← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§289.9-290.7

两种天体运动与太阳接近远离导致的生成毁灭

约安·斐洛庞劳阐明,恒星的运动(持续不绝的原因)与太阳在黄道上的运动(通过接近与远离构成生成与毁灭之相反性的原因)相结合,构成了地上规则的生成毁灭变化;并解释道,尽管冬夏两季皆有生成与毁灭,之所以将太阳的走近称为生成、远离称为毁灭,是因为亚里士多德乃是以较优实体的生成作为称呼的准则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.133#2

καὶ γὰρ καὶ αἱ φοραὶ δύο, ἡ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δυσμάς, ὡς 〈ἡ〉 τῶν ἀπλανῶν, ἡ δὲ ἔμπαλιν ἀπὸ δυσμῶν ἐπ’ ἀνατολάς, ὡς ἡ τῶν πλανωμένων, διὰ τὸ ἐπὶ λοξοῦ γίνεσθαι κύκλου ἀνώμαλον ἐν σχέσει τῇ πρὸς ἡμᾶς ποιεῖται τὴν κίνησιν τοῦ ἡλίου,1 ποτὲ μὲν πλησίον γινομένου ποτὲ δὲ πόρρω. ἐχούσης οὖν τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ τὸ μὴ ἐπιλείπειν καὶ τὸ ἐναντίας εἶναι ἀλλήλαις, τὸ μὲν συνείρειν καὶ μὴ ἐπιλείπειν ἐκ τῆς ἀεικινησίας τῶν οὐρανίων αὐταῖς ἐφήκει καὶ τοῖς γενητοῖς καὶ φθαρτοῖς, τὸ δὲ ἐναντίον ἐκ τῆς ἀνωμαλίας τῆς κατὰ τὸν λοξὸν κύκλον. διὸ τὰς δύο φοράς, τήν τε ἀπλανῆ καὶ τὴν πλανωμένην, αἰτιατέον τῆς κατὰ τὴν γένεσιν καὶ φθορὰν συνεχοῦς μεταβολῆς. ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τὸν λοξὸν μόνον κύκλον αἰτία ἑκατέρου. διότι τε γὰρ ἀεὶ κινεῖται, οὐκ ἐπιλείπει ἡ τῶν τῇδε μεταβολή· διότι δὲ ἀνωμάλως ὡς πρὸς ἡμᾶς κινεῖται, διὰ τοῦτο ἐναντίαι μεταβολαὶ κατὰ γένεσιν καὶ φθοράν. ἀλλ’ οὐκ ἂν ἡ τοιαύτη τάξις καὶ κόσμος ἦν ἄν, εἰ μὴ ἦν ἡ τῶν ἀπλανῶν φορά· ἐκεῖθεν γὰρ ἐφ’ ἑκάστης ἡμέρα τε καὶ νὺξ τεταγμένως ἀλλήλας διαδέχονται. εἰ δὲ μὴ οὔσης ταύτης κατὰ ἐπίνοιαν ἐπὶ λοξοῦ μόνου κύκλου ὁ ἥλιος ἐκινεῖτο, ἦν ἂν ὁ πᾶς χειμὼν νὺξ μία εἰ οὕτως ἔτυχε, καὶ τὸ θέρος ἡμέρα μία, καὶ ἁπλῶς εἰπεῖν ἦν ὁ πᾶς ἐνιαυτὸς ἓν ἡμερονύκτιον. τούτων οὕτως εἰρημένων, εἴ τις ζητεῖ τί δήποτε τὴν μὲν ἀπόστασιν τοῦ ἡλίου φθορὰν λέγομεν ποιεῖν, τὴν δὲ προσέλευσιν γένεσιν, καίτοι καὶ θέρους οὐ μόνης γενέσεως οὔσης ἀλλὰ καὶ φθορᾶς, καὶ χειμῶνος ὡσαύτως οὐ μόνον φθειρομένων τινῶν ἀλλὰ καὶ γινομένων, καὶ ἁπλῶς εἰπεῖν τῆς ἄλλου γενέσεως ἄλλου οὔσης φθορᾶς, εἴ τις λέγοι πῶς ἐν ἄλλῳ μὲν χρόνῳ φησὶ τὴν γένεσιν ἐν ἄλλῳ δὲ τὴν φθορὰν συμβαίνειν, γινωσκέτω2 ὡς τὴν τῆς κρείττονος οὐσίας γένεσιν, ταύτην γένεσιν ἐκάλεσεν Ἀριστοτέλης πανταχοῦ, τὴν δὲ τῆς χείρονος φθοράν, καὶ ἡ χρῆσις ὁμοίως. ἐπειδὴ τοίνυν ὡς ἐπίπαν προσιόντος τοῦ ἡλίου αἱ τῶν κρειττόνων γενέσεις ἀκολουθοῦσι, καρπῶν καὶ ζῴων, καὶ τῶν κρειττόνων στοιχείων, πυρὸς καὶ ἀέρος, καὶ τῶν ἄλλων ἁπάντων ἅπερ τῷ λόγῳ διεξελθεῖν οὐ ῥᾴδιον, ἀπιόντος δὲ ταῦτα φθίνει πάντα, διὰ τοῦτο τῇ μὲν προσόδῳ τοῦ ἡλίου τὴν γένεσιν ἀφορίζομεν, τῇ δὲ ἀποστάσει τὴν φθοράν. ὁ γὰρ ἥλιός ἐστιν ὅ γε ἡγεμονικὴν ἐπέχων τάξιν πρὸς τὴν γένεσιν, εἴ γε καὶ διὰ τοῦτον θέρος καὶ χειμὼν καὶ αἱ ἄλλαι τροπαί.

因为运行确实有两个:其一是从东向西,正如恒星的运行;其二相反,是从西向东,正如行星的运行,后者由于是在黄道(倾斜圆)上进行,因而使太阳相对于我们的运动成为不均等的,太阳有时变得靠近,有时变得远离。因此,既然生成与毁灭既具有不匮乏的性质,又具有彼此相反的性质,那么相续连绵而不匮乏,乃是由天体的永恒运动赋予它们以及那些可生成和可毁灭之物的;而相反性则来自依循倾斜圆的不均等性。因此,必须将恒星与行星这两个运行归为依循生成与毁灭的连续变化的原因。因为事实上,仅依倾斜圆的运动也是两者的原因:因为由于它始终在运动,此地的变化便不致匮乏;而由于它相对于我们是不均等地运动,因此有了依循生成与毁灭的相反变化。然而,若没有恒星的运行,就不会有这样的秩序与齐整;因为正是由此,昼夜才在每一日秩序井然地彼此交替。如果在没有这一运行的情况下,出于设想太阳仅在倾斜圆上运动,那么整个冬季或许会是一整夜,夏季会是一整昼,简而言之,整个一年会是一昼夜。既然这些已经这样说明,如果有人探究我们究竟为何说太阳的远离造成毁灭,而其走近造成生成——尽管在夏季不仅有生成而且也有毁灭,在冬季同样不仅某些事物在毁灭而且也有事物在生成,简而言之,一物的生成即是另一物的毁灭——如果有人问,他怎么能说生成发生在一个时期而毁灭发生在另一个时期,那么就让他知晓:亚里士多德在所有地方都将较优实体的生成称为“生成”,而将较劣实体的生成称为“毁灭”,通常的用法亦是如此。既然大体而言随着太阳的走近,伴随而来的是较优事物的生成——果实与动物,以及较优的元素火与气,还有一切在言辞上不易逐一列举的其他事物——而当太阳离去时,所有这些事物都衰退,正是出于这个原因,我们将生成归于太阳的走近,而将毁灭归于太阳的远离。因为太阳确实是对生成居于主导地位者,如果说夏季、冬季以及其他季节的转折确是通过它而产生的话。

语法注2 条
  1. 2.133ἡ δὲ ἔμπαλιν ἀπὸ δυσμῶν ἐπ’ ἀνατολάς, ὡς ἡ τῶν πλανωμένων, διὰ τὸ ἐπὶ λοξοῦ γίνεσθαι κύκλου ἀνώμαλον ἐν σχέσει τῇ πρὸς ἡμᾶς ποιεῖται τὴν κίνησιν τοῦ ἡλίου

    紧接句首的 καὶ γὰρ καὶ αἱ φοραὶ δύο,与 ἡ μέν 分句(恒星运行)相对的主语 ἡ δέ(行星运行)支配主动词 ποιεῖται,带直接宾语 τὴν κίνησιν τοῦ ἡλίου 以及宾语补足语(状语性形容词)ἀνώμαλον。随后的分词短语 ποτὲ μὲν πλησίον γινομένου ποτὲ δὲ πόρρω 为属格绝对结构(逻辑主语为 τοῦ ἡλίου),说明太阳位置的变化。

  2. 2.133εἴ τις ζητεῖ ... εἴ τις λέγοι ... γινωσκέτω

    长条件句的句法结构:由 εἴ τις ζητεῖ 引出的疑问从句之后,插入了较长的让步性说明(καίτοι... τῆς ἄλλου γενέσεως ἄλλου οὔσης φθορᾶς),导致条件从句通过 εἴ τις λέγοι 进行了重述和再开,最终落实为主句的祈使动词 γινωσκέτω(“让他知晓”)。这构成了轻微的破格句(anacoluthon),其骨干为“如果有人问……,就让他知晓……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:289.9-290.7