- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:293.9-294.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安尼斯·斐洛庞诺解释了符合本性的生成与消灭在同等时间内发生这一论点,将其阐释为以极盛为界的生长与衰落时期,检视了由人的寿命与极盛期之比所引发的难题以及按严格意义理解生成与消灭的不足,进而讨论了各个物种寿命的数目(界限)的规定。
" Καὶ ἐν ἴσῳ χρόνῳ ἡ φθορὰ καὶ ἡ γένεσις ἡ κατὰ φύσιν." Εἰπὼν ὅτι εἰ διὰ πολλῶν περιόδων τὴν γένεσιν ἴσχοι τι, διὰ πολλῶν περιόδων καὶ τὴν φθορὰν ὑπομενεῖ, καὶ ὅτι ἴσος ἐστὶν ὁ χρόνος τῆς γενέσεως καὶ τῆς φθορᾶς, τουτέστι τῆς αὐξήσεως καὶ τῆς φθίσεως (οὕτως γὰρ ἠξιώσαμεν ἐξ ἀρχῆς ἀκούειν), ἀναγκαίως προσέθηκε τὸ ἡ κατὰ φύσιν, ἵνα μὴ τὴν τυχοῦσαν φθορὰν λάβῃς ἰσοχρόνιον οὖσαν τῇ γενέσει, ἀλλὰ τὴν κατὰ νόμους φυσικοὺς γινομένην διὰ τῆς παρακμῆς ἐπὶ τὸ τέλος ὁδεύσαντος τοῦ ζῴου. εἰ γάρ τις βιαία γένοιτο φθορά, οὐκέτι διὰ ἴσου χρόνου ἐπὶ τὸ τέλος ἀφικνεῖται δι’ ὅσου τὴν γένεσιν ἔσχε. βιαίους δὲ χρὴ λέγειν φθορὰς οὐ μόνον τὰς διὰ τι τῶν ἔξωθεν προσπιπτόντων, οἷον τομὰς καὶ πτώσεις καὶ καύσεις καὶ τὰ τοιαῦτα, ἀλλὰ καὶ τὰς διὰ πλημμέλειαν καὶ ἀταξίαν τῆς τροφῆς γινομένας. ὅπερ δὲ καὶ τούτων οὕτως προσδιωρισμένων ὑπολείπεται ἄπορον, ἐκεῖνό ἐστιν ὅτι1 τοῦ βίου εἰ τύχοι τοῦ ἀνθρωπίνου μέχρι ρκʹ ἐτῶν προϊόντος ἡ ἀκμὴ πολλάκις τὸ μέγιστον μέχρι μ’ ἐτῶν μόνον πρόεισιν, ὡς εἶναι τὴν φθορὰν κατὰ τοῦτον τὸν λόγον πολλῷ χρονιωτέραν τῆς γενέσεως καὶ μηκέτι ἐν ἴσῳ χρόνῳ γίνεσθαι· πολλοὶ μὲν γὰρ μέχρι ρκʹ ἐτῶν προῆλθον κατὰ τὴν ζωήν, οὐδεὶς δὲ μέχρι ξʹ ἐτῶν τὴν αὔξησιν ἔσχε καὶ τὴν ἐπὶ τὸ τελειότερον προκοπήν. εἰ δὲ γένεσιν μὴ τὴν πρόοδον τὴν ἐπὶ τὸ τέλειον εἶδος ἄγουσαν λάβοιμεν, ἀλλὰ τὴν κυρίως γένεσιν καὶ φθοράν, τὸ μὲν ἐν ἴσῳ χρόνῳ ἀμφότερα συμβαίνειν ἀληθὲς ἔσται (ἡ γὰρ ἄλλου γένεσις ἄλλου φθορὰ δηλονότι· δι’ ὅσου γάρ τι γίνεται, διὰ τοσούτου φθείρεται ἄλλο), ἀλλ’ οὐκέτι τοῦ αὐτοῦ γένεσιν καὶ φθορὰν λαμβάνομεν, ὅπερ φαίνεται λέγων ὁ Ἀριστοτέλης. ἀλλ’ οὐδὲ τό, εἰ διὰ πλειόνων περιόδων γίνοιτό τι, διὰ πλειόνων καὶ φθείρεσθαι σύμφωνον τῇ τοιαύτῃ ἐξηγήσει· τὴν γὰρ κυρίως λεγομένην γένεσιν διὰ πλειόνων περιόδων γινομένην οὐ ῥᾴδιον οὐδ’ ἐπινοῆσαι. εἰ γάρ τις λέγοι τὴν κύησιν λέγειν αὐτὸν γένεσιν, καὶ τὴν κυρίως δι’ αὐτῆς σημαίνειν γένεσιν τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν προάγουσαν, καὶ ὑποθώμεθά τι ζῷον, καθάπερ τὸν ἐλέφαντα, διὰ πλειόνων περιόδων κυΐσκεσθαι, καὶ οὕτως ἀδιανόητον τὸ λέγειν ὅτι δι’ ὅσου χρόνου κυΐσκεται, διὰ τοσούτου καὶ φθείρεται· ποίαν γὰρ καὶ χρὴ νοεῖν φθορὰν ἰσοχρόνιον τῇ κυήσει, οὐ ῥᾴδιόν ἐστιν.2
“并且消灭与符合本性的生成处于相等的时间中。” 在说明了如果某物通过多个周期获得生成,它也将通过多个周期承受消灭,并且生成与消灭的时间、即生长与衰减的时间是相等的(因为我们从一开始就要求这样来理解)之后,他必然地补充了“符合本性的”,以免你把任何偶然的消灭理解为与生成同等时间,而是把当动物通过衰落走向终点时依自然法则发生的消灭〔理解为如此〕。因为如果发生某种强暴的消灭,它就不再通过与其获得生成相同的相等时间达到终点。并且不仅应当把由外在侵袭之物引起的那些消灭(例如切割、跌落、灼烧及诸如此类),而且也应当把由养料的失调与紊乱所导致的消灭称为强暴的消灭。但在这些事情如此明确界定之后仍然遗留的难题是:假定人的寿命可以延续至一百二十岁,而盛年往往至多只延续到四十岁,以至于按这种说法,消灭的时间远比生成更长,不再是在相等的时间中发生;因为许多人在生命中活到了一百二十岁,但没有任何人能将生长和向着更完善状态的进展保持至六十岁。另一方面,如果我们把生成理解为不是通向完全形式的进展,而是严格意义上的生成与消灭,那么两者在相等的时间中发生固然是真的(因为显然一物的生成是另一物的消灭;某物生成用了多少时间,另一物毁灭也就用了多少时间),但我们所理解的就不再是同一事物的生成与消灭,而这正是亚里士多德看来所主张的。此外,如果某物通过较多周期生成,它也就通过较多周期消灭,这种说法也与这样一种解释不相符合;因为严格意义上的生成通过较多周期发生,甚至连设想都是不容易的。因为即使有人说他把妊娠称为生成,并借此指代从非存在引向存在的严格意义上的生成,而且我们假定某种动物(例如大象)是通过较多周期怀胎的,即使这样,说它怀胎用了多少时间,就用多少时间消灭,也是不可思议的;因为究竟应当设想一种怎样与妊娠同等时间的消灭,并不是容易的事。
"Διὸ καὶ οἱ χρόνοι καὶ οἱ βίοι ἑκάστων ἀριθμὸν ἔχουσι καὶ τούτῳ διορίζονται." Ἐπειδὴ τάξις ἐστὶν ἐν τοῖς γινομένοις, μεμετρημένου ὄντος τοῦ ἑκάστου εἴδους τῇ φύσει συμβαίνει ἕκαστον δι’ ὡρισμένου χρόνου ἐπὶ τὸ τέλειον ἑαυτοῦ εἶδος ἀφικνεῖσθαι. ἴσου δὲ ὄντος τοῦ χρόνου τοῦ ἀπὸ γενέσεως μέχρι τοῦ τελείου εἴδους καὶ τῆς ἀκμῆς τῷ ἀπὸ τῆς ἀκμῆς ἐπὶ τὴν κατὰ φύσιν φθορὰν ἄγοντι, δῆλον ὅτι ὁ πᾶς βίος ἑκάστου ὡρισμένος ἐστὶ κατὰ τὸν ἀριθμὸν ὡς τούτῳ διορίζεσθαι τὰ εἴδη ἐξ ἀλλήλων. ἄλλος μὲν γὰρ βίος ἀνθρώπου ἄλλος δὲ ἵππου, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου ὡσαύτως, πλὴν ὅμως ἑκάστου εἴδους ὡρισμένος ὁ χρόνος· τοῦ γὰρ εἴδους τοῦ ἀνθρωπείου ὥρισταί τις βίος ὃν οὐ δυνατὸν ὑπερβῆναι, τῶν δὲ καθ’ ἕκαστα οὐκέτι ὥρισται ὁ χρόνος, πολλῶν καὶ ἐνδοτέρω τοῦ τεταγμένου χρόνου τελευτώντων. ὥστε τοῦ μὲν εἴδους ὥρισται ὁ χρόνος ὃν οὐ δυνατὸν ὑπερβῆναί τινα τῶν καθ’ ἕκαστα, οὐχ ὁ αὐτὸς δὲ ἑκάστου τῶν καθ’ ἕκαστα βίος, ἀλλ’ ἄλλος ἄλλου, πολλῶν μὲν ἐνδοτέρω τοῦ χρόνου ἀπολλυμένων οὐδενὸς δὲ τοῦτον ὑπερβαίνοντος.
“因此,各物的时期和寿命也具有数目,并由此受到界定。” 由于在生成之物中存在着秩序,且各个物种都被自然所衡量,因此各物都在确定的时间内达到其自身的完全形式。而既然从生成直至完全形式和盛年的时间,与从盛年导向符合本性的消灭的时间相等,显然各物的全部寿命都是按照数目确定的,从而各个物种借此彼此区分开来。因为人的寿命是一回事,马的寿命是另一回事,对其余各物也是如此,但尽管如此,对每个物种而言时间都是确定的;因为对人类这一物种确定了某种不可能超越的寿命,但对各个个体而言时间则不再是确定的,因为许多人甚至在规定时间之内就死去了。因此,对于物种确定了一个各个个体都不可能超越的时间,但各个个体的寿命并不是相同的,而是因人而异,许多人在该时间之内毁灭,但没有人能超越它。
- 2.140ὅπερ δὲ καὶ τούτων οὕτως προσδιωρισμένων ὑπολείπεται ἄπορον, ἐκεῖνό ἐστιν ὅτι
关系从句 ὅπερ... ὑπολείπεται ἄπορον 置于主句的指示代词 ἐκεῖνο 之前,构成相关倒置结构。表语部分由 ὅτι 引导的名词性从句充当,整体骨架为:“即使这些事情被如此界定之后仍遗留的难题(ὅπερ ἄπορον),乃是……这件事(ἐκεῖνο ... ὅτι)”。
- 2.140ποίαν γὰρ καὶ χρὴ νοεῖν φθορὰν ἰσοχρόνιον τῇ κυήσει, οὐ ῥᾴδιόν ἐστιν
间接疑问从句 ποίαν... χρὴ νοεῖν φθορὰν ἰσοχρόνιον τῇ κυήσει 充当整个句子谓语 οὐ ῥᾴδιόν ἐστιν 的实质主语。通过语序倒装,疑问从句被置于句首。
