← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§291.29-293.8

太阳距离的变化与生成衰退的对应

注疏亚里士多德《论生成与毁灭》336b5–336b8,解释倾斜圆运动的不均等性源于太阳与我们距离的相对变化。进而探讨为何将太阳的走近与离去分别归因于生成(生长)与毁灭(衰退),并结合生物机体的承受状态以及冬夏周期的实际功用进行说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.138

" Ἀνίσου δὲ τοῦ διαστήματος ὄντος ἀνώμαλος ἔσται ἡ κίνησις." Πῶς ἀνώμαλος ἡ τοῦ λοξοῦ κύκλου κίνησίς ἐστι διδάσκει, ὅτι τῷ μᾶλλον πλησίον ἡμῶν ποιεῖν τὸν ἥλιον ἢ τοῦτον διιστάναι ἡμῶν.1 ὥστε οὐκ αὐτὴ [ἡ] ἀνώμαλος, ἀλλ’ ἡ πρὸς ἡμᾶς τοῦ ἡλίου σχέσις ἀνώμαλος· τῷ γὰρ γεννητικὸν προσάγειν ἡμῖν ἢ ἀπάγειν ἡμῶν ἡ δοκοῦσα ἀνωμαλία συμβαίνει τῆς κινήσεως.

“而由于距离不等,运动将是不均等的。” 他说明倾斜圆的运动如何是不均等的,即通过使太阳更靠近我们或使其远离我们。因此,并非运动本身是不均等的,而是太阳相对于我们的关系是不均等的;因为正是由于把能够致使生成之物引向我们或从我们这里引走,运动表面的不均等性才得以产生。

§2.139

"Καὶ εἰ τῷ πολλάκις προσελθεῖν γεννᾷ, καὶ τῷ πολλάκις ἀπελθεῖν φθείρει." Γένεσιν ἐνταῦθα λέγει οὐ τὴν ἐκ μὴ ὄντος εἰς τὸ ὂν πάροδον, ἀλλὰ τὴν αὔξησιν καὶ τὴν μέχρι τῆς ἀκμῆς πρόοδον· ὡσαύτως δὲ καὶ φθορὰν τὴν ἐκ τῆς ἀκμῆς ἐπὶ τὴν τελείαν φθορὰν ὁδόν, τὴν φθίσιν φημὶ καὶ τὴν παρακμήν. φησὶν οὖν ὅτι τοῖς μὲν μία περίοδος τοῦ ἡλίου πρὸς τελείωσιν τοῦ εἴδους ἀρκεῖ, οἷοί εἰσιν οἱ ἐπέτειοι καρποὶ καὶ ἡ τῶν στοιχείων μεταβολή, τοῖς δέ, φησί, πλειόνων δεῖ περιόδων, ὡς ἔχει ἐπὶ τῶν πολλῶν ζῴων. περίοδον δὲ λέγει τὴν προσέλευσιν καὶ ἀποχώρησιν τοῦ ἡλίου. εἰ τοίνυν διὰ πολλῶν προσελεύσεων τοῦ τελείου εἴδους τύχοι, διὰ πολλῶν ἀποχωρήσεων, φησί, τοῦτο παρακμάζει. ἀποδέδωκε δὲ τὴν μὲν γένεσιν τῇ προσελεύσει τὴν δὲ φθορὰν τῇ ἀποχωρήσει, καίτοι διὰ πολλῶν περιόδων φήσας καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἐπιτελεῖσθαι, ὡς εἶναι δηλονότι ἐπὶ τῆς γενέσεως μὴ μόνον προσέλευσιν τοῦ ἡλίου ἀλλὰ καὶ ἀποχώρησιν, καὶ ἐπὶ φθορᾶς δὲ μὴ μόνον ἀποχωρεῖν τὸν ἥλιον ἀλλὰ καὶ προσεγγίζειν. πρὸς τοῦτο ῥητέον ὅτι εἰ καὶ ἐπὶ ἑκατέρας διαθέσεως ὁμοίως καὶ πρόσοδος καὶ ἄφοδος τοῦ ἡλίου θεωρεῖται, αὐτὸς τὴν μὲν γένεσιν τῇ προσελεύσει τοῦ ἡλίου, τὴν δὲ φθορὰν τῇ ἀποχωρήσει ἀνέθηκεν εὐλόγως ἴσως, διότι ἐρρωμένη μὲν ἡ φύσις μᾶλλον ἀπολαύει τῆς προσόδου τοῦ ἡλίου καὶ γεννᾷ καὶ αὔξεται, ἠσθενηκυῖα δὲ μᾶλλον ὑπὸ τῆς ἀποστάσεως πάσχει ἤπερ ὑπὸ τῆς προσελεύσεως, ὥσπερ ἔχει ἐπὶ τῆς ἀπορροῆς καὶ τῆς προσθήκης· ἐπί τε γὰρ τῆς αὐξήσεως κἀπὶ τῆς φθίσεως καὶ ἀπορροή ἐστι καὶ προσθήκη τῆς τροφῆς, ἀλλ’ ἔτι μὲν ἐρρωμένου τοῦ σώματος καὶ αὐξομένου ἡ προσθήκη γίνεται πλείων τῆς ἀπορροῆς, παρακμάζοντος δὲ τοῦ σώματος ἐλάττων ἡ προσθήκη τῆς ἀπορροῆς. πρὸς τοῦτο ἴσως τις εὐλόγως ἂν φαίη, ὅτι αὐξομένου τοῦ σώματος καὶ πρὸς τὸ τέλειον ὁδεύοντος οὐκ ἔστι μᾶλλον τὴν προσέλευσιν ὁρᾶν, καὶ διὰ τοῦτο τοῦ ἐκ τῆς ἀποχωρήσεως πάθους μὴ γίνεσθαι συναίσθησιν,2 διότι καὶ αὐτὴ ἡ ἀποχώρησις οὐδὲν ἔλαττον συμβάλλεται εἰς τὴν αὔξησιν καὶ διαμονὴν τῶν σωμάτων. χειμῶνος γοῦν αἱ πέψεις καλλίους καὶ αἱ ἐνέργειαι εὔτονοι· καὶ οὐκ ἂν ὅλως διήρκεσε τὰ τῶν ζῴων σώματα καὶ φυτῶν, ἀλλὰ ῥᾷστα ἂν ἐφθάρη, εἴπερ διὰ παντὸς προσήγγιζεν ὁ ἥλιος ὡς διὰ παντὸς θέρος εἶναι, ὡς δηλοῖ ἡ κεκαυμένη ζώνη πλησίον ἀεὶ τὸν ἥλιον ἔχουσα καὶ ἀοίκητος οὖσα. τοσοῦτον οὖν ῥητέον, ὅτι ἀφώρισε τῇ μὲν προσελεύσει τοῦ ἡλίου τὴν αὔξησιν τῇ δὲ ἀποχωρήσει τὴν φθίσιν, οὐκ ἀκριβῶς ἑκατέρῳ θάτερον ἀπονείμας·3 ἀλλ’ ἐπειδή, καθάπερ φθάνομεν προειρηκότες, εἰ καὶ ἑκάτερον ἀμφότερα ποιεῖ, καὶ γένεσιν καὶ φθοράν, ἀλλὰ μᾶλλον μὲν γένεσιν ἡ πρόσοδος τοῦ ἡλίου, φθορὰν δὲ μᾶλλον ἡ ἀποχώρησις.

“并且,如果它由于多次走近而产生,那么它也由于多次离去而毁灭。” 在这里,他所说的“生成”并不是指从非存在过渡到存在,而是指生长和达到极盛的进展;同样,他所说的“毁灭”也是指从极盛通向完全毁灭的道路,我指的是衰退与衰落。因此他说,对某些事物而言,太阳的一个周期就足以使形式完成(正如一年生果实和元素的转化那样);而对另一些事物而言,他说,则需要更多的周期(正如在大多数动物身上那样)。并且他称太阳的走近与退行为“周期”。所以,如果通过多次走近它获得了完全的形式,他说,它也会通过多次退行而衰落。然而,他把生成归于走近,把毁灭归于退行,尽管他说过生成与毁灭都是通过多个周期完成的,以至于显然在生成中不仅有太阳的走近,而且有其退行;在毁灭中,太阳也不仅是退行,而且也会靠近。对此必须说明:即便在两种状态中同样都能观察到太阳的走近与退行,他自己将生成归于太阳的走近、将毁灭归于其退行或许也是合乎情理的,因为强壮的本性更能享受到太阳的走近从而生成并生长,而衰弱的本性受远离的影响甚于受走近的影响,正如在流失与增添的情况中那样;因为在生长中和在衰减中都存在着养料的流失与增添,但在身体尚且强壮且在生长时,增添多于流失,而在身体衰落时,增添少于流失。对此或许有人会合乎情理地说,在身体生长并走向完善时,不可能更多地观察到走近、并因此对由退行所致的状态没有察觉,因为这一退行本身对于身体的生长和持存的贡献丝毫不逊色。至少在冬季,消化更好且活动充沛;而如果太阳持续不断地靠近以致始终是夏天,动物和植物的身体根本不可能持久,反而极易毁灭,正如热带所表明的那样——它始终有太阳在近处,因而是无法居住的。因此只需说明这一点:他将生长划归给太阳的走近,而将衰减划归给其退行,并不是将二者严格地割裂对应,而是因为——正如我们先前所预先说过的——即使每一者都产生这两者(即生成与毁灭),但太阳的走近更多地产生生成,而退行更多地产生毁灭。

语法注3 条
  1. 2.138ὅτι τῷ μᾶλλον πλησίον ἡμῶν ποιεῖν τὸν ἥλιον ἢ τοῦτον διιστάναι ἡμῶν

    在 ὅτι 引导的从句中,带与格定冠词的不定式短语 τῷ ... ποιεῖν ... ἢ ... διιστάναι 表示方式或手段。该从句作为 διδάσκει 的宾语从句,阐明了倾斜圆运动之所以不均等的机制,即“通过使太阳更靠近我们或使其远离我们”。

  2. 2.139οὐκ ἔστι μᾶλλον τὴν προσέλευσιν ὁρᾶν, καὶ διὰ τοῦτο τοῦ ἐκ τῆς ἀποχωρήσεως πάθους μὴ γίνεσθαι συναίσθησιν

    两个带宾格的不定式短语(τὴν προσέλευσιν ὁρᾶν 与 τοῦ ... πάθους μὴ γίνεσθαι συναίσθησιν)并列由 οὐκ ἔστι 统辖,此处 ἔστι 表示可能性(“不可能……”)。其中 συναίσθησιν 作为 γίνεσθαι 的主语,支配宾格性属格 τοῦ ἐκ τῆς ἀποχωρήσεως πάθους。

  3. 2.139οὐκ ἀκριβῶς ἑκατέρῳ θάτερον ἀπονείμας

    附属于主动词 ἀφώρισε 的分词 ἀπονείμας 与否定词 οὐκ 结合表示方式或伴随状况,意为“并非严格地将一方分配给另一方”。θάτερον 为 τὸ ἕτερον 的缩约形式,指代前后文成对概念(走近/退行与生长/衰减)中的另一方。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:291.29-293.8