- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:290.8-291.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论生成与毁灭》336a15–336b2,阐明为何天体的圆周运动是生成的动力因且为第一运动,探讨黄道运动如何兼顾生成的连续性与相反性,并反驳亚历山大的观点,主张“整体的运行”是指太阳天球而非恒星天球。
" Ἔτι δὲ ἐπεὶ ἡ κατὰ τὴν φορὰν κίνησις δέδεικται ὅτι ἀΐδιος.1" Ἤδη μὲν κἀν τοῖς προτέροις, φησὶ δὲ ἐν τῇ Φυσικῇ, εἴρηται περὶ τῶν αἰτίων καθόλου ἔνθα καὶ περὶ τοῦ ποιητικοῦ αἰτίου, ἔτι δὲ καὶ νῦν ῥητέον ὅτι αἰτία ποιητικὴ τῆς ἀειγενεσίας ἡ κύκλῳ φορὰ ἀΐδιος οὖσα καὶ τὸ γεννητικὸν προσάγουσα καὶ ἀπάγουσα. γεννητικὸν δέ φησι τὸν ἥλιον.
“此外,既然依循位置移动的运动已被证明是永恒的。” 在先前的著作中,即在《物理学》中,关于普遍的原因已经论及,那里亦论及了动力因,然而现在还必须说明:不断生成的动力因是圆周运行,它既是永恒的,又将能够致使生成之物引来并引走。而他称太阳为“能够致使生成之物”。
"Ἅμα δὲ δῆλον ὅτι καὶ τὰ πρότερον καλῶς εἴρηται." Νῦν δείκνυσιν ὅτι εἰκότως ἐν τῇ Φυσικῇ ἀκροάσει τὴν κατὰ τόπον κίνησιν καὶ ταύτης τὴν κύκλῳ πρώτην εἴρηκεν εἶναι πάσης μεταβολῆς. εἰ γὰρ αὐτὴ γενέσεως καὶ φθορᾶς αἰτία οὖσα ἐδείχθη, εἰκότως ἄρα πρώτη ἐστὶ πασῶν. ὅτι δὲ γενέσεως αἰτία καὶ τῶν γινομένων, δείκνυσιν οὕτως· τὸ φερόμενον κατὰ τόπον ἤδη ἐστί, τὸ γινόμενον οὔπω ἐστίν, εὔλογον οὖν τὸ ὂν τοῦ μὴ ὄντος αἴτιον εἶναι, οὐκ ἔμπαλιν τὸ μὴ ὂν τοῦ ὄντος.
“同时,显然先前所说的也是正确的。” 现在他表明,在《物理学讲义》中他将位置运动——并且在其中将圆周运动——称为一切变化中在先的,乃是合情合理的。因为如果这一运动自身已被证明是生成与毁灭的原因,那么显然它在一切之中都是在先的。而关于它是生成以及正在生成之物的原因,他证明如下:依位置而运移之物已然存在,而正在生成之物尚未存在;因此,存在者作为非存在者的原因乃是合乎情理的,而不是相反由非存在者作为存在者的原因。
"Ἐπεὶ δ’ ὑπόκειται καὶ δέδεικται συνεχὴς οὖσα τοῖς πράγμασι γένεσις καὶ φθορά." Ἐπειδή, φησίν, δέδεικται συνεχὴς ἡ γένεσις ὑπάρχουσα καὶ ἡ φθορὰ τοῖς πράγμασι, δέδεικται δὲ διὰ τὴν κύκλῳ κίνησιν ἀΐδιον οὖσαν * * * ἡ μὲν σύνταξις τῆς λέξεως τοιαύτη. ζητεῖ δὲ πῶς τὴν φορὰν φαμεν αἰτίαν εἶναι μεταβολῶν ἐναντίων. δύο γὰρ οὐσῶν, φησί, μεταβολῶν, γενέσεως καὶ φθορᾶς, οὐχ οἷόν τε μίαν κίνησιν ἀμφοτέρων ὑποθέσθαι. ἀνάγκη ἢ δύο λέγειν εἶναι κινήσεις κατὰ δύο φορὰς ἐναντίας, ἢ μίαν μὲν τὴν φορὰν διάφορον δὲ διὰ τὴν τῆς κινήσεως ἀνωμαλίαν. ἡ δὲ ἀνωμαλία ὡς πρὸς ἡμᾶς, διὰ τὸ ἐπὶ λοξοῦ κύκλου γίνεσθαι τὴν τῶν πλανωμένων κίνησιν, καὶ διὰ τοῦτο τὴν πρὸς ἡμᾶς σχέσιν ἄλλοτε ἄλλην ποιεῖσθαι τὸ κινούμενον, ποτὲ μὲν ἐγγίζον ποτὲ δὲ ἀφιστάμενον, ὅπερ καί φησιν ἀληθὲς εἶναι. ἡ γὰρ τῶν ἀπλανῶν φορὰ οὐκ ἂν εἴη αἰτία γενέσεως καὶ φθορᾶς μία οὖσα καὶ ἡ αὐτὴ καὶ μηδεμίαν ὡς πρὸς ἡμᾶς ποιουμένη διαφοράν, ἀλλ’ ἡ κατὰ τὸν λοξὸν κύκλον ἔχουσα καὶ τὸ ἀίδιον καὶ τὸ ἀνώμαλον τῇ μὲν ἀνωμαλίᾳ τῶν ἐναντίων μεταβολῶν αἰτία γίνεται, φθορᾶς λέγω καὶ γενέσεως, τῇ δὲ ἀιδιότητι τῆς κατὰ τὴν γένεσιν καὶ φθορὰν συνεχείας αἰτία ἐστίν. εἰδέναι δὲ χρὴ ὅτι ἡ ἀπλανής, εἰ καὶ μὴ τὴν γένεσιν ποιεῖ καὶ τὴν φθοράν, ἀλλ’ οὖν τὴν τάξιν καὶ τὸν τοιοῦτον κόσμον αὕτη ἐπιτίθησι τῆς ἡμέρας καὶ τῆς νυκτός· ὅπερ εἰ μὴ ὑπῆρχεν, ἀλλ’ ἡ ἐπὶ λοξοῦ μόνου κύκλου ἦν ὡς ἓν νυχθήμερον γίνεσθαι τὸν πάντα ἐνιαυτόν,2 οὐκ ἂν ἡ τοιαύτη τάξις τῶν γενέσεων ἐφυλάττετο, ὡς δηλοῖ τὰ [τοιαῦτα] μέρη τῆς γῆς ἀοίκητα ὄντα. τοιαῦτα δ’ ἐστὶ τὰ ὑπὸ τοὺς πόλους τοῦ παντός, ἐν οἷς μυλοειδὴς ἡ τοῦ οὐρανοῦ γίνεται κίνησις.
“但是,既然对事物而言生成与毁灭连续存在已被假定且证明。” 他说,既然对事物而言生成与毁灭已被证明连续存在,且由于圆周运动的永恒而被证明[……]文句的句法结构便是如此。随后他探究,我们怎么能说运行是相反变化的原因。因为他说,既然变化有生成与毁灭这两种,便不可能为两者设定单一的运动。必然地,要么说依据两个相反的运行存在两种运动,要么说运行是一,但由于运动的不均等性而有所差异。而相对于我们的不均等性,乃是由于行星的运动发生在黄道(倾斜圆)上,且由于这一缘故,运动之物使其与我们的关系时时各异,有时靠近有时远离,他说这确实是真实的。因为恒星的运行不可能成为生成与毁灭的原因,由于它单一而同一,相对于我们不造成任何差异;反之,依循倾斜圆的运动兼具永恒性与不均等性,它因不均等性而成为相反变化(即毁灭与生成)的原因,又因永恒性而成为生成与毁灭的连续性的原因。但必须明白的是,恒星的运行即便不产生生成与毁灭,但也确实赋予了昼夜的秩序与如此的齐整;若没有这一运行,而运动仅在倾斜圆上发生以致整个一年成为一昼夜,那么这种生成的秩序便不会得以保全,正如地球上无人居住的区域所表明的那样。这类区域便是处于宇宙两极之下的地方,在那些地方天空的运动宛如磨石旋转。
"Τῆς μὲν οὖν συνεχείας ἡ τοῦ ὅλου φορὰ αἰτία." Οὐ λέγει τὴν τοῦ ὅλου φορὰν τὴν τῆς ἀπλανοῦς κίνησιν,3 ὥσπερ Ἀλέξανδρος ἐξηγήσατο (αὐτὸς γὰρ ἀνωτέρω τῷ λοξῷ κύκλῳ τὴν αἰτίαν ἀνέθηκεν τῆς συνεχείας τῆς κατὰ τὴν γένεσιν καὶ φθοράν), ἀλλ’ ὅ φησι τοῦτό ἐστι· δείξας γὰρ ὅτι ἡ κατὰ τὸν λοξὸν κύκλον φορὰ αἰτία ἐστὶ τοῦ συνεχῆ εἶναι γένεσιν καὶ φθοράν, διότι ἔχει καὶ τὸ συνεχὲς ὅπερ ἐστὶ τῆς ἀειγενεσίας αἴτιον, ἔχει δὲ καὶ τὸ ἀνώμαλον ἐξ οὗ ἐναντίαι αἱ μεταβολαί, νῦν φησι πῶς ἑκάτερον τούτων ἔχει ἡ τῶν πλανήτων φορά. καί φησιν ὅτι τὸ μὲν συνεχὲς ταύτῃ ἐστὶ διὰ τὴν ὅλην τοῦ ἡλίου σφαῖραν ἀιδίως κινουμένην, τὸ δὲ προσιέναι, φησί, καὶ ἀπιέναι, ὅπερ ἡ ἀνωμαλία, διὰ τὴν ἔγκλισιν τοῦ λοξοῦ κύκλου· διὰ ταύτην γὰρ συμβαίνει αὐτὸν ποτὲ μὲν προσεγγίζειν ποτὲ δὲ ἀφίστασθαι.
“因此,整体的运行是连续性的原因。” 他所说的“整体的运行”并不是指恒星的运动,正如亚历山大所解释的那样(因为亚里士多德自己在上文中已将生成与毁灭的连续性的原因归于倾斜圆),但他所指的是:在他表明了依循倾斜圆的运行乃是生成与毁灭得以连续的原因——因为这一运行既具有作为不断生成之原因的连续性,又具有作为相反变化之缘由的不均等性——之后,他现在说明行星的运行如何拥有这两者中的每一者。并且他说,连续性之所以属于它,是由于太阳的整个球体永恒地运动着;而走近与离去(即不均等性),则归因于倾斜圆的倾斜;因为正是通过这一倾斜,太阳才有时靠近有时远离。
- 2.134ἡ κατὰ τὴν φορὰν κίνησις δέδεικται ὅτι ἀΐδιος
此处使用了先取(prolepsis)句式,原本作从属从句(ὅτι 从句)主语的 ἡ κατὰ τὴν φορὰν κίνησις 被前置为主句被动动词 δέδεικται 的主格主语。语义上等同于 δέδεικται ὅτι ἡ κατὰ τὴν φορὰν κίνησις ἀΐδιός [ἐστιν](“已证明依位置移动的运动是永恒的”)。
- 2.136ὡς ἓν νυχθήμερον γίνεσθαι τὸν πάντα ἐνιαυτόν
此处为 ὡς 加不定词表示结果的句式(相当于 ὥστε)。在对格加不定词结构中,τὸν πάντα ἐνιαυτόν 是不定词 γίνεσθαι 的逻辑主语(主格性对格),ἓν νυχθήμερον 是述语对格。
- 2.137Οὐ λέγει τὴν τοῦ ὅλου φορὰν τὴν τῆς ἀπλανοῦς κίνησιν
动词 λέγει 支配双重对格(宾语与补足语):τὴν τοῦ ὅλου φοράν(“整体的运行”)为直接宾语,τὴν τῆς ἀπλανοῦς κίνησιν(“恒星的运动”)为述语对格补足语,意即“他所说的‘整体的运行’并不是指恒星的运动”。
