的原因。因此,如果恰好父亲提供的精液是如此这般的,母亲提供的精液和经血也是如此这般的(因为他们说经血充当质料的地位,而精液充当动力因),且母亲怀胎期间的起居饮食也恰巧是如此这般,抑或周围环境也极其失调,以致由于这些因素中的某一个,天体的运动受到阻碍,未能就生成之物展现最完全的现实活动并赋予适当的秩序,那么在规定时间之前消灭就会随之而来,这是由于此种质料与其他原因与天体的此种运动交织在一起,而正如先前所说,质料含有着不规则性的原因;就如同工匠并未犯任何过错,却由于质料的不相宜而在宝座或案几上出现了某种无序与不调和的情况一样。但“冲突”这一说法也可以仅就天界之物来理解。因为不仅是太阳,而且其余行星以及恒星,即使没有那么大的程度,无论如何它们自身也对生成发生作用,因此他说,它们星形构形的此种汇合(他称之为“冲突”),是寿命的期限因人而异的原因;因为往往由于它们彼此之间的这种交织,由它们塑造出来的身体便会容易解体,寿命的时间也变得短暂。
- 2.143εἰ μὲν ἔχοι σύγκρασιν, εἴη ἄν
此处使用希求语气(ἔχοι / εἴη ἄν)而非直陈式或虚拟式,表示基于异文假设的潜在推论(潜在希求):意为“如果写本读作混合,他大概会归咎于……”。
- 2.143μὴ διαρκούσης ἐπὶ πολλῶν τῆς κατὰ τὴν ὕλην συγκράσεως ἐπὶ πολὺ τὴν χορηγουμένην ζωὴν καταδέξασθαι
属格独立结构(μὴ διαρκούσης ... τῆς συγκράσεως)的内部句法。不定词 καταδέξασθαι 作为补充成分从属于分词 διαρκούσης(“不足以承受……”)。此外,ἐπὶ πολλῶν 表示状况(“在许多情况下”),与表示时间持续的宾格短语 ἐπὶ πολύ(“长久地”)形成对比。
- 2.143ἐὰν οὖν συντύχῃ ... τηνικαῦτα φθορὰ ἀκολουθεῖ
长条件句的骨干结构。由 ἐὰν ... συντύχῃ 引出的条件从句与 τύχῃ δέ 并列,其内部嵌套了表示结果的 ὡς 加不定词结构(ὡς ἐμποδισθῆναι)。其后的不定词 ἐπιδείξασθαι 和 ἐναποθέσθαι 作为补充成分依附于被动不定词 ἐμποδισθῆναι(“受阻碍而未能展现……并赋予……”)。与整个条件部分相对的主句则是 τηνικαῦτα φθορὰ ἀκολουθεῖ(“此时消灭便会随之而来”)。
